TITUS
Novum Testamentum graece
Part No. 10
Previous part

Chapter: 10 
Verse: 1    Καὶ προσκαλεσάμενος τοὺς δώδεκα μαϑητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαϑάρτων ὥστε ἐκβάλλειν αὐτὰ καὶ ϑεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν.
Verse: 2    
Τῶν δὲ δώδεκα ἀποστόλων τὰ ὀνόματά ἐστιν ταῦτα· πρῶτος Σίμων λεγόμενος Πέτρος καὶ ᾽Ανδρέας ἀδελϕὸς αὐτοῦ, καὶ ᾽Ιάκωβος τοῦ Ζεβεδαίου καὶ ᾽Ιωάννης ἀδελϕὸς αὐτοῦ,
Verse: 3    
Φίλιππος καὶ Βαρϑολομαῖος, Θωμᾶς καὶ Μαϑϑαῖος τελώνης, ᾽Ιάκωβος τοῦ ῾Αλϕαίου καὶ Θαδδαῖος,
Verse: 4    
Σίμων Καναναῖος καὶ ᾽Ιούδας ᾽Ισκαριώτης καὶ παραδοὺς αὐτόν.
Verse: 5    
Τούτους τοὺς δώδεκα ἀπέστειλεν ᾽Ιησοῦς παραγγείλας αὐτοῖς λέγων, Εἰς ὁδὸν ἐϑνῶν μὴ ἀπέλϑητε, καὶ εἰς πόλιν Σαμαριτῶν μὴ εἰσέλϑητε·
Verse: 6    
πορεύεσϑε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου ᾽Ισραήλ.
Verse: 7    
πορευόμενοι δὲ κηρύσσετε λέγοντες ὅτι ῎Ηγγικεν βασιλεία τῶν οὐρανῶν.
Verse: 8    
ἀσϑενοῦντας ϑεραπεύετε, νεκροὺς ἐγείρετε, λεπροὺς καϑαρίζετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε.
Verse: 9    
Μὴ κτήσησϑε χρυσὸν μηδὲ ἄργυρον μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν,
Verse: 10    
μὴ πήραν εἰς ὁδὸν μηδὲ δύο χιτῶνας μηδὲ ὑποδήματα μηδὲ ῥάβδον· ἄξιος γὰρ ἐργάτης τῆς τροϕῆς αὐτοῦ.
Verse: 11    
εἰς ἣν δ' ἂν πόλιν κώμην εἰσέλϑητε, ἐξετάσατε τίς ἐν αὐτῇ ἄξιός ἐστιν· κἀκεῖ μείνατε ἕως ἂν ἐξέλϑητε.
Verse: 12    
εἰσερχόμενοι δὲ εἰς τὴν οἰκίαν ἀσπάσασϑε αὐτήν·
Verse: 13    
καὶ ἐὰν μὲν οἰκία ἀξία, ἐλϑάτω εἰρήνη ὑμῶν ἐπ' αὐτήν· ἐὰν δὲ μὴ ἀξία, εἰρήνη ὑμῶν πρὸς ὑμᾶς ἐπιστραϕήτω.
Verse: 14    
καὶ ὃς ἂν μὴ δέξηται ὑμᾶς μηδὲ ἀκούσῃ τοὺς λόγους ὑμῶν, ἐξερχόμενοι ἔξω τῆς οἰκίας τῆς πόλεως ἐκείνης ἐκτινάξατε τὸν κονιορτὸν [ἐκ] τῶν ποδῶν ὑμῶν.
Verse: 15    
ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόρρων ἐν ἡμέρᾳ κρίσεως τῇ πόλει ἐκείνῃ.
Verse: 16    
᾽Ιδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσϑε οὖν ϕρόνιμοι ὡς οἱ ὄϕεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί.
Verse: 17    
προσέχετε δὲ ἀπὸ τῶν ἀνϑρώπων· παραδώσουσιν γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς·
Verse: 18    
καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχϑήσεσϑε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔϑνεσιν.
Verse: 19    
ὅταν δὲ παραδῶσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς τί λαλήσητε· δοϑήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλήσητε·
Verse: 20    
οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες ἀλλὰ τὸ πνεῦμα τοῦ πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν.
Verse: 21    
παραδώσει δὲ ἀδελϕὸς ἀδελϕὸν εἰς ϑάνατον καὶ πατὴρ τέκνον, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ ϑανατώσουσιν αὐτούς.
Verse: 22    
καὶ ἔσεσϑε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· δὲ ὑπομείνας εἰς τέλος οὗτος σωϑήσεται.
Verse: 23    
ὅταν δὲ διώκωσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ, ϕεύγετε εἰς τὴν ἑτέραν· ἀμὴν γὰρ λέγω ὑμῖν, οὐ μὴ τελέσητε τὰς πόλεις τοῦ ᾽Ισραὴλ ἕως [ἂν] ἔλϑῃ υἱὸς τοῦ ἀνϑρώπου.
Verse: 24    
Οὐκ ἔστιν μαϑητὴς ὑπὲρ τὸν διδάσκαλον οὐδὲ δοῦλος ὑπὲρ τὸν κύριον αὐτοῦ.
Verse: 25    
ἀρκετὸν τῷ μαϑητῇ ἵνα γένηται ὡς διδάσκαλος αὐτοῦ, καὶ δοῦλος ὡς κύριος αὐτοῦ. εἰ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἐπεκάλεσαν, πόσῳ μᾶλλον τοὺς οἰκιακοὺς αὐτοῦ.
Verse: 26    
Μὴ οὖν ϕοβηϑῆτε αὐτούς· οὐδὲν γάρ ἐστιν κεκαλυμμένον οὐκ ἀποκαλυϕϑήσεται, καὶ κρυπτὸν οὐ γνωσϑήσεται.
Verse: 27    
λέγω ὑμῖν ἐν τῇ σκοτίᾳ, εἴπατε ἐν τῷ ϕωτί· καὶ εἰς τὸ οὖς ἀκούετε, κηρύξατε ἐπὶ τῶν δωμάτων.
Verse: 28    
καὶ μὴ ϕοβεῖσϑε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· ϕοβεῖσϑε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ.
Verse: 29    
οὐχὶ δύο στρουϑία ἀσσαρίου πωλεῖται; καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τὴν γῆν ἄνευ τοῦ πατρὸς ὑμῶν.
Verse: 30    
ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεϕαλῆς πᾶσαι ἠριϑμημέναι εἰσίν.
Verse: 31    
μὴ οὖν ϕοβεῖσϑε· πολλῶν στρουϑίων διαϕέρετε ὑμεῖς.
Verse: 32    
Πᾶς οὖν ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσϑεν τῶν ἀνϑρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσϑεν τοῦ πατρός μου τοῦ ἐν [τοῖς] οὐρανοῖς·
Verse: 33    
ὅστις δ' ἂν ἀρνήσηταί με ἔμπροσϑεν τῶν ἀνϑρώπων, ἀρνήσομαι κἀγὼ αὐτὸν ἔμπροσϑεν τοῦ πατρός μου τοῦ ἐν [τοῖς] οὐρανοῖς.
Verse: 34    
Μὴ νομίσητε ὅτι ἦλϑον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν· οὐκ ἦλϑον βαλεῖν εἰρήνην ἀλλὰ μάχαιραν.
Verse: 35    
ἦλϑον γὰρ διχάσαι ἄνϑρωπον κατὰ τοῦ πατρὸς αὐτοῦ καὶ ϑυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς καὶ νύμϕην κατὰ τῆς πενϑερᾶς αὐτῆς,
Verse: 36    
καὶ ἐχϑροὶ τοῦ ἀνϑρώπου οἱ οἰκιακοὶ αὐτοῦ.
Verse: 37    
῾Ο ϕιλῶν πατέρα μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστιν μου ἄξιος· καὶ ϕιλῶν υἱὸν ϑυγατέρα ὑπὲρ ἐμὲ οὐκ ἔστιν μου ἄξιος·
Verse: 38    
καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουϑεῖ ὀπίσω μου, οὐκ ἔστιν μου ἄξιος.
Verse: 39    
εὑρὼν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν, καὶ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν.
Verse: 40    
῾Ο δεχόμενος ὑμᾶς ἐμὲ δέχεται, καὶ ἐμὲ δεχόμενος δέχεται τὸν ἀποστείλαντά με.
Verse: 41    
δεχόμενος προϕήτην εἰς ὄνομα προϕήτου μισϑὸν προϕήτου λήμψεται, καὶ δεχόμενος δίκαιον εἰς ὄνομα δικαίου μισϑὸν δικαίου λήμψεται.
Verse: 42    
καὶ ὃς ἂν ποτίσῃ ἕνα τῶν μικρῶν τούτων ποτήριον ψυχροῦ μόνον εἰς ὄνομα μαϑητοῦ, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισϑὸν αὐτοῦ.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.