TITUS
Novum Testamentum graece
Part No. 216
Previous part

Chapter: 10 
Verse: 1    Σκιὰν γὰρ ἔχων νόμος τῶν μελλόντων ἀγαϑῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων, κατ' ἐνιαυτὸν ταῖς αὐταῖς ϑυσίαις ἃς προσϕέρουσιν εἰς τὸ διηνεκὲς οὐδέποτε δύναται τοὺς προσερχομένους τελειῶσαι·
Verse: 2    
ἐπεὶ οὐκ ἂν ἐπαύσαντο προσϕερόμεναι, διὰ τὸ μηδεμίαν ἔχειν ἔτι συνείδησιν ἁμαρτιῶν τοὺς λατρεύοντας ἅπαξ κεκαϑαρισμένους;
Verse: 3    
ἀλλ' ἐν αὐταῖς ἀνάμνησις ἁμαρτιῶν κατ' ἐνιαυτόν,
Verse: 4    
ἀδύνατον γὰρ αἷμα ταύρων καὶ τράγων ἀϕαιρεῖν ἁμαρτίας.
Verse: 5    
Διὸ εἰσερχόμενος εἰς τὸν κόσμον λέγει, Θυσίαν καὶ προσϕορὰν οὐκ ἠϑέλησας, σῶμα δὲ κατηρτίσω μοι·
Verse: 6    
ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ εὐδόκησας.
Verse: 7    
τότε εἶπον, ᾽Ιδοὺ ἥκω, ἐν κεϕαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ, τοῦ ποιῆσαι, ϑεός, τὸ ϑέλημά σου.
Verse: 8    
ἀνώτερον λέγων ὅτι Θυσίας καὶ προσϕορὰς καὶ ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ἠϑέλησας οὐδὲ εὐδόκησας, αἵτινες κατὰ νόμον προσϕέρονται,
Verse: 9    
τότε εἴρηκεν, ᾽Ιδοὺ ἥκω τοῦ ποιῆσαι τὸ ϑέλημά σου. ἀναιρεῖ τὸ πρῶτον ἵνα τὸ δεύτερον στήσῃ·
Verse: 10    
ἐν ϑελήματι ἡγιασμένοι ἐσμὲν διὰ τῆς προσϕορᾶς τοῦ σώματος ᾽Ιησοῦ Χριστοῦ ἐϕάπαξ.
Verse: 11    
Καὶ πᾶς μὲν ἱερεὺς ἕστηκεν καϑ' ἡμέραν λειτουργῶν καὶ τὰς αὐτὰς πολλάκις προσϕέρων ϑυσίας, αἵτινες οὐδέποτε δύνανται περιελεῖν ἁμαρτίας.
Verse: 12    
οὗτος δὲ μίαν ὑπὲρ ἁμαρτιῶν προσενέγκας ϑυσίαν εἰς τὸ διηνεκὲς ἐκάϑισεν ἐν δεξιᾷ τοῦ ϑεοῦ,
Verse: 13    
τὸ λοιπὸν ἐκδεχόμενος ἕως τεϑῶσιν οἱ ἐχϑροὶ αὐτοῦ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ·
Verse: 14    
μιᾷ γὰρ προσϕορᾷ τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους.
Verse: 15    
Μαρτυρεῖ δὲ ἡμῖν καὶ τὸ πνεῦμα τὸ ἅγιον· μετὰ γὰρ τὸ εἰρηκέναι,
Verse: 16    
Αὕτη διαϑήκη ἣν διαϑήσομαιπρὸς αὐτοὺς μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει κύριος, διδοὺς νόμους μου ἐπὶ καρδίας αὐτῶν, καὶ ἐπὶ τὴν διάνοιαν αὐτῶν ἐπιγράψω αὐτούς,
Verse: 17    
καὶ τῶν ἁμαρτιῶν αὐτῶνκαὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ μνησϑήσομαι ἔτι.
Verse: 18    
ὅπου δὲ ἄϕεσις τούτων, οὐκέτι προσϕορὰ περὶ ἁμαρτίας.
Verse: 19    
῎Εχοντες οὖν, ἀδελϕοί, παρρησίαν εἰς τὴν εἴσοδον τῶν ἁγίων ἐν τῷ αἵματι ᾽Ιησοῦ,
Verse: 20    
ἣν ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσϕατον καὶ ζῶσαν διὰ τοῦ καταπετάσματος, τοῦτ' ἔστιν τῆς σαρκὸς αὐτοῦ,
Verse: 21    
καὶ ἱερέα μέγαν ἐπὶ τὸν οἶκον τοῦ ϑεοῦ,
Verse: 22    
προσερχώμεϑα μετὰ ἀληϑινῆς καρδίας ἐν πληροϕορίᾳ πίστεως, ῥεραντισμένοι τὰς καρδίας ἀπὸ συνειδήσεως πονηρᾶς καὶ λελουσμένοι τὸ σῶμα ὕδατι καϑαρῷ·
Verse: 23    
κατέχωμεν τὴν ὁμολογίαν τῆς ἐλπίδος ἀκλινῆ, πιστὸς γὰρ ἐπαγγειλάμενος·
Verse: 24    
καὶ κατανοῶμεν ἀλλήλους εἰς παροξυσμὸν ἀγάπης καὶ καλῶν ἔργων,
Verse: 25    
μὴ ἐγκαταλείποντες τὴν ἐπισυναγωγὴν ἑαυτῶν, καϑὼς ἔϑος τισίν, ἀλλὰ παρακαλοῦντες, καὶ τοσούτῳ μᾶλλον ὅσῳ βλέπετε ἐγγίζουσαν τὴν ἡμέραν.
Verse: 26    
῾Εκουσίως γὰρ ἁμαρτανόντων ἡμῶν μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληϑείας, οὐκέτι περὶ ἁμαρτιῶν ἀπολείπεται ϑυσία,
Verse: 27    
ϕοβερὰ δέ τις ἐκδοχὴ κρίσεως καὶ πυρὸς ζῆλος ἐσϑίειν μέλλοντος τοὺς ὑπεναντίους.
Verse: 28    
ἀϑετήσας τις νόμον Μωϋσέως χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν τρισὶν μάρτυσιν ἀποϑνῄσκει·
Verse: 29    
πόσῳ δοκεῖτε χείρονος ἀξιωϑήσεται τιμωρίας τὸν υἱὸν τοῦ ϑεοῦ καταπατήσας, καὶ τὸ αἷμα τῆς διαϑήκης κοινὸν ἡγησάμενος ἐν ἡγιάσϑη, καὶ τὸ πνεῦμα τῆς χάριτος ἐνυβρίσας;
Verse: 30    
οἴδαμεν γὰρ τὸν εἰπόντα, ᾽Εμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω· καὶ πάλιν, Κρινεῖ κύριος τὸν λαὸν αὐτοῦ.
Verse: 31    
ϕοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας ϑεοῦ ζῶντος.
Verse: 32    
᾽Αναμιμνῄσκεσϑε δὲ τὰς πρότερον ἡμέρας, ἐν αἷς ϕωτισϑέντες πολλὴν ἄϑλησιν ὑπεμείνατε παϑημάτων,
Verse: 33    
τοῦτο μὲν ὀνειδισμοῖς τε καὶ ϑλίψεσιν ϑεατριζόμενοι, τοῦτο δὲ κοινωνοὶ τῶν οὕτως ἀναστρεϕομένων γενηϑέντες·
Verse: 34    
καὶ γὰρ τοῖς δεσμίοις συνεπαϑήσατε, καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασϑε, γινώσκοντες ἔχειν ἑαυτοὺς κρείττονα ὕπαρξιν καὶ μένουσαν.
Verse: 35    
μὴ ἀποβάλητε οὖν τὴν παρρησίαν ὑμῶν, ἥτις ἔχει μεγάλην μισϑαποδοσίαν,
Verse: 36    
ὑπομονῆς γὰρ ἔχετε χρείαν ἵνα τὸ ϑέλημα τοῦ ϑεοῦ ποιήσαντες κομίσησϑε τὴν ἐπαγγελίαν.
Verse: 37    
ἔτι γὰρ μικρὸν ὅσον ὅσον, ἐρχόμενος ἥξει καὶ οὐ χρονίσει·
Verse: 38    
δὲ δίκαιός μου ἐκ πίστεως ζήσεται, καὶ ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ψυχή μου ἐν αὐτῷ.
Verse: 39    
ἡμεῖς δὲ οὐκ ἐσμὲν ὑποστολῆς εἰς ἀπώλειαν, ἀλλὰ πίστεως εἰς περιποίησιν ψυχῆς.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.