TITUS
Novum Testamentum graece
Part No. 212
Previous part

Chapter: 6 
Verse: 1    Διὸ ἀϕέντες τὸν τῆς ἀρχῆς τοῦ Χριστοῦ λόγον ἐπὶ τὴν τελειότητα ϕερώμεϑα, μὴ πάλιν ϑεμέλιον καταβαλλόμενοι μετανοίας ἀπὸ νεκρῶν ἔργων, καὶ πίστεως ἐπὶ ϑεόν,
Verse: 2    
βαπτισμῶν διδαχῆς, ἐπιϑέσεώς τε χειρῶν, ἀναστάσεώς τε νεκρῶν, καὶ κρίματος αἰωνίου.
Verse: 3    
καὶ τοῦτο ποιήσομεν ἐάνπερ ἐπιτρέπῃ ϑεός.
Verse: 4    
᾽Αδύνατον γὰρ τοὺς ἅπαξ ϕωτισϑέντας, γευσαμένους τε τῆς δωρεᾶς τῆς ἐπουρανίου καὶ μετόχους γενηϑέντας πνεύματος ἁγίου
Verse: 5    
καὶ καλὸν γευσαμένους ϑεοῦ ῥῆμα δυνάμεις τε μέλλοντος αἰῶνος,
Verse: 6    
καὶ παραπεσόντας, πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν, ἀνασταυροῦντας ἑαυτοῖς τὸν υἱὸν τοῦ ϑεοῦ καὶ παραδειγματίζοντας.
Verse: 7    
γῆ γὰρ πιοῦσα τὸν ἐπ' αὐτῆς ἐρχόμενον πολλάκις ὑετόν, καὶ τίκτουσα βοτάνην εὔϑετον ἐκείνοις δι' οὓς καὶ γεωργεῖται, μεταλαμβάνει εὐλογίας ἀπὸ τοῦ ϑεοῦ·
Verse: 8    
ἐκϕέρουσαδὲ ἀκάνϑας καὶ τριβόλους ἀδόκιμος καὶ κατάρας ἐγγύς, ἧς τὸ τέλος εἰς καῦσιν.
Verse: 9    
Πεπείσμεϑα δὲ περὶ ὑμῶν, ἀγαπητοί, τὰ κρείσσονα καὶ ἐχόμενα σωτηρίας, εἰ καὶ οὕτως λαλοῦμεν·
Verse: 10    
οὐ γὰρ ἄδικος ϑεὸς ἐπιλαϑέσϑαι τοῦ ἔργου ὑμῶν καὶ τῆς ἀγάπης ἧς ἐνεδείξασϑε εἰς τὸ ὄνομα αὐτοῦ, διακονήσαντες τοῖς ἁγίοις καὶ διακονοῦντες.
Verse: 11    
ἐπιϑυμοῦμεν δὲ ἕκαστον ὑμῶν τὴν αὐτὴν ἐνδείκνυσϑαι σπουδὴν πρὸς τὴν πληροϕορίαν τῆς ἐλπίδος ἄχρι τέλους,
Verse: 12    
ἵνα μὴ νωϑροὶ γένησϑε, μιμηταὶ δὲ τῶν διὰ πίστεως καὶ μακροϑυμίας κληρονομούντων τὰς ἐπαγγελίας.
Verse: 13    
Τῷ γὰρ ᾽Αβραὰμ ἐπαγγειλάμενος ϑεός, ἐπεὶ κατ' οὐδενὸς εἶχεν μείζονος ὀμόσαι, ὤμοσεν καϑ' ἑαυτοῦ,
Verse: 14    
λέγων, Εἰ μὴν εὐλογῶν εὐλογήσω σε καὶ πληϑύνων πληϑυνῶσε·
Verse: 15    
καὶ οὕτως μακροϑυμήσας ἐπέτυχεν τῆς ἐπαγγελίας.
Verse: 16    
ἄνϑρωποι γὰρ κατὰ τοῦ μείζονος ὀμνύουσιν, καὶ πάσης αὐτοῖς ἀντιλογίας πέρας εἰς βεβαίωσιν ὅρκος·
Verse: 17    
ἐν περισσότερον βουλόμενος ϑεὸς ἐπιδεῖξαι τοῖς κληρονόμοις τῆς ἐπαγγελίας τὸ ἀμετάϑετον τῆς βουλῆς αὐτοῦ ἐμεσίτευσεν ὅρκῳ,
Verse: 18    
ἵνα διὰ δύο πραγμάτων ἀμεταϑέτων, ἐν οἷς ἀδύνατον ψεύσασϑαι [τὸν] ϑεόν, ἰσχυρὰν παράκλησιν ἔχωμεν οἱ καταϕυγόντες κρατῆσαι τῆς προκειμένης ἐλπίδος·
Verse: 19    
ἣν ὡς ἄγκυραν ἔχομεν τῆς ψυχῆς, ἀσϕαλῆ τε καὶ βεβαίαν καὶ εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος,
Verse: 20    
ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλϑεν ᾽Ιησοῦς, κατὰ τὴν τάξιν Μελχισέδεκ ἀρχιερεὺς γενόμενος εἰς τὸν αἰῶνα.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.