TITUS
Novum Testamentum graece
Part No. 218
Previous part

Chapter: 12 
Verse: 1    Τοιγαροῦν καὶ ἡμεῖς, τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέϕος μαρτύρων, ὄγκον ἀποϑέμενοι πάντα καὶ τὴν εὐπερίστατον ἁμαρτίαν, δι' ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα,
Verse: 2    
ἀϕορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν ᾽Ιησοῦν, ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινεν σταυρὸν αἰσχύνης καταϕρονήσας, ἐν δεξιᾷ τε τοῦ ϑρόνου τοῦ ϑεοῦ κεκάϑικεν.
Verse: 3    
ἀναλογίσασϑε γὰρ τὸν τοιαύτην ὑπομεμενηκότα ὑπὸ τῶν ἁμαρτωλῶν εἰς ἑαυτὸν ἀντιλογίαν, ἵνα μὴ κάμητε ταῖς ψυχαῖς ὑμῶν ἐκλυόμενοι.
Verse: 4    
Οὔπω μέχρις αἵματος ἀντικατέστητε πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι,
Verse: 5    
καὶ ἐκλέλησϑε τῆς παρακλήσεως, ἥτις ὑμῖν ὡς υἱοῖς διαλέγεται, Υἱέ μου, μὴ ὀλιγώρει παιδείας κυρίου, μηδὲ ἐκλύου ὑπ' αὐτοῦ ἐλεγχόμενος·
Verse: 6    
ὃν γὰρ ἀγαπᾷ κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται.
Verse: 7    
εἰς παιδείαν ὑπομένετε· ὡς υἱοῖς ὑμῖν προσϕέρεται ϑεός· τίς γὰρ υἱὸς ὃν οὐ παιδεύει πατήρ;
Verse: 8    
εἰ δὲ χωρίς ἐστε παιδείας ἧς μέτοχοι γεγόνασιν πάντες, ἄρα νόϑοι καὶ οὐχ υἱοί ἐστε.
Verse: 9    
εἶτα τοὺς μὲν τῆς σαρκὸς ἡμῶν πατέρας εἴχομεν παιδευτὰς καὶ ἐνετρεπόμεϑα· οὐ πολὺ [δὲ] μᾶλλον ὑποταγησόμεϑα τῷ πατρὶ τῶν πνευμάτων καὶ ζήσομεν;
Verse: 10    
οἱ μὲν γὰρ πρὸς ὀλίγας ἡμέρας κατὰ τὸ δοκοῦν αὐτοῖς ἐπαίδευον, δὲ ἐπὶ τὸ συμϕέρον εἰς τὸ μεταλαβεῖν τῆς ἁγιότητος αὐτοῦ.
Verse: 11    
πᾶσα δὲ παιδεία πρὸς μὲν τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι ἀλλὰ λύπης, ὕστερον δὲ καρπὸν εἰρηνικὸν τοῖς δι' αὐτῆς γεγυμνασμένοις ἀποδίδωσιν δικαιοσύνης.
Verse: 12    
Διὸ τὰς παρειμένας χεῖρας καὶ τὰ παραλελυμένα γόνατα ἀνορϑώσατε,
Verse: 13    
καὶ τροχιὰς ὀρϑὰς ποιεῖτε τοῖς ποσὶν ὑμῶν, ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαϑῇ δὲ μᾶλλον.
Verse: 14    
Εἰρήνην διώκετε μετὰ πάντων, καὶ τὸν ἁγιασμόν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν κύριον,
Verse: 15    
ἐπισκοποῦντες μή τις ὑστερῶν ἀπὸ τῆς χάριτος τοῦ ϑεοῦ, μή τις ῥίζα πικρίας ἄνω ϕύουσα ἐνοχλῇ καὶ δι' αὐτῆς μιανϑῶσιν πολλοί,
Verse: 16    
μή τις πόρνος βέβηλος ὡς ᾽Ησαῦ, ὃς ἀντὶ βρώσεως μιᾶς ἀπέδοτο τὰ πρωτοτόκια αὐτοῦ.
Verse: 17    
ἴστε γὰρ ὅτι καὶ μετέπειτα ϑέλων κληρονομῆσαι τὴν εὐλογίαν ἀπεδοκιμάσϑη, μετανοίας γὰρ τόπον οὐχ εὗρεν, καίπερ μετὰ δακρύων ἐκζητήσας αὐτήν.
Verse: 18    
Οὐ γὰρ προσεληλύϑατε ψηλαϕωμένῳ [ὄρει] καὶ κεκαυμένῳ πυρὶ καὶ γνόϕῳ καὶ ζόϕῳ καὶ ϑυέλλῃ
Verse: 19    
καὶ σάλπιγγος ἤχῳ καὶ ϕωνῇ ῥημάτων, ἧς οἱ ἀκούσαντες παρῃτήσαντο μὴ προστεϑῆναι αὐτοῖς λόγον·
Verse: 20    
οὐκ ἔϕερον γὰρ τὸ διαστελλόμενον, Κἂν ϑηρίον ϑίγῃ τοῦ ὄρους, λιϑοβοληϑήσεται·
Verse: 21    
καί, οὕτω ϕοβερὸν ἦν τὸ ϕανταζόμενον, Μωϋσῆς εἶπεν, ῎Εκϕοβός εἰμικαὶ ἔντρομος.
Verse: 22    
ἀλλὰ προσεληλύϑατε Σιὼν ὄρει καὶ πόλει ϑεοῦ ζῶντος, ᾽Ιερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων, πανηγύρει
Verse: 23    
καὶ ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς, καὶ κριτῇ ϑεῷ πάντων, καὶ πνεύμασι δικαίων τετελειωμένων,
Verse: 24    
καὶ διαϑήκης νέας μεσίτῃ ᾽Ιησοῦ, καὶ αἵματι ῥαντισμοῦ κρεῖττον λαλοῦντι παρὰ τὸν ῞Αβελ.
Verse: 25    
Βλέπετε μὴ παραιτήσησϑε τὸν λαλοῦντα· εἰ γὰρ ἐκεῖνοι οὐκ ἐξέϕυγον ἐπὶ γῆς παραιτησάμενοι τὸν χρηματίζοντα, πολὺ μᾶλλον ἡμεῖς οἱ τὸν ἀπ' οὐρανῶν ἀποστρεϕόμενοι·
Verse: 26    
οὗ ϕωνὴ τὴν γῆν ἐσάλευσεν τότε, νῦν δὲ ἐπήγγελται λέγων, ῎Ετι ἅπαξ ἐγὼ σείσω οὐ μόνον τὴν γῆν ἀλλὰ καὶ τὸν οὐρανόν.
Verse: 27    
τὸ δέ, ῎Ετι ἅπαξδηλοῖ [τὴν] τῶν σαλευομένων μετάϑεσιν ὡς πεποιημένων, ἵνα μείνῃ τὰ μὴ σαλευόμενα.
Verse: 28    
Διὸ βασιλείαν ἀσάλευτον παραλαμβάνοντες ἔχωμεν χάριν, δι' ἧς λατρεύωμεν εὐαρέστως τῷ ϑεῷ μετὰ εὐλαβείας καὶ δέους·
Verse: 29    
καὶ γὰρ ϑεὸς ἡμῶν πῦρ καταναλίσκον.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.