TITUS
Novum Testamentum graece
Part No. 213
Previous part

Chapter: 7 
Verse: 1    Μελχισέδεκ, βασιλεὺς Σαλήμ, ἱερεὺς τοῦ ϑεοῦ τοῦ ὑψίστου, συναντήσας ᾽Αβραὰμ ὑποστρέϕοντι ἀπὸ τῆς κοπῆς τῶν βασιλέωνκαὶ εὐλογήσας αὐτόν,
Verse: 2    
καὶ δεκάτην ἀπὸ πάντων ἐμέρισεν ᾽Αβραάμ, πρῶτον μὲν ἑρμηνευόμενος βασιλεὺς δικαιοσύνης ἔπειτα δὲ καὶ βασιλεὺς Σαλήμ, ἐστιν βασιλεὺς εἰρήνης,
Verse: 3    
ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς τέλος ἔχων, ἀϕωμοιωμένος δὲ τῷ υἱῷ τοῦ ϑεοῦ, μένει ἱερεὺς εἰς τὸ διηνεκές.
Verse: 4    
Θεωρεῖτε δὲ πηλίκος οὗτος δεκάτην ᾽Αβραὰμ ἔδωκεν ἐκ τῶν ἀκροϑινίων πατριάρχης.
Verse: 5    
καὶ οἱ μὲν ἐκ τῶν υἱῶν Λευὶ τὴν ἱερατείαν λαμβάνοντες ἐντολὴν ἔχουσιν ἀποδεκατοῦν τὸν λαὸν κατὰ τὸν νόμον, τοῦτ' ἔστιν τοὺς ἀδελϕοὺς αὐτῶν, καίπερ ἐξεληλυϑότας ἐκ τῆς ὀσϕύος ᾽Αβραάμ·
Verse: 6    
δὲ μὴ γενεαλογούμενος ἐξ αὐτῶν δεδεκάτωκεν ᾽Αβραάμ, καὶ τὸν ἔχοντα τὰς ἐπαγγελίας εὐλόγηκεν.
Verse: 7    
χωρὶς δὲ πάσης ἀντιλογίας τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται.
Verse: 8    
καὶ ὧδε μὲν δεκάτας ἀποϑνῄσκοντες ἄνϑρωποι λαμβάνουσιν, ἐκεῖ δὲ μαρτυρούμενος ὅτι ζῇ.
Verse: 9    
καὶ ὡς ἔπος εἰπεῖν, δι' ᾽Αβραὰμ καὶ Λευὶ δεκάτας λαμβάνων δεδεκάτωται,
Verse: 10    
ἔτι γὰρ ἐν τῇ ὀσϕύϊ τοῦ πατρὸς ἦν ὅτε συνήντησεν αὐτῷ Μελχισέδεκ.
Verse: 11    
Εἰ μὲν οὖν τελείωσις διὰ τῆς Λευιτικῆς ἱερωσύνης ἦν, λαὸς γὰρ ἐπ' αὐτῆς νενομοϑέτηται, τίς ἔτι χρεία κατὰ τὴν τάξιν Μελχισέδεκ ἕτερον ἀνίστασϑαι ἱερέα καὶ οὐ κατὰ τὴν τάξιν ᾽Ααρὼν λέγεσϑαι;
Verse: 12    
μετατιϑεμένης γὰρ τῆς ἱερωσύνης ἐξ ἀνάγκης καὶ νόμου μετάϑεσις γίνεται.
Verse: 13    
ἐϕ' ὃν γὰρ λέγεται ταῦτα ϕυλῆς ἑτέρας μετέσχηκεν, ἀϕ' ἧς οὐδεὶς προσέσχεν τῷ ϑυσιαστηρίῳ·
Verse: 14    
πρόδηλον γὰρ ὅτι ἐξ ᾽Ιούδα ἀνατέταλκεν κύριος ἡμῶν, εἰς ἣν ϕυλὴν περὶ ἱερέων οὐδὲν Μωϋσῆς ἐλάλησεν.
Verse: 15    
καὶ περισσότερον ἔτι κατάδηλόν ἐστιν, εἰ κατὰ τὴν ὁμοιότητα Μελχισέδεκ ἀνίσταται ἱερεὺς ἕτερος,
Verse: 16    
ὃς οὐ κατὰ νόμον ἐντολῆς σαρκίνης γέγονεν ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου,
Verse: 17    
μαρτυρεῖται γὰρ ὅτι Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισέδεκ.
Verse: 18    
ἀϑέτησις μὲν γὰρ γίνεται προαγούσης ἐντολῆς διὰ τὸ αὐτῆς ἀσϑενὲς καὶ ἀνωϕελές,
Verse: 19    
οὐδὲν γὰρ ἐτελείωσεν νόμος, ἐπεισαγωγὴ δὲ κρείττονος ἐλπίδος, δι' ἧς ἐγγίζομεν τῷ ϑεῷ.
Verse: 20    
Καὶ καϑ' ὅσον οὐ χωρὶς ὁρκωμοσίας, οἱ μὲν γὰρ χωρὶς ὁρκωμοσίας εἰσὶν ἱερεῖς γεγονότες,
Verse: 21    
δὲ μετὰ ὁρκωμοσίας διὰ τοῦ λέγοντος πρὸς αὐτόν, ῎Ωμοσεν κύριος, καὶ οὐ μεταμεληϑήσεται, Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα,
Verse: 22    
κατὰ τοσοῦτο καὶ κρείττονος διαϑήκης γέγονεν ἔγγυος ᾽Ιησοῦς.
Verse: 23    
καὶ οἱ μὲν πλείονές εἰσιν γεγονότες ἱερεῖς διὰ τὸ ϑανάτῳ κωλύεσϑαι παραμένειν·
Verse: 24    
δὲ διὰ τὸ μένειν αὐτὸν εἰς τὸν αἰῶνα ἀπαράβατον ἔχει τὴν ἱερωσύνην·
Verse: 25    
ὅϑεν καὶ σῴζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσερχομένους δι' αὐτοῦ τῷ ϑεῷ, πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν.
Verse: 26    
Τοιοῦτος γὰρ ἡμῖν καὶ ἔπρεπεν ἀρχιερεύς, ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν, καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος·
Verse: 27    
ὃς οὐκ ἔχει καϑ' ἡμέραν ἀνάγκην, ὥσπερ οἱ ἀρχιερεῖς, πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν ϑυσίας ἀναϕέρειν, ἔπειτα τῶν τοῦ λαοῦ· τοῦτο γὰρ ἐποίησεν ἐϕάπαξ ἑαυτὸν ἀνενέγκας.
Verse: 28    
νόμος γὰρ ἀνϑρώπους καϑίστησιν ἀρχιερεῖς ἔχοντας ἀσϑένειαν, λόγος δὲ τῆς ὁρκωμοσίας τῆς μετὰ τὸν νόμον υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.