TITUS
Novum Testamentum graece
Part No. 167
Previous part

Chapter: 3 
Verse: 1    ῏Ω ἀνόητοι Γαλάται, τίς ὑμᾶς ἐβάσκανεν, οἷς κατ' ὀϕϑαλμοὺς ᾽Ιησοῦς Χριστὸς προεγράϕη ἐσταυρωμένος;
Verse: 2    
τοῦτο μόνον ϑέλω μαϑεῖν ἀϕ' ὑμῶν, ἐξ ἔργων νόμου τὸ πνεῦμα ἐλάβετε ἐξ ἀκοῆς πίστεως;
Verse: 3    
οὕτως ἀνόητοί ἐστε; ἐναρξάμενοι πνεύματι νῦν σαρκὶ ἐπιτελεῖσϑε;
Verse: 4    
τοσαῦτα ἐπάϑετε εἰκῇ; εἴ γε καὶ εἰκῇ.
Verse: 5    
οὖν ἐπιχορηγῶν ὑμῖν τὸ πνεῦμα καὶ ἐνεργῶν δυνάμεις ἐν ὑμῖν ἐξ ἔργων νόμου ἐξ ἀκοῆς πίστεως;
Verse: 6    
καϑὼς ᾽Αβραὰμ ἐπίστευσεν τῷ ϑεῷ, καὶ ἐλογίσϑη αὐτῷ εἰς δικαιοσύνην.
Verse: 7    
Γινώσκετε ἄρα ὅτι οἱ ἐκ πίστεως, οὗτοι υἱοί εἰσιν ᾽Αβραάμ.
Verse: 8    
προϊδοῦσα δὲ γραϕὴ ὅτι ἐκ πίστεως δικαιοῖ τὰ ἔϑνη ϑεὸς προευηγγελίσατο τῷ ᾽Αβραὰμ ὅτι ᾽Ενευλογηϑήσονται ἐν σοὶ πάντα τὰ ἔϑνη.
Verse: 9    
ὥστε οἱ ἐκ πίστεως εὐλογοῦνται σὺν τῷ πιστῷ ᾽Αβραάμ.
Verse: 10    
ὅσοι γὰρ ἐξ ἔργων νόμου εἰσὶν ὑπὸ κατάραν εἰσίν· γέγραπται γὰρ ὅτι ᾽Επικατάρατος πᾶς ὃς οὐκ ἐμμένει πᾶσιν τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου τοῦ ποιῆσαι αὐτά.
Verse: 11    
ὅτι δὲ ἐν νόμῳ οὐδεὶς δικαιοῦται παρὰ τῷ ϑεῷ δῆλον, ὅτι ῾Ο δίκαιος ἐκ πίστεως ζήσεται·
Verse: 12    
δὲ νόμος οὐκ ἔστιν ἐκ πίστεως, ἀλλ' ῾Ο ποιήσας αὐτὰ ζήσεται ἐν αὐτοῖς.
Verse: 13    
Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου γενόμενος ὑπὲρ ἡμῶν κατάρα, ὅτι γέγραπται, ᾽Επικατάρατος πᾶς κρεμάμενος ἐπὶ ξύλου,
Verse: 14    
ἵνα εἰς τὰ ἔϑνη εὐλογία τοῦ ᾽Αβραὰμ γένηται ἐν Χριστῷ ᾽Ιησοῦ, ἵνα τὴν ἐπαγγελίαν τοῦ πνεύματος λάβωμεν διὰ τῆς πίστεως.
Verse: 15    
᾽Αδελϕοί, κατὰ ἄνϑρωπον λέγω· ὅμως ἀνϑρώπου κεκυρωμένην διαϑήκην οὐδεὶς ἀϑετεῖ ἐπιδιατάσσεται.
Verse: 16    
τῷ δὲ ᾽Αβραὰμ ἐρρέϑησαν αἱ ἐπαγγελίαι καὶ τῷ σπέρματι αὐτοῦ. οὐ λέγει, Καὶ τοῖς σπέρμασιν, ὡς ἐπὶ πολλῶν, ἀλλ' ὡς ἐϕ' ἑνός, Καὶ τῷ σπέρματί σου, ὅς ἐστιν Χριστός.
Verse: 17    
τοῦτο δὲ λέγω· διαϑήκην προκεκυρωμένην ὑπὸ τοῦ ϑεοῦ μετὰ τετρακόσια καὶ τριάκοντα ἔτη γεγονὼς νόμος οὐκ ἀκυροῖ, εἰς τὸ καταργῆσαι τὴν ἐπαγγελίαν.
Verse: 18    
εἰ γὰρ ἐκ νόμου κληρονομία, οὐκέτι ἐξ ἐπαγγελίας· τῷ δὲ ᾽Αβραὰμ δι' ἐπαγγελίας κεχάρισται ϑεός.
Verse: 19    
Τί οὖν νόμος; τῶν παραβάσεων χάριν προσετέϑη, ἄχρις οὗ ἔλϑῃ τὸ σπέρμα ἐπήγγελται, διαταγεὶς δι' ἀγγέλων ἐν χειρὶ μεσίτου.
Verse: 20    
δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν, δὲ ϑεὸς εἷς ἐστιν.
Verse: 21    
῾Ο οὖν νόμος κατὰ τῶν ἐπαγγελιῶν [τοῦ ϑεοῦ]; μὴ γένοιτο· εἰ γὰρ ἐδόϑη νόμος δυνάμενος ζῳοποιῆσαι, ὄντως ἐκ νόμου ἂν ἦν δικαιοσύνη.
Verse: 22    
ἀλλὰ συνέκλεισεν γραϕὴ τὰ πάντα ὑπὸ ἁμαρτίαν ἵνα ἐπαγγελία ἐκ πίστεως ᾽Ιησοῦ Χριστοῦ δοϑῇ τοῖς πιστεύουσιν.
Verse: 23    
Πρὸ τοῦ δὲ ἐλϑεῖν τὴν πίστιν ὑπὸ νόμον ἐϕρουρούμεϑα συγκλειόμενοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυϕϑῆναι.
Verse: 24    
ὥστε νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν, ἵνα ἐκ πίστεως δικαιωϑῶμεν·
Verse: 25    
ἐλϑούσης δὲ τῆς πίστεως οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν.
Verse: 26    
Πάντες γὰρ υἱοὶ ϑεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ ᾽Ιησοῦ.
Verse: 27    
ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσϑητε, Χριστὸν ἐνεδύσασϑε·
Verse: 28    
οὐκ ἔνι ᾽Ιουδαῖος οὐδὲ ῞Ελλην, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύϑερος, οὐκ ἔνι ἄρσεν καὶ ϑῆλυ· πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ ᾽Ιησοῦ.
Verse: 29    
εἰ δὲ ὑμεῖς Χριστοῦ, ἄρα τοῦ ᾽Αβραὰμ σπέρμα ἐστέ, κατ' ἐπαγγελίαν κληρονόμοι.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.