TITUS
Novum Testamentum graece
Part No. 211
Chapter: 5
Verse: 1
Πᾶς
γὰρ
ἀρχιερεὺς
ἐξ
ἀνθρώπων
λαμβανόμενος
ὑπὲρ
ἀνθρώπων
καθίσταται
τὰ
πρὸς
τὸν
θεόν
,
ἵνα
προσϕέρῃ
δῶρά
τε
καὶ
θυσίας
ὑπὲρ
ἁμαρτιῶν
,
Verse: 2
μετριοπαθεῖν
δυνάμενος
τοῖς
ἀγνοοῦσιν
καὶ
πλανωμένοις
,
ἐπεὶ
καὶ
αὐτὸς
περίκειται
ἀσθένειαν
,
Verse: 3
καὶ
δι
'
αὐτὴν
ὀϕείλει
καθὼς
περὶ
τοῦ
λαοῦ
οὕτως
καὶ
περὶ
αὑτοῦ
προσϕέρειν
περὶ
ἁμαρτιῶν
.
Verse: 4
καὶ
οὐχ
ἑαυτῷ
τις
λαμβάνει
τὴν
τιμήν
,
ἀλλὰ
καλούμενος
ὑπὸ
τοῦ
θεοῦ
,
καθώσπερ
καὶ
᾽Ααρών
.
Verse: 5
Οὕτως
καὶ
ὁ
Χριστὸς
οὐχ
ἑαυτὸν
ἐδόξασεν
γενηθῆναι
ἀρχιερέα
,
ἀλλ
'
ὁ
λαλήσας
πρὸς
αὐτόν
,
Υἱός
μου
εἶ
σύ
,
ἐγὼ
σήμερον
γεγέννηκά
σε
·
Verse: 6
καθὼς
καὶ
ἐν
ἑτέρῳ
λέγει
,
Σὺ
ἱερεὺς
εἰς
τὸν
αἰῶνα
κατὰ
τὴν
τάξιν
Μελχισέδεκ
.
Verse: 7
ὃς
ἐν
ταῖς
ἡμέραις
τῆς
σαρκὸς
αὐτοῦ
,
δεήσεις
τε
καὶ
ἱκετηρίας
πρὸς
τὸν
δυνάμενον
σῴζειν
αὐτὸν
ἐκ
θανάτου
μετὰ
κραυγῆς
ἰσχυρᾶς
καὶ
δακρύων
προσενέγκας
καὶ
εἰσακουσθεὶς
ἀπὸ
τῆς
εὐλαβείας
,
Verse: 8
καίπερ
ὢν
υἱὸς
ἔμαθεν
ἀϕ
'
ὧν
ἔπαθεν
τὴν
ὑπακοήν
·
Verse: 9
καὶ
τελειωθεὶς
ἐγένετο
πᾶσιν
τοῖς
ὑπακούουσιν
αὐτῷ
αἴτιος
σωτηρίας
αἰωνίου
,
Verse: 10
προσαγορευθεὶς
ὑπὸ
τοῦ
θεοῦ
ἀρχιερεὺς
κατὰ
τὴν
τάξιν
Μελχισέδεκ
.
Verse: 11
Περὶ
οὗ
πολὺς
ἡμῖν
ὁ
λόγος
καὶ
δυσερμήνευτος
λέγειν
,
ἐπεὶ
νωθροὶ
γεγόνατε
ταῖς
ἀκοαῖς
.
Verse: 12
καὶ
γὰρ
ὀϕείλοντες
εἶναι
διδάσκαλοι
διὰ
τὸν
χρόνον
,
πάλιν
χρείαν
ἔχετε
τοῦ
διδάσκειν
ὑμᾶς
τινὰ
τὰ
στοιχεῖα
τῆς
ἀρχῆς
τῶν
λογίων
τοῦ
θεοῦ
,
καὶ
γεγόνατε
χρείαν
ἔχοντες
γάλακτος
,
[καὶ]
οὐ
στερεᾶς
τροϕῆς
.
Verse: 13
πᾶς
γὰρ
ὁ
μετέχων
γάλακτος
ἄπειρος
λόγου
δικαιοσύνης
,
νήπιος
γάρ
ἐστιν
·
Verse: 14
τελείων
δέ
ἐστιν
ἡ
στερεὰ
τροϕή
,
τῶν
διὰ
τὴν
ἕξιν
τὰ
αἰσθητήρια
γεγυμνασμένα
ἐχόντων
πρὸς
διάκρισιν
καλοῦ
τε
καὶ
κακοῦ
.
This text is part of the
TITUS
edition of
Novum Testamentum graece
.
Copyright
TITUS Project
, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.