TITUS
Novum Testamentum graece
Part No. 176
Previous part

Chapter: 6 
Verse: 1    Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν ὑμῶν ἐν κυρίῳ, τοῦτο γάρ ἐστιν δίκαιον.
Verse: 2    
τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα,ἥτις ἐστὶν ἐντολὴ πρώτη ἐν ἐπαγγελίᾳ,
Verse: 3    
ἵνα εὖ σοι γένηται καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς.
Verse: 4    
Καὶ οἱ πατέρες, μὴ παροργίζετε τὰ τέκνα ὑμῶν, ἀλλὰ ἐκτρέϕετε αὐτὰ ἐν παιδείᾳ καὶ νουϑεσίᾳ κυρίου.
Verse: 5    
Οἱ δοῦλοι, ὑπακούετε τοῖς κατὰ σάρκα κυρίοις μετὰ ϕόβου καὶ τρόμου ἐν ἁπλότητι τῆς καρδίας ὑμῶν ὡς τῷ Χριστῷ,
Verse: 6    
μὴ κατ' ὀϕϑαλμοδουλίαν ὡς ἀνϑρωπάρεσκοι ἀλλ' ὡς δοῦλοι Χριστοῦ ποιοῦντες τὸ ϑέλημα τοῦ ϑεοῦ ἐκ ψυχῆς,
Verse: 7    
μετ' εὐνοίας δουλεύοντες, ὡς τῷ κυρίῳ καὶ οὐκ ἀνϑρώποις,
Verse: 8    
εἰδότες ὅτι ἕκαστος, ἐάν τι ποιήσῃ ἀγαϑόν, τοῦτο κομίσεται παρὰ κυρίου, εἴτε δοῦλος εἴτε ἐλεύϑερος.
Verse: 9    
Καὶ οἱ κύριοι, τὰ αὐτὰ ποιεῖτε πρὸς αὐτούς, ἀνιέντες τὴν ἀπειλήν, εἰδότες ὅτι καὶ αὐτῶν καὶ ὑμῶν κύριός ἐστιν ἐν οὐρανοῖς, καὶ προσωπολημψία οὐκ ἔστιν παρ' αὐτῷ.
Verse: 10    
Τοῦ λοιποῦ ἐνδυναμοῦσϑε ἐν κυρίῳ καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ.
Verse: 11    
ἐνδύσασϑε τὴν πανοπλίαν τοῦ ϑεοῦ πρὸς τὸ δύνασϑαι ὑμᾶς στῆναι πρὸς τὰς μεϑοδείας τοῦ διαβόλου·
Verse: 12    
ὅτι οὐκ ἔστιν ἡμῖν πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις.
Verse: 13    
διὰ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ ϑεοῦ, ἵνα δυνηϑῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ καὶ ἅπαντα κατεργασάμενοι στῆναι.
Verse: 14    
στῆτε οὖν περιζωσάμενοι τὴν ὀσϕὺν ὑμῶν ἐν ἀληϑείᾳ, καὶ ἐνδυσάμενοι τὸν ϑώρακα τῆς δικαιοσύνης,
Verse: 15    
καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης,
Verse: 16    
ἐν πᾶσιν ἀναλαβόντες τὸν ϑυρεὸν τῆς πίστεως, ἐν δυνήσεσϑε πάντα τὰ βέλη τοῦ πονηροῦ [τὰ] πεπυρωμένα σβέσαι·
Verse: 17    
καὶ τὴν περικεϕαλαίαν τοῦ σωτηρίου δέξασϑε, καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ἐστιν ῥῆμα ϑεοῦ,
Verse: 18    
διὰ πάσης προσευχῆς καὶ δεήσεως προσευχόμενοι ἐν παντὶ καιρῷ ἐν πνεύματι, καὶ εἰς αὐτὸ ἀγρυπνοῦντες ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει περὶ πάντων τῶν ἁγίων,
Verse: 19    
καὶ ὑπὲρ ἐμοῦ, ἵνα μοι δοϑῇ λόγος ἐν ἀνοίξει τοῦ στόματός μου, ἐν παρρησίᾳ γνωρίσαι τὸ μυστήριον τοῦ εὐαγγελίου
Verse: 20    
ὑπὲρ οὗ πρεσβεύω ἐν ἁλύσει, ἵνα ἐν αὐτῷ παρρησιάσωμαι ὡς δεῖ με λαλῆσαι.
Verse: 21    
῞Ινα δὲ καὶ ὑμεῖς εἰδῆτε τὰ κατ' ἐμέ, τί πράσσω, πάντα γνωρίσει ὑμῖν Τυχικὸς ἀγαπητὸς ἀδελϕὸς καὶ πιστὸς διάκονος ἐν κυρίῳ,
Verse: 22    
ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο ἵνα γνῶτε τὰ περὶ ἡμῶν καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν.
Verse: 23    
Εἰρήνη τοῖς ἀδελϕοῖς καὶ ἀγάπη μετὰ πίστεως ἀπὸ ϑεοῦ πατρὸς καὶ κυρίου ᾽Ιησοῦ Χριστοῦ.
Verse: 24    
χάρις μετὰ πάντων τῶν ἀγαπώντων τὸν κύριον ἡμῶν ᾽Ιησοῦν Χριστὸν ἐν ἀϕϑαρσίᾳ.






Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.