TITUS
Novum Testamentum graece
Part No. 218
Chapter: 12
Verse: 1
Τοιγαροῦν
καὶ
ἡμεῖς
,
τοσοῦτον
ἔχοντες
περικείμενον
ἡμῖν
νέϕος
μαρτύρων
,
ὄγκον
ἀποθέμενοι
πάντα
καὶ
τὴν
εὐπερίστατον
ἁμαρτίαν
,
δι
'
ὑπομονῆς
τρέχωμεν
τὸν
προκείμενον
ἡμῖν
ἀγῶνα
,
Verse: 2
ἀϕορῶντες
εἰς
τὸν
τῆς
πίστεως
ἀρχηγὸν
καὶ
τελειωτὴν
᾽Ιησοῦν
,
ὃς
ἀντὶ
τῆς
προκειμένης
αὐτῷ
χαρᾶς
ὑπέμεινεν
σταυρὸν
αἰσχύνης
καταϕρονήσας
,
ἐν
δεξιᾷ
τε
τοῦ
θρόνου
τοῦ
θεοῦ
κεκάθικεν
.
Verse: 3
ἀναλογίσασθε
γὰρ
τὸν
τοιαύτην
ὑπομεμενηκότα
ὑπὸ
τῶν
ἁμαρτωλῶν
εἰς
ἑαυτὸν
ἀντιλογίαν
,
ἵνα
μὴ
κάμητε
ταῖς
ψυχαῖς
ὑμῶν
ἐκλυόμενοι
.
Verse: 4
Οὔπω
μέχρις
αἵματος
ἀντικατέστητε
πρὸς
τὴν
ἁμαρτίαν
ἀνταγωνιζόμενοι
,
Verse: 5
καὶ
ἐκλέλησθε
τῆς
παρακλήσεως
,
ἥτις
ὑμῖν
ὡς
υἱοῖς
διαλέγεται
,
Υἱέ
μου
,
μὴ
ὀλιγώρει
παιδείας
κυρίου
,
μηδὲ
ἐκλύου
ὑπ
'
αὐτοῦ
ἐλεγχόμενος
·
Verse: 6
ὃν
γὰρ
ἀγαπᾷ
κύριος
παιδεύει
,
μαστιγοῖ
δὲ
πάντα
υἱὸν
ὃν
παραδέχεται
.
Verse: 7
εἰς
παιδείαν
ὑπομένετε
·
ὡς
υἱοῖς
ὑμῖν
προσϕέρεται
ὁ
θεός
·
τίς
γὰρ
υἱὸς
ὃν
οὐ
παιδεύει
πατήρ
;
Verse: 8
εἰ
δὲ
χωρίς
ἐστε
παιδείας
ἧς
μέτοχοι
γεγόνασιν
πάντες
,
ἄρα
νόθοι
καὶ
οὐχ
υἱοί
ἐστε
.
Verse: 9
εἶτα
τοὺς
μὲν
τῆς
σαρκὸς
ἡμῶν
πατέρας
εἴχομεν
παιδευτὰς
καὶ
ἐνετρεπόμεθα
·
οὐ
πολὺ
[δὲ]
μᾶλλον
ὑποταγησόμεθα
τῷ
πατρὶ
τῶν
πνευμάτων
καὶ
ζήσομεν
;
Verse: 10
οἱ
μὲν
γὰρ
πρὸς
ὀλίγας
ἡμέρας
κατὰ
τὸ
δοκοῦν
αὐτοῖς
ἐπαίδευον
,
ὁ
δὲ
ἐπὶ
τὸ
συμϕέρον
εἰς
τὸ
μεταλαβεῖν
τῆς
ἁγιότητος
αὐτοῦ
.
Verse: 11
πᾶσα
δὲ
παιδεία
πρὸς
μὲν
τὸ
παρὸν
οὐ
δοκεῖ
χαρᾶς
εἶναι
ἀλλὰ
λύπης
,
ὕστερον
δὲ
καρπὸν
εἰρηνικὸν
τοῖς
δι
'
αὐτῆς
γεγυμνασμένοις
ἀποδίδωσιν
δικαιοσύνης
.
Verse: 12
Διὸ
τὰς
παρειμένας
χεῖρας
καὶ
τὰ
παραλελυμένα
γόνατα
ἀνορθώσατε
,
Verse: 13
καὶ
τροχιὰς
ὀρθὰς
ποιεῖτε
τοῖς
ποσὶν
ὑμῶν
,
ἵνα
μὴ
τὸ
χωλὸν
ἐκτραπῇ
,
ἰαθῇ
δὲ
μᾶλλον
.
Verse: 14
Εἰρήνην
διώκετε
μετὰ
πάντων
,
καὶ
τὸν
ἁγιασμόν
,
οὗ
χωρὶς
οὐδεὶς
ὄψεται
τὸν
κύριον
,
Verse: 15
ἐπισκοποῦντες
μή
τις
ὑστερῶν
ἀπὸ
τῆς
χάριτος
τοῦ
θεοῦ
,
μή
τις
ῥίζα
πικρίας
ἄνω
ϕύουσα
ἐνοχλῇ
καὶ
δι
'
αὐτῆς
μιανθῶσιν
πολλοί
,
Verse: 16
μή
τις
πόρνος
ἢ
βέβηλος
ὡς
᾽Ησαῦ
,
ὃς
ἀντὶ
βρώσεως
μιᾶς
ἀπέδοτο
τὰ
πρωτοτόκια
αὐτοῦ
.
Verse: 17
ἴστε
γὰρ
ὅτι
καὶ
μετέπειτα
θέλων
κληρονομῆσαι
τὴν
εὐλογίαν
ἀπεδοκιμάσθη
,
μετανοίας
γὰρ
τόπον
οὐχ
εὗρεν
,
καίπερ
μετὰ
δακρύων
ἐκζητήσας
αὐτήν
.
Verse: 18
Οὐ
γὰρ
προσεληλύθατε
ψηλαϕωμένῳ
[ὄρει]
καὶ
κεκαυμένῳ
πυρὶ
καὶ
γνόϕῳ
καὶ
ζόϕῳ
καὶ
θυέλλῃ
Verse: 19
καὶ
σάλπιγγος
ἤχῳ
καὶ
ϕωνῇ
ῥημάτων
,
ἧς
οἱ
ἀκούσαντες
παρῃτήσαντο
μὴ
προστεθῆναι
αὐτοῖς
λόγον
·
Verse: 20
οὐκ
ἔϕερον
γὰρ
τὸ
διαστελλόμενον
,
Κἂν
θηρίον
θίγῃ
τοῦ
ὄρους
,
λιθοβοληθήσεται
·
Verse: 21
καί
,
οὕτω
ϕοβερὸν
ἦν
τὸ
ϕανταζόμενον
,
Μωϋσῆς
εἶπεν
,
῎Εκϕοβός
εἰμικαὶ
ἔντρομος
.
Verse: 22
ἀλλὰ
προσεληλύθατε
Σιὼν
ὄρει
καὶ
πόλει
θεοῦ
ζῶντος
,
᾽Ιερουσαλὴμ
ἐπουρανίῳ
,
καὶ
μυριάσιν
ἀγγέλων
,
πανηγύρει
Verse: 23
καὶ
ἐκκλησίᾳ
πρωτοτόκων
ἀπογεγραμμένων
ἐν
οὐρανοῖς
,
καὶ
κριτῇ
θεῷ
πάντων
,
καὶ
πνεύμασι
δικαίων
τετελειωμένων
,
Verse: 24
καὶ
διαθήκης
νέας
μεσίτῃ
᾽Ιησοῦ
,
καὶ
αἵματι
ῥαντισμοῦ
κρεῖττον
λαλοῦντι
παρὰ
τὸν
῞Αβελ
.
Verse: 25
Βλέπετε
μὴ
παραιτήσησθε
τὸν
λαλοῦντα
·
εἰ
γὰρ
ἐκεῖνοι
οὐκ
ἐξέϕυγον
ἐπὶ
γῆς
παραιτησάμενοι
τὸν
χρηματίζοντα
,
πολὺ
μᾶλλον
ἡμεῖς
οἱ
τὸν
ἀπ
'
οὐρανῶν
ἀποστρεϕόμενοι
·
Verse: 26
οὗ
ἡ
ϕωνὴ
τὴν
γῆν
ἐσάλευσεν
τότε
,
νῦν
δὲ
ἐπήγγελται
λέγων
,
῎Ετι
ἅπαξ
ἐγὼ
σείσω
οὐ
μόνον
τὴν
γῆν
ἀλλὰ
καὶ
τὸν
οὐρανόν
.
Verse: 27
τὸ
δέ
,
῎Ετι
ἅπαξδηλοῖ
[τὴν]
τῶν
σαλευομένων
μετάθεσιν
ὡς
πεποιημένων
,
ἵνα
μείνῃ
τὰ
μὴ
σαλευόμενα
.
Verse: 28
Διὸ
βασιλείαν
ἀσάλευτον
παραλαμβάνοντες
ἔχωμεν
χάριν
,
δι
'
ἧς
λατρεύωμεν
εὐαρέστως
τῷ
θεῷ
μετὰ
εὐλαβείας
καὶ
δέους
·
Verse: 29
καὶ
γὰρ
ὁ
θεὸς
ἡμῶν
πῦρ
καταναλίσκον
.
This text is part of the
TITUS
edition of
Novum Testamentum graece
.
Copyright
TITUS Project
, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.