TITUS
Novum Testamentum graece
Part No. 212
Chapter: 6
Verse: 1
Διὸ
ἀϕέντες
τὸν
τῆς
ἀρχῆς
τοῦ
Χριστοῦ
λόγον
ἐπὶ
τὴν
τελειότητα
ϕερώμεθα
,
μὴ
πάλιν
θεμέλιον
καταβαλλόμενοι
μετανοίας
ἀπὸ
νεκρῶν
ἔργων
,
καὶ
πίστεως
ἐπὶ
θεόν
,
Verse: 2
βαπτισμῶν
διδαχῆς
,
ἐπιθέσεώς
τε
χειρῶν
,
ἀναστάσεώς
τε
νεκρῶν
,
καὶ
κρίματος
αἰωνίου
.
Verse: 3
καὶ
τοῦτο
ποιήσομεν
ἐάνπερ
ἐπιτρέπῃ
ὁ
θεός
.
Verse: 4
᾽Αδύνατον
γὰρ
τοὺς
ἅπαξ
ϕωτισθέντας
,
γευσαμένους
τε
τῆς
δωρεᾶς
τῆς
ἐπουρανίου
καὶ
μετόχους
γενηθέντας
πνεύματος
ἁγίου
Verse: 5
καὶ
καλὸν
γευσαμένους
θεοῦ
ῥῆμα
δυνάμεις
τε
μέλλοντος
αἰῶνος
,
Verse: 6
καὶ
παραπεσόντας
,
πάλιν
ἀνακαινίζειν
εἰς
μετάνοιαν
,
ἀνασταυροῦντας
ἑαυτοῖς
τὸν
υἱὸν
τοῦ
θεοῦ
καὶ
παραδειγματίζοντας
.
Verse: 7
γῆ
γὰρ
ἡ
πιοῦσα
τὸν
ἐπ
'
αὐτῆς
ἐρχόμενον
πολλάκις
ὑετόν
,
καὶ
τίκτουσα
βοτάνην
εὔθετον
ἐκείνοις
δι
'
οὓς
καὶ
γεωργεῖται
,
μεταλαμβάνει
εὐλογίας
ἀπὸ
τοῦ
θεοῦ
·
Verse: 8
ἐκϕέρουσαδὲ
ἀκάνθας
καὶ
τριβόλους
ἀδόκιμος
καὶ
κατάρας
ἐγγύς
,
ἧς
τὸ
τέλος
εἰς
καῦσιν
.
Verse: 9
Πεπείσμεθα
δὲ
περὶ
ὑμῶν
,
ἀγαπητοί
,
τὰ
κρείσσονα
καὶ
ἐχόμενα
σωτηρίας
,
εἰ
καὶ
οὕτως
λαλοῦμεν
·
Verse: 10
οὐ
γὰρ
ἄδικος
ὁ
θεὸς
ἐπιλαθέσθαι
τοῦ
ἔργου
ὑμῶν
καὶ
τῆς
ἀγάπης
ἧς
ἐνεδείξασθε
εἰς
τὸ
ὄνομα
αὐτοῦ
,
διακονήσαντες
τοῖς
ἁγίοις
καὶ
διακονοῦντες
.
Verse: 11
ἐπιθυμοῦμεν
δὲ
ἕκαστον
ὑμῶν
τὴν
αὐτὴν
ἐνδείκνυσθαι
σπουδὴν
πρὸς
τὴν
πληροϕορίαν
τῆς
ἐλπίδος
ἄχρι
τέλους
,
Verse: 12
ἵνα
μὴ
νωθροὶ
γένησθε
,
μιμηταὶ
δὲ
τῶν
διὰ
πίστεως
καὶ
μακροθυμίας
κληρονομούντων
τὰς
ἐπαγγελίας
.
Verse: 13
Τῷ
γὰρ
᾽Αβραὰμ
ἐπαγγειλάμενος
ὁ
θεός
,
ἐπεὶ
κατ
'
οὐδενὸς
εἶχεν
μείζονος
ὀμόσαι
,
ὤμοσεν
καθ
'
ἑαυτοῦ
,
Verse: 14
λέγων
,
Εἰ
μὴν
εὐλογῶν
εὐλογήσω
σε
καὶ
πληθύνων
πληθυνῶσε
·
Verse: 15
καὶ
οὕτως
μακροθυμήσας
ἐπέτυχεν
τῆς
ἐπαγγελίας
.
Verse: 16
ἄνθρωποι
γὰρ
κατὰ
τοῦ
μείζονος
ὀμνύουσιν
,
καὶ
πάσης
αὐτοῖς
ἀντιλογίας
πέρας
εἰς
βεβαίωσιν
ὁ
ὅρκος
·
Verse: 17
ἐν
ᾧ
περισσότερον
βουλόμενος
ὁ
θεὸς
ἐπιδεῖξαι
τοῖς
κληρονόμοις
τῆς
ἐπαγγελίας
τὸ
ἀμετάθετον
τῆς
βουλῆς
αὐτοῦ
ἐμεσίτευσεν
ὅρκῳ
,
Verse: 18
ἵνα
διὰ
δύο
πραγμάτων
ἀμεταθέτων
,
ἐν
οἷς
ἀδύνατον
ψεύσασθαι
[τὸν]
θεόν
,
ἰσχυρὰν
παράκλησιν
ἔχωμεν
οἱ
καταϕυγόντες
κρατῆσαι
τῆς
προκειμένης
ἐλπίδος
·
Verse: 19
ἣν
ὡς
ἄγκυραν
ἔχομεν
τῆς
ψυχῆς
,
ἀσϕαλῆ
τε
καὶ
βεβαίαν
καὶ
εἰσερχομένην
εἰς
τὸ
ἐσώτερον
τοῦ
καταπετάσματος
,
Verse: 20
ὅπου
πρόδρομος
ὑπὲρ
ἡμῶν
εἰσῆλθεν
᾽Ιησοῦς
,
κατὰ
τὴν
τάξιν
Μελχισέδεκ
ἀρχιερεὺς
γενόμενος
εἰς
τὸν
αἰῶνα
.
This text is part of the
TITUS
edition of
Novum Testamentum graece
.
Copyright
TITUS Project
, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.