TITUS
Novum Testamentum graece
Part No. 219
Previous part

Chapter: 13 
Verse: 1    ῾Η ϕιλαδελϕία μενέτω.
Verse: 2    
τῆς ϕιλοξενίας μὴ ἐπιλανϑάνεσϑε, διὰ ταύτης γὰρ ἔλαϑόν τινες ξενίσαντες ἀγγέλους.
Verse: 3    
μιμνῄσκεσϑε τῶν δεσμίων ὡς συνδεδεμένοι, τῶν κακουχουμένων ὡς καὶ αὐτοὶ ὄντες ἐν σώματι.
Verse: 4    
Τίμιος γάμος ἐν πᾶσιν καὶ κοίτη ἀμίαντος, πόρνους γὰρ καὶ μοιχοὺς κρινεῖ ϑεός.
Verse: 5    
᾽Αϕιλάργυρος τρόπος· ἀρκούμενοι τοῖς παροῦσιν· αὐτὸς γὰρ εἴρηκεν, Οὐ μή σε ἀνῶ οὐδ' οὐ μή σε ἐγκαταλίπω·
Verse: 6    
ὥστε ϑαρροῦντας ἡμᾶς λέγειν, Κύριος ἐμοὶ βοηϑός, [καὶ] οὐ ϕοβηϑήσομαι· τί ποιήσει μοι ἄνϑρωπος;
Verse: 7    
Μνημονεύετε τῶν ἡγουμένων ὑμῶν, οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ ϑεοῦ, ὧν ἀναϑεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροϕῆς μιμεῖσϑε τὴν πίστιν.
Verse: 8    
᾽Ιησοῦς Χριστὸς ἐχϑὲς καὶ σήμερον αὐτός, καὶ εἰς τοὺς αἰῶνας.
Verse: 9    
διδαχαῖς ποικίλαις καὶ ξέναις μὴ παραϕέρεσϑε· καλὸν γὰρ χάριτι βεβαιοῦσϑαι τὴν καρδίαν, οὐ βρώμασιν, ἐν οἷς οὐκ ὠϕελήϑησαν οἱ περιπατοῦντες.
Verse: 10    
ἔχομεν ϑυσιαστήριον ἐξ οὗ ϕαγεῖν οὐκ ἔχουσιν ἐξουσίαν οἱ τῇ σκηνῇ λατρεύοντες.
Verse: 11    
ὧν γὰρ εἰσϕέρεται ζῴων τὸ αἷμα περὶ ἁμαρτίας εἰς τὰ ἅγια διὰ τοῦ ἀρχιερέως, τούτων τὰ σώματα κατακαίεται ἔξω τῆς παρεμβολῆς.
Verse: 12    
διὸ καὶ ᾽Ιησοῦς, ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵματος τὸν λαόν, ἔξω τῆς πύλης ἔπαϑεν.
Verse: 13    
τοίνυν ἐξερχώμεϑα πρὸς αὐτὸν ἔξω τῆς παρεμβολῆς, τὸν ὀνειδισμὸν αὐτοῦ ϕέροντες·
Verse: 14    
οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν.
Verse: 15    
δι' αὐτοῦ οὖν ἀναϕέρωμεν ϑυσίαν αἰνέσεως διὰ παντὸς τῷ ϑεῷ, τοῦτ' ἔστιν καρπὸν χειλέων ὁμολογούντων τῷ ὀνόματι αὐτοῦ.
Verse: 16    
τῆς δὲ εὐποιίας καὶ κοινωνίας μὴ ἐπιλανϑάνεσϑε, τοιαύταις γὰρ ϑυσίαις εὐαρεστεῖται ϑεός.
Verse: 17    
Πείϑεσϑε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε, αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν ὡς λόγον ἀποδώσοντες, ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσιν καὶ μὴ στενάζοντες, ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο.
Verse: 18    
Προσεύχεσϑε περὶ ἡμῶν, πειϑόμεϑα γὰρ ὅτι καλὴν συνείδησιν ἔχομεν, ἐν πᾶσιν καλῶς ϑέλοντες ἀναστρέϕεσϑαι.
Verse: 19    
περισσοτέρως δὲ παρακαλῶ τοῦτο ποιῆσαι ἵνα τάχιον ἀποκατασταϑῶ ὑμῖν.
Verse: 20    
῾Ο δὲ ϑεὸς τῆς εἰρήνης, ἀναγαγὼν ἐκ νεκρῶν τὸν ποιμένα τῶν προβάτων τὸν μέγαν ἐν αἵματι διαϑήκης αἰωνίου, τὸν κύριον ἡμῶν ᾽Ιησοῦν,
Verse: 21    
καταρτίσαι ὑμᾶς ἐν παντὶ ἀγαϑῷ εἰς τὸ ποιῆσαι τὸ ϑέλημα αὐτοῦ, ποιῶν ἐν ἡμῖν τὸ εὐάρεστον ἐνώπιον αὐτοῦ διὰ ᾽Ιησοῦ Χριστοῦ, δόξα εἰς τοὺς αἰῶνας [τῶν αἰώνων]· ἀμήν.
Verse: 22    
Παρακαλῶ δὲ ὑμᾶς, ἀδελϕοί, ἀνέχεσϑε τοῦ λόγου τῆς παρακλήσεως, καὶ γὰρ διὰ βραχέων ἐπέστειλα ὑμῖν.
Verse: 23    
Γινώσκετε τὸν ἀδελϕὸν ἡμῶν Τιμόϑεον ἀπολελυμένον, μεϑ' οὗ ἐὰν τάχιον ἔρχηται ὄψομαι ὑμᾶς.
Verse: 24    
᾽Ασπάσασϑε πάντας τοὺς ἡγουμένους ὑμῶν καὶ πάντας τοὺς ἁγίους. ἀσπάζονται ὑμᾶς οἱ ἀπὸ τῆς ᾽Ιταλίας.
Verse: 25    
χάρις μετὰ πάντων ὑμῶν.






Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.