TITUS
Novum Testamentum graece
Part No. 171
Previous part

Book: Eph. 
ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ

Epistola beati Pauli apostoli ad Ephesios




Chapter: 1 
Verse: 1    Παῦλος ἀπόστολος Χριστοῦ ᾽Ιησοῦ διὰ ϑελήματος ϑεοῦ τοῖς ἁγίοις τοῖς οὖσιν [ἐν ᾽Εϕέσῳ] καὶ πιστοῖς ἐν Χριστῷ ᾽Ιησοῦ·
Verse: 2    
χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ ϑεοῦ πατρὸς ἡμῶν καὶ κυρίου ᾽Ιησοῦ Χριστοῦ.
Verse: 3    
Εὐλογητὸς ϑεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν ᾽Ιησοῦ Χριστοῦ, εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ,
Verse: 4    
καϑὼς ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κόσμου, εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ ἐν ἀγάπῃ,
Verse: 5    
προορίσας ἡμᾶς εἰς υἱοϑεσίαν διὰ ᾽Ιησοῦ Χριστοῦ εἰς αὐτόν, κατὰ τὴν εὐδοκίαν τοῦ ϑελήματος αὐτοῦ,
Verse: 6    
εἰς ἔπαινον δόξης τῆς χάριτος αὐτοῦ ἧς ἐχαρίτωσεν ἡμᾶς ἐν τῷ ἠγαπημένῳ,
Verse: 7    
ἐν ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄϕεσιν τῶν παραπτωμάτων, κατὰ τὸ πλοῦτος τῆς χάριτος αὐτοῦ,
Verse: 8    
ἧς ἐπερίσσευσεν εἰς ἡμᾶς ἐν πάσῃ σοϕίᾳ καὶ ϕρονήσει
Verse: 9    
γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ ϑελήματος αὐτοῦ, κατὰ τὴν εὐδοκίαν αὐτοῦ ἣν προέϑετο ἐν αὐτῷ
Verse: 10    
εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν, ἀνακεϕαλαιώσασϑαι τὰ πάντα ἐν τῷ Χριστῷ, τὰ ἐπὶ τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς· ἐν αὐτῷ,
Verse: 11    
ἐν καὶ ἐκληρώϑημεν προορισϑέντες κατὰ πρόϑεσιν τοῦ τὰ πάντα ἐνεργοῦντος κατὰ τὴν βουλὴν τοῦ ϑελήματος αὐτοῦ,
Verse: 12    
εἰς τὸ εἶναι ἡμᾶς εἰς ἔπαινον δόξης αὐτοῦ τοὺς προηλπικότας ἐν τῷ Χριστῷ·
Verse: 13    
ἐν καὶ ὑμεῖς ἀκούσαντες τὸν λόγον τῆς ἀληϑείας, τὸ εὐαγγέλιον τῆς σωτηρίας ὑμῶν, ἐν καὶ πιστεύσαντες ἐσϕραγίσϑητε τῷ πνεύματι τῆς ἐπαγγελίας τῷ ἁγίῳ,
Verse: 14    
ὅς ἐστιν ἀρραβὼν τῆς κληρονομίας ἡμῶν, εἰς ἀπολύτρωσιν τῆς περιποιήσεως, εἰς ἔπαινον τῆς δόξης αὐτοῦ.
Verse: 15    
Διὰ τοῦτο κἀγώ, ἀκούσας τὴν καϑ' ὑμᾶς πίστιν ἐν τῷ κυρίῳ ᾽Ιησοῦ καὶ τὴν ἀγάπην τὴν εἰς πάντας τοὺς ἁγίους,
Verse: 16    
οὐ παύομαι εὐχαριστῶν ὑπὲρ ὑμῶν μνείαν ποιούμενος ἐπὶ τῶν προσευχῶν μου,
Verse: 17    
ἵνα ϑεὸς τοῦ κυρίου ἡμῶν ᾽Ιησοῦ Χριστοῦ, πατὴρ τῆς δόξης, δώῃ ὑμῖν πνεῦμα σοϕίας καὶ ἀποκαλύψεως ἐν ἐπιγνώσει αὐτοῦ,
Verse: 18    
πεϕωτισμένους τοὺς ὀϕϑαλμοὺς τῆς καρδίας [ὑμῶν] εἰς τὸ εἰδέναι ὑμᾶς τίς ἐστιν ἐλπὶς τῆς κλήσεως αὐτοῦ, τίς πλοῦτος τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις,
Verse: 19    
καὶ τί τὸ ὑπερβάλλον μέγεϑος τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ
Verse: 20    
ἣν ἐνήργησεν ἐν τῷ Χριστῷ ἐγείρας αὐτὸν ἐκ νεκρῶν, καὶ καϑίσας ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπουρανίοις
Verse: 21    
ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ ἀλλὰ καὶ ἐν τῷ μέλλοντι·
Verse: 22    
καὶ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ, καὶ αὐτὸν ἔδωκεν κεϕαλὴν ὑπὲρ πάντα τῇ ἐκκλησίᾳ,
Verse: 23    
ἥτις ἐστὶν τὸ σῶμα αὐτοῦ, τὸ πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσιν πληρουμένου. /

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.