TITUS
Novum Testamentum graece
Part No. 217
Chapter: 11
Verse: 1
῎Εστιν
δὲ
πίστις
ἐλπιζομένων
ὑπόστασις
,
πραγμάτων
ἔλεγχος
οὐ
βλεπομένων
.
Verse: 2
ἐν
ταύτῃ
γὰρ
ἐμαρτυρήθησαν
οἱ
πρεσβύτεροι
.
Verse: 3
Πίστει
νοοῦμεν
κατηρτίσθαι
τοὺς
αἰῶνας
ῥήματι
θεοῦ
,
εἰς
τὸ
μὴ
ἐκ
ϕαινομένων
τὸ
βλεπόμενον
γεγονέναι
.
Verse: 4
Πίστει
πλείονα
θυσίαν
῞Αβελ
παρὰ
Κάϊν
προσήνεγκεν
τῷ
θεῷ
,
δι
'
ἧς
ἐμαρτυρήθη
εἶναι
δίκαιος
,
μαρτυροῦντος
ἐπὶ
τοῖς
δώροις
αὐτοῦ
τοῦ
θεοῦ
,
καὶ
δι
'
αὐτῆς
ἀποθανὼν
ἔτι
λαλεῖ
.
Verse: 5
Πίστει
῾Ενὼχ
μετετέθη
τοῦ
μὴ
ἰδεῖν
θάνατον
,
καὶ
οὐχ
ηὑρίσκετο
διότι
μετέθηκεν
αὐτὸν
ὁ
θεός
·πρὸ
γὰρ
τῆς
μεταθέσεως
μεμαρτύρηται
εὐαρεστηκέναι
τῷ
θεῷ
,
Verse: 6
χωρὶς
δὲ
πίστεως
ἀδύνατον
εὐαρεστῆσαι
,
πιστεῦσαι
γὰρ
δεῖ
τὸν
προσερχόμενον
τῷ
θεῷ
ὅτι
ἔστιν
καὶ
τοῖς
ἐκζητοῦσιν
αὐτὸν
μισθαποδότης
γίνεται
.
Verse: 7
Πίστει
χρηματισθεὶς
Νῶε
περὶ
τῶν
μηδέπω
βλεπομένων
εὐλαβηθεὶς
κατεσκεύασεν
κιβωτὸν
εἰς
σωτηρίαν
τοῦ
οἴκου
αὐτοῦ
,
δι
'
ἧς
κατέκρινεν
τὸν
κόσμον
,
καὶ
τῆς
κατὰ
πίστιν
δικαιοσύνης
ἐγένετο
κληρονόμος
.
Verse: 8
Πίστει
καλούμενος
᾽Αβραὰμ
ὑπήκουσεν
ἐξελθεῖν
εἰς
τόπον
ὃν
ἤμελλεν
λαμβάνειν
εἰς
κληρονομίαν
,
καὶ
ἐξῆλθεν
μὴ
ἐπιστάμενος
ποῦ
ἔρχεται
.
Verse: 9
Πίστει
παρῴκησεν
εἰς
γῆν
τῆς
ἐπαγγελίας
ὡς
ἀλλοτρίαν
,
ἐν
σκηναῖς
κατοικήσας
μετὰ
᾽Ισαὰκ
καὶ
᾽Ιακὼβ
τῶν
συγκληρονόμων
τῆς
ἐπαγγελίας
τῆς
αὐτῆς
·
Verse: 10
ἐξεδέχετο
γὰρ
τὴν
τοὺς
θεμελίους
ἔχουσαν
πόλιν
,
ἧς
τεχνίτης
καὶ
δημιουργὸς
ὁ
θεός
.
Verse: 11
Πίστει
καὶ
αὐτὴ
Σάρρα
στεῖρα
δύναμιν
εἰς
καταβολὴν
σπέρματος
ἔλαβεν
καὶ
παρὰ
καιρὸν
ἡλικίας
,
ἐπεὶ
πιστὸν
ἡγήσατο
τὸν
ἐπαγγειλάμενον
·
Verse: 12
διὸ
καὶ
ἀϕ
'
ἑνὸς
ἐγεννήθησαν
,
καὶ
ταῦτα
νενεκρωμένου
,
καθὼς
τὰ
ἄστρα
τοῦ
οὐρανοῦτῷ
πλήθει
καὶ
ὡς
ἡ
ἄμμος
ἡ
παρὰ
τὸ
χεῖλος
τῆς
θαλάσσης
ἡ
ἀναρίθμητος
.
Verse: 13
Κατὰ
πίστιν
ἀπέθανον
οὗτοι
πάντες
,
μὴ
κομισάμενοι
τὰς
ἐπαγγελίας
,
ἀλλὰ
πόρρωθεν
αὐτὰς
ἰδόντες
καὶ
ἀσπασάμενοι
,
καὶ
ὁμολογήσαντες
ὅτι
ξένοι
καὶ
παρεπίδημοί
εἰσιν
ἐπὶ
τῆς
γῆς
·
Verse: 14
οἱ
γὰρ
τοιαῦτα
λέγοντες
ἐμϕανίζουσιν
ὅτι
πατρίδα
ἐπιζητοῦσιν
.
Verse: 15
καὶ
εἰ
μὲν
ἐκείνης
μνημονεύουσιν
ἀϕ
'
ἧς
ἐξέβησαν
,
εἶχον
ἂν
καιρὸν
ἀνακάμψαι
·
Verse: 16
νῦν
δὲ
κρείττονος
ὀρέγονται
,
τοῦτ
'
ἔστιν
ἐπουρανίου
.
διὸ
οὐκ
ἐπαισχύνεται
αὐτοὺς
ὁ
θεὸς
θεὸς
ἐπικαλεῖσθαι
αὐτῶν
,
ἡτοίμασεν
γὰρ
αὐτοῖς
πόλιν
.
Verse: 17
Πίστει
προσενήνοχεν
᾽Αβραὰμ
τὸν
᾽Ισαὰκ
πειραζόμενος
,
καὶ
τὸν
μονογενῆ
προσέϕερεν
ὁ
τὰς
ἐπαγγελίας
ἀναδεξάμενος
,
Verse: 18
πρὸς
ὃν
ἐλαλήθη
ὅτι
᾽Εν
᾽Ισαὰκ
κληθήσεταί
σοι
σπέρμα
,
Verse: 19
λογισάμενος
ὅτι
καὶ
ἐκ
νεκρῶν
ἐγείρειν
δυνατὸς
ὁ
θεός
·
ὅθεν
αὐτὸν
καὶ
ἐν
παραβολῇ
ἐκομίσατο
.
Verse: 20
Πίστει
καὶ
περὶ
μελλόντων
εὐλόγησεν
᾽Ισαὰκ
τὸν
᾽Ιακὼβ
καὶ
τὸν
᾽Ησαῦ
.
Verse: 21
Πίστει
᾽Ιακὼβ
ἀποθνῄσκων
ἕκαστον
τῶν
υἱῶν
᾽Ιωσὴϕ
εὐλόγησεν
,
καὶ
προσεκύνησεν
ἐπὶ
τὸ
ἄκρον
τῆς
ῥάβδου
αὐτοῦ
.
Verse: 22
Πίστει
᾽Ιωσὴϕ
τελευτῶν
περὶ
τῆς
ἐξόδου
τῶν
υἱῶν
᾽Ισραὴλ
ἐμνημόνευσεν
,
καὶ
περὶ
τῶν
ὀστέων
αὐτοῦ
ἐνετείλατο
.
Verse: 23
Πίστει
Μωϋσῆς
γεννηθεὶς
ἐκρύβη
τρίμηνον
ὑπὸ
τῶν
πατέρων
αὐτοῦ
,
διότι
εἶδον
ἀστεῖον
τὸ
παιδίον
,
καὶ
οὐκ
ἐϕοβήθησαν
τὸ
διάταγμα
τοῦ
βασιλέως
.
Verse: 24
Πίστει
Μωϋσῆς
μέγας
γενόμενος
ἠρνήσατο
λέγεσθαι
υἱὸς
θυγατρὸς
Φαραώ
,
Verse: 25
μᾶλλον
ἑλόμενος
συγκακουχεῖσθαι
τῷ
λαῷ
τοῦ
θεοῦ
ἢ
πρόσκαιρον
ἔχειν
ἁμαρτίας
ἀπόλαυσιν
,
Verse: 26
μείζονα
πλοῦτον
ἡγησάμενος
τῶν
Αἰγύπτου
θησαυρῶν
τὸν
ὀνειδισμὸν
τοῦ
Χριστοῦ
,
ἀπέβλεπεν
γὰρ
εἰς
τὴν
μισθαποδοσίαν
.
Verse: 27
Πίστει
κατέλιπεν
Αἴγυπτον
,
μὴ
ϕοβηθεὶς
τὸν
θυμὸν
τοῦ
βασιλέως
,
τὸν
γὰρ
ἀόρατον
ὡς
ὁρῶν
ἐκαρτέρησεν
.
Verse: 28
Πίστει
πεποίηκεν
τὸ
πάσχα
καὶ
τὴν
πρόσχυσιν
τοῦ
αἵματος
,
ἵνα
μὴ
ὁ
ὁλοθρεύων
τὰ
πρωτότοκα
θίγῃ
αὐτῶν
.
Verse: 29
Πίστει
διέβησαν
τὴν
᾽Ερυθρὰν
Θάλασσαν
ὡς
διὰ
ξηρᾶς
γῆς
,
ἧς
πεῖραν
λαβόντες
οἱ
Αἰγύπτιοι
κατεπόθησαν
.
Verse: 30
Πίστει
τὰ
τείχη
᾽Ιεριχὼ
ἔπεσαν
κυκλωθέντα
ἐπὶ
ἑπτὰ
ἡμέρας
.
Verse: 31
Πίστει
῾Ραὰβ
ἡ
πόρνη
οὐ
συναπώλετο
τοῖς
ἀπειθήσασιν
,
δεξαμένη
τοὺς
κατασκόπους
μετ
'
εἰρήνης
.
Verse: 32
Καὶ
τί
ἔτι
λέγω
;
ἐπιλείψει
με
γὰρ
διηγούμενον
ὁ
χρόνος
περὶ
Γεδεών
,
Βαράκ
,
Σαμψών
,
᾽Ιεϕθάε
,
Δαυίδ
τε
καὶ
Σαμουὴλ
καὶ
τῶν
προϕητῶν
,
Verse: 33
οἳ
διὰ
πίστεως
κατηγωνίσαντο
βασιλείας
,
εἰργάσαντο
δικαιοσύνην
,
ἐπέτυχον
ἐπαγγελιῶν
,
ἔϕραξαν
στόματα
λεόντων
,
Verse: 34
ἔσβεσαν
δύναμιν
πυρός
,
ἔϕυγον
στόματα
μαχαίρης
,
ἐδυναμώθησαν
ἀπὸ
ἀσθενείας
,
ἐγενήθησαν
ἰσχυροὶ
ἐν
πολέμῳ
,
παρεμβολὰς
ἔκλιναν
ἀλλοτρίων
·
Verse: 35
ἔλαβον
γυναῖκες
ἐξ
ἀναστάσεως
τοὺς
νεκροὺς
αὐτῶν
·
ἄλλοι
δὲ
ἐτυμπανίσθησαν
,
οὐ
προσδεξάμενοι
τὴν
ἀπολύτρωσιν
,
ἵνα
κρείττονος
ἀναστάσεως
τύχωσιν
·
Verse: 36
ἕτεροι
δὲ
ἐμπαιγμῶν
καὶ
μαστίγων
πεῖραν
ἔλαβον
,
ἔτι
δὲ
δεσμῶν
καὶ
ϕυλακῆς
·
Verse: 37
ἐλιθάσθησαν
,
ἐπρίσθησαν
,
ἐν
ϕόνῳ
μαχαίρης
ἀπέθανον
,
περιῆλθον
ἐν
μηλωταῖς
,
ἐν
αἰγείοις
δέρμασιν
,
ὑστερούμενοι
,
θλιβόμενοι
,
κακουχούμενοι
,
Verse: 38
ὧν
οὐκ
ἦν
ἄξιος
ὁ
κόσμος
,
ἐπὶ
ἐρημίαις
πλανώμενοι
καὶ
ὄρεσιν
καὶ
σπηλαίοις
καὶ
ταῖς
ὀπαῖς
τῆς
γῆς
.
Verse: 39
Καὶ
οὗτοι
πάντες
μαρτυρηθέντες
διὰ
τῆς
πίστεως
οὐκ
ἐκομίσαντο
τὴν
ἐπαγγελίαν
,
Verse: 40
τοῦ
θεοῦ
περὶ
ἡμῶν
κρεῖττόν
τι
προβλεψαμένου
,
ἵνα
μὴ
χωρὶς
ἡμῶν
τελειωθῶσιν
. /
This text is part of the
TITUS
edition of
Novum Testamentum graece
.
Copyright
TITUS Project
, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.