TITUS
Novum Testamentum graece
Part No. 217
Previous part

Chapter: 11 
Verse: 1    ῎Εστιν δὲ πίστις ἐλπιζομένων ὑπόστασις, πραγμάτων ἔλεγχος οὐ βλεπομένων.
Verse: 2    
ἐν ταύτῃ γὰρ ἐμαρτυρήϑησαν οἱ πρεσβύτεροι.
Verse: 3    
Πίστει νοοῦμεν κατηρτίσϑαι τοὺς αἰῶνας ῥήματι ϑεοῦ, εἰς τὸ μὴ ἐκ ϕαινομένων τὸ βλεπόμενον γεγονέναι.
Verse: 4    
Πίστει πλείονα ϑυσίαν ῞Αβελ παρὰ Κάϊν προσήνεγκεν τῷ ϑεῷ, δι' ἧς ἐμαρτυρήϑη εἶναι δίκαιος, μαρτυροῦντος ἐπὶ τοῖς δώροις αὐτοῦ τοῦ ϑεοῦ, καὶ δι' αὐτῆς ἀποϑανὼν ἔτι λαλεῖ.
Verse: 5    
Πίστει ῾Ενὼχ μετετέϑη τοῦ μὴ ἰδεῖν ϑάνατον, καὶ οὐχ ηὑρίσκετο διότι μετέϑηκεν αὐτὸν ϑεός·πρὸ γὰρ τῆς μεταϑέσεως μεμαρτύρηται εὐαρεστηκέναι τῷ ϑεῷ,
Verse: 6    
χωρὶς δὲ πίστεως ἀδύνατον εὐαρεστῆσαι, πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον τῷ ϑεῷ ὅτι ἔστιν καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισϑαποδότης γίνεται.
Verse: 7    
Πίστει χρηματισϑεὶς Νῶε περὶ τῶν μηδέπω βλεπομένων εὐλαβηϑεὶς κατεσκεύασεν κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ, δι' ἧς κατέκρινεν τὸν κόσμον, καὶ τῆς κατὰ πίστιν δικαιοσύνης ἐγένετο κληρονόμος.
Verse: 8    
Πίστει καλούμενος ᾽Αβραὰμ ὑπήκουσεν ἐξελϑεῖν εἰς τόπον ὃν ἤμελλεν λαμβάνειν εἰς κληρονομίαν, καὶ ἐξῆλϑεν μὴ ἐπιστάμενος ποῦ ἔρχεται.
Verse: 9    
Πίστει παρῴκησεν εἰς γῆν τῆς ἐπαγγελίας ὡς ἀλλοτρίαν, ἐν σκηναῖς κατοικήσας μετὰ ᾽Ισαὰκ καὶ ᾽Ιακὼβ τῶν συγκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς·
Verse: 10    
ἐξεδέχετο γὰρ τὴν τοὺς ϑεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ϑεός.
Verse: 11    
Πίστει καὶ αὐτὴ Σάρρα στεῖρα δύναμιν εἰς καταβολὴν σπέρματος ἔλαβεν καὶ παρὰ καιρὸν ἡλικίας, ἐπεὶ πιστὸν ἡγήσατο τὸν ἐπαγγειλάμενον·
Verse: 12    
διὸ καὶ ἀϕ' ἑνὸς ἐγεννήϑησαν, καὶ ταῦτα νενεκρωμένου, καϑὼς τὰ ἄστρα τοῦ οὐρανοῦτῷ πλήϑει καὶ ὡς ἄμμος παρὰ τὸ χεῖλος τῆς ϑαλάσσης ἀναρίϑμητος.
Verse: 13    
Κατὰ πίστιν ἀπέϑανον οὗτοι πάντες, μὴ κομισάμενοι τὰς ἐπαγγελίας, ἀλλὰ πόρρωϑεν αὐτὰς ἰδόντες καὶ ἀσπασάμενοι, καὶ ὁμολογήσαντες ὅτι ξένοι καὶ παρεπίδημοί εἰσιν ἐπὶ τῆς γῆς·
Verse: 14    
οἱ γὰρ τοιαῦτα λέγοντες ἐμϕανίζουσιν ὅτι πατρίδα ἐπιζητοῦσιν.
Verse: 15    
καὶ εἰ μὲν ἐκείνης μνημονεύουσιν ἀϕ' ἧς ἐξέβησαν, εἶχον ἂν καιρὸν ἀνακάμψαι·
Verse: 16    
νῦν δὲ κρείττονος ὀρέγονται, τοῦτ' ἔστιν ἐπουρανίου. διὸ οὐκ ἐπαισχύνεται αὐτοὺς ϑεὸς ϑεὸς ἐπικαλεῖσϑαι αὐτῶν, ἡτοίμασεν γὰρ αὐτοῖς πόλιν.
Verse: 17    
Πίστει προσενήνοχεν ᾽Αβραὰμ τὸν ᾽Ισαὰκ πειραζόμενος, καὶ τὸν μονογενῆ προσέϕερεν τὰς ἐπαγγελίας ἀναδεξάμενος,
Verse: 18    
πρὸς ὃν ἐλαλήϑη ὅτι ᾽Εν ᾽Ισαὰκ κληϑήσεταί σοι σπέρμα,
Verse: 19    
λογισάμενος ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ϑεός· ὅϑεν αὐτὸν καὶ ἐν παραβολῇ ἐκομίσατο.
Verse: 20    
Πίστει καὶ περὶ μελλόντων εὐλόγησεν ᾽Ισαὰκ τὸν ᾽Ιακὼβ καὶ τὸν ᾽Ησαῦ.
Verse: 21    
Πίστει ᾽Ιακὼβ ἀποϑνῄσκων ἕκαστον τῶν υἱῶν ᾽Ιωσὴϕ εὐλόγησεν, καὶ προσεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ.
Verse: 22    
Πίστει ᾽Ιωσὴϕ τελευτῶν περὶ τῆς ἐξόδου τῶν υἱῶν ᾽Ισραὴλ ἐμνημόνευσεν, καὶ περὶ τῶν ὀστέων αὐτοῦ ἐνετείλατο.
Verse: 23    
Πίστει Μωϋσῆς γεννηϑεὶς ἐκρύβη τρίμηνον ὑπὸ τῶν πατέρων αὐτοῦ, διότι εἶδον ἀστεῖον τὸ παιδίον, καὶ οὐκ ἐϕοβήϑησαν τὸ διάταγμα τοῦ βασιλέως.
Verse: 24    
Πίστει Μωϋσῆς μέγας γενόμενος ἠρνήσατο λέγεσϑαι υἱὸς ϑυγατρὸς Φαραώ,
Verse: 25    
μᾶλλον ἑλόμενος συγκακουχεῖσϑαι τῷ λαῷ τοῦ ϑεοῦ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν,
Verse: 26    
μείζονα πλοῦτον ἡγησάμενος τῶν Αἰγύπτου ϑησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ, ἀπέβλεπεν γὰρ εἰς τὴν μισϑαποδοσίαν.
Verse: 27    
Πίστει κατέλιπεν Αἴγυπτον, μὴ ϕοβηϑεὶς τὸν ϑυμὸν τοῦ βασιλέως, τὸν γὰρ ἀόρατον ὡς ὁρῶν ἐκαρτέρησεν.
Verse: 28    
Πίστει πεποίηκεν τὸ πάσχα καὶ τὴν πρόσχυσιν τοῦ αἵματος, ἵνα μὴ ὁλοϑρεύων τὰ πρωτότοκα ϑίγῃ αὐτῶν.
Verse: 29    
Πίστει διέβησαν τὴν ᾽Ερυϑρὰν Θάλασσαν ὡς διὰ ξηρᾶς γῆς, ἧς πεῖραν λαβόντες οἱ Αἰγύπτιοι κατεπόϑησαν.
Verse: 30    
Πίστει τὰ τείχη ᾽Ιεριχὼ ἔπεσαν κυκλωϑέντα ἐπὶ ἑπτὰ ἡμέρας.
Verse: 31    
Πίστει ῾Ραὰβ πόρνη οὐ συναπώλετο τοῖς ἀπειϑήσασιν, δεξαμένη τοὺς κατασκόπους μετ' εἰρήνης.
Verse: 32    
Καὶ τί ἔτι λέγω; ἐπιλείψει με γὰρ διηγούμενον χρόνος περὶ Γεδεών, Βαράκ, Σαμψών, ᾽Ιεϕϑάε, Δαυίδ τε καὶ Σαμουὴλ καὶ τῶν προϕητῶν,
Verse: 33    
οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔϕραξαν στόματα λεόντων,
Verse: 34    
ἔσβεσαν δύναμιν πυρός, ἔϕυγον στόματα μαχαίρης, ἐδυναμώϑησαν ἀπὸ ἀσϑενείας, ἐγενήϑησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων·
Verse: 35    
ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσϑησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν·
Verse: 36    
ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ ϕυλακῆς·
Verse: 37    
ἐλιϑάσϑησαν, ἐπρίσϑησαν, ἐν ϕόνῳ μαχαίρης ἀπέϑανον, περιῆλϑον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, ϑλιβόμενοι, κακουχούμενοι,
Verse: 38    
ὧν οὐκ ἦν ἄξιος κόσμος, ἐπὶ ἐρημίαις πλανώμενοι καὶ ὄρεσιν καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς.
Verse: 39    
Καὶ οὗτοι πάντες μαρτυρηϑέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν,
Verse: 40    
τοῦ ϑεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωϑῶσιν. /

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.