TITUS
Novum Testamentum graece
Part No. 257
Previous part

Chapter: 17 
Verse: 1    Καὶ ἦλϑεν εἷς ἐκ τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ ϕιάλας, καὶ ἐλάλησεν μετ' ἐμοῦ λέγων, Δεῦρο, δείξω σοι τὸ κρίμα τῆς πόρνης τῆς μεγάλης τῆς καϑημένης ἐπὶ ὑδάτων πολλῶν,
Verse: 2    
μεϑ' ἧς ἐπόρνευσαν οἱ βασιλεῖς τῆς γῆς, καὶ ἐμεϑύσϑησαν οἱ κατοικοῦντες τὴν γῆν ἐκ τοῦ οἴνου τῆς πορνείας αὐτῆς.
Verse: 3    
καὶ ἀπήνεγκέν με εἰς ἔρημον ἐν πνεύματι. καὶ εἶδον γυναῖκα καϑημένην ἐπὶ ϑηρίον κόκκινον, γέμοντα ὀνόματα βλασϕημίας, ἔχων κεϕαλὰς ἑπτὰ καὶ κέρατα δέκα.
Verse: 4    
καὶ γυνὴ ἦν περιβεβλημένη πορϕυροῦν καὶ κόκκινον, καὶ κεχρυσωμένη χρυσίῳ καὶ λίϑῳ τιμίῳ καὶ μαργαρίταις, ἔχουσα ποτήριον χρυσοῦν ἐν τῇ χειρὶ αὐτῆς γέμον βδελυγμάτων καὶ τὰ ἀκάϑαρτα τῆς πορνείας αὐτῆς,
Verse: 5    
καὶ ἐπὶ τὸ μέτωπον αὐτῆς ὄνομα γεγραμμένον, μυστήριον, Βαβυλὼν μεγάλη, μήτηρ τῶν πορνῶν καὶ τῶν βδελυγμάτων τῆς γῆς.
Verse: 6    
καὶ εἶδον τὴν γυναῖκα μεϑύουσαν ἐκ τοῦ αἵματος τῶν ἁγίων καὶ ἐκ τοῦ αἵματος τῶν μαρτύρων ᾽Ιησοῦ. Καὶ ἐϑαύμασα ἰδὼν αὐτὴν ϑαῦμα μέγα.
Verse: 7    
καὶ εἶπέν μοι ἄγγελος, Διὰ τί ἐϑαύμασας; ἐγὼ ἐρῶ σοι τὸ μυστήριον τῆς γυναικὸς καὶ τοῦ ϑηρίου τοῦ βαστάζοντος αὐτήν, τοῦ ἔχοντος τὰς ἑπτὰ κεϕαλὰς καὶ τὰ δέκα κέρατα·
Verse: 8    
τὸ ϑηρίον εἶδες ἦν καὶ οὐκ ἔστιν, καὶ μέλλει ἀναβαίνειν ἐκ τῆς ἀβύσσου, καὶ εἰς ἀπώλειαν ὑπάγει· καὶ ϑαυμασϑήσονται οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς, ὧν οὐ γέγραπται τὸ ὄνομα ἐπὶ τὸ βιβλίον τῆς ζωῆς ἀπὸ καταβολῆς κόσμου, βλεπόντων τὸ ϑηρίον ὅτι ἦν καὶ οὐκ ἔστιν καὶ παρέσται.
Verse: 9    
ὧδε νοῦς ἔχων σοϕίαν. αἱ ἑπτὰ κεϕαλαὶ ἑπτὰ ὄρη εἰσίν, ὅπου γυνὴ κάϑηται ἐπ' αὐτῶν. καὶ βασιλεῖς ἑπτά εἰσιν·
Verse: 10    
οἱ πέντε ἔπεσαν, εἷς ἔστιν, ἄλλος οὔπω ἦλϑεν, καὶ ὅταν ἔλϑῃ ὀλίγον αὐτὸν δεῖ μεῖναι.
Verse: 11    
καὶ τὸ ϑηρίον ἦν καὶ οὐκ ἔστιν, καὶ αὐτὸς ὄγδοός ἐστιν καὶ ἐκ τῶν ἑπτά ἐστιν, καὶ εἰς ἀπώλειαν ὑπάγει.
Verse: 12    
καὶ τὰ δέκα κέρατα εἶδες δέκα βασιλεῖς εἰσιν, οἵτινες βασιλείαν οὔπω ἔλαβον, ἀλλὰ ἐξουσίαν ὡς βασιλεῖς μίαν ὥραν λαμβάνουσιν μετὰ τοῦ ϑηρίου.
Verse: 13    
οὗτοι μίαν γνώμην ἔχουσιν, καὶ τὴν δύναμιν καὶ ἐξουσίαν αὐτῶν τῷ ϑηρίῳ διδόασιν.
Verse: 14    
οὗτοι μετὰ τοῦ ἀρνίου πολεμήσουσιν, καὶ τὸ ἀρνίον νικήσει αὐτούς, ὅτι κύριος κυρίων ἐστὶν καὶ βασιλεὺς βασιλέων, καὶ οἱ μετ' αὐτοῦ κλητοὶ καὶ ἐκλεκτοὶ καὶ πιστοί.
Verse: 15    
Καὶ λέγει μοι, Τὰ ὕδατα εἶδες, οὗ πόρνη κάϑηται, λαοὶ καὶ ὄχλοι εἰσὶν καὶ ἔϑνη καὶ γλῶσσαι.
Verse: 16    
καὶ τὰ δέκα κέρατα εἶδες καὶ τὸ ϑηρίον, οὗτοι μισήσουσιν τὴν πόρνην, καὶ ἠρημωμένην ποιήσουσιν αὐτὴν καὶ γυμνήν, καὶ τὰς σάρκας αὐτῆς ϕάγονται, καὶ αὐτὴν κατακαύσουσιν ἐν πυρί·
Verse: 17    
γὰρ ϑεὸς ἔδωκεν εἰς τὰς καρδίας αὐτῶν ποιῆσαι τὴν γνώμην αὐτοῦ, καὶ ποιῆσαι μίαν γνώμην καὶ δοῦναι τὴν βασιλείαν αὐτῶν τῷ ϑηρίῳ, ἄχρι τελεσϑήσονται οἱ λόγοι τοῦ ϑεοῦ.
Verse: 18    
καὶ γυνὴ ἣν εἶδες ἔστιν πόλις μεγάλη ἔχουσα βασιλείαν ἐπὶ τῶν βασιλέων τῆς γῆς.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.