TITUS
Novum Testamentum graece
Part No. 14
Previous part

Chapter: 14 
Verse: 1    ᾽Εν ἐκείνῳ τῷ καιρῷ ἤκουσεν ῾Ηρῴδης τετραάρχης τὴν ἀκοὴν ᾽Ιησοῦ,
Verse: 2    
καὶ εἶπεν τοῖς παισὶν αὐτοῦ, Οὗτός ἐστιν ᾽Ιωάννης βαπτιστής· αὐτὸς ἠγέρϑη ἀπὸ τῶν νεκρῶν, καὶ διὰ τοῦτο αἱ δυνάμεις ἐνεργοῦσιν ἐν αὐτῷ.
Verse: 3    
῾Ο γὰρ ῾Ηρῴδης κρατήσας τὸν ᾽Ιωάννην ἔδησεν [αὐτὸν] καὶ ἐν ϕυλακῇ ἀπέϑετο διὰ ῾Ηρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελϕοῦ αὐτοῦ·
Verse: 4    
ἔλεγεν γὰρ ᾽Ιωάννης αὐτῷ, Οὐκ ἔξεστίν σοι ἔχειν αὐτήν.
Verse: 5    
καὶ ϑέλων αὐτὸν ἀποκτεῖναι ἐϕοβήϑη τὸν ὄχλον, ὅτι ὡς προϕήτην αὐτὸν εἶχον.
Verse: 6    
γενεσίοις δὲ γενομένοις τοῦ ῾Ηρῴδου ὠρχήσατο ϑυγάτηρ τῆς ῾Ηρῳδιάδος ἐν τῷ μέσῳ καὶ ἤρεσεν τῷ ῾Ηρῴδῃ,
Verse: 7    
ὅϑεν μεϑ' ὅρκου ὡμολόγησεν αὐτῇ δοῦναι ἐὰν αἰτήσηται.
Verse: 8    
δὲ προβιβασϑεῖσα ὑπὸ τῆς μητρὸς αὐτῆς, Δός μοι, ϕησίν, ὧδε ἐπὶ πίνακι τὴν κεϕαλὴν ᾽Ιωάννου τοῦ βαπτιστοῦ.
Verse: 9    
καὶ λυπηϑεὶς βασιλεὺς διὰ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους ἐκέλευσεν δοϑῆναι,
Verse: 10    
καὶ πέμψας ἀπεκεϕάλισεν τὸν ᾽Ιωάννην ἐν τῇ ϕυλακῇ·
Verse: 11    
καὶ ἠνέχϑη κεϕαλὴ αὐτοῦ ἐπὶ πίνακι καὶ ἐδόϑη τῷ κορασίῳ, καὶ ἤνεγκεν τῇ μητρὶ αὐτῆς.
Verse: 12    
καὶ προσελϑόντες οἱ μαϑηταὶ αὐτοῦ ἦραν τὸ πτῶμα καὶ ἔϑαψαν αὐτό, καὶ ἐλϑόντες ἀπήγγειλαν τῷ ᾽Ιησοῦ.
Verse: 13    
᾽Ακούσας δὲ ᾽Ιησοῦς ἀνεχώρησεν ἐκεῖϑεν ἐν πλοίῳ εἰς ἔρημον τόπον κατ' ἰδίαν· καὶ ἀκούσαντες οἱ ὄχλοι ἠκολούϑησαν αὐτῷ πεζῇ ἀπὸ τῶν πόλεων.
Verse: 14    
καὶ ἐξελϑὼν εἶδεν πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσϑη ἐπ' αὐτοῖς καὶ ἐϑεράπευσεν τοὺς ἀρρώστους αὐτῶν.
Verse: 15    
ὀψίας δὲ γενομένης προσῆλϑον αὐτῷ οἱ μαϑηταὶ λέγοντες, ῎Ερημός ἐστιν τόπος καὶ ὥρα ἤδη παρῆλϑεν· ἀπόλυσον τοὺς ὄχλους, ἵνα ἀπελϑόντες εἰς τὰς κώμας ἀγοράσωσιν ἑαυτοῖς βρώματα.
Verse: 16    
δὲ [᾽Ιησοῦς] εἶπεν αὐτοῖς, Οὐ χρείαν ἔχουσιν ἀπελϑεῖν· δότε αὐτοῖς ὑμεῖς ϕαγεῖν.
Verse: 17    
οἱ δὲ λέγουσιν αὐτῷ, Οὐκ ἔχομεν ὧδε εἰ μὴ πέντε ἄρτους καὶ δύο ἰχϑύας.
Verse: 18    
δὲ εἶπεν, Φέρετέ μοι ὧδε αὐτούς.
Verse: 19    
καὶ κελεύσας τοὺς ὄχλους ἀνακλιϑῆναι ἐπὶ τοῦ χόρτου, λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχϑύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν καὶ κλάσας ἔδωκεν τοῖς μαϑηταῖς τοὺς ἄρτους οἱ δὲ μαϑηταὶ τοῖς ὄχλοις.
Verse: 20    
καὶ ἔϕαγον πάντες καὶ ἐχορτάσϑησαν, καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων δώδεκα κοϕίνους πλήρεις.
Verse: 21    
οἱ δὲ ἐσϑίοντες ἦσαν ἄνδρες ὡσεὶ πεντακισχίλιοι χωρὶς γυναικῶν καὶ παιδίων.
Verse: 22    
Καὶ εὐϑέως ἠνάγκασεν τοὺς μαϑητὰς ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους.
Verse: 23    
καὶ ἀπολύσας τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος κατ' ἰδίαν προσεύξασϑαι. ὀψίας δὲ γενομένης μόνος ἦν ἐκεῖ.
Verse: 24    
τὸ δὲ πλοῖον ἤδη σταδίους πολλοὺς ἀπὸ τῆς γῆς ἀπεῖχεν, βασανιζόμενον ὑπὸ τῶν κυμάτων, ἦν γὰρ ἐναντίος ἄνεμος.
Verse: 25    
τετάρτῃ δὲ ϕυλακῇ τῆς νυκτὸς ἦλϑεν πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τὴν ϑάλασσαν.
Verse: 26    
οἱ δὲ μαϑηταὶ ἰδόντες αὐτὸν ἐπὶ τῆς ϑαλάσσης περιπατοῦντα ἐταράχϑησαν λέγοντες ὅτι Φάντασμά ἐστιν, καὶ ἀπὸ τοῦ ϕόβου ἔκραξαν.
Verse: 27    
εὐϑὺς δὲ ἐλάλησεν [ὁ ᾽Ιησοῦς] αὐτοῖς λέγων, Θαρσεῖτε, ἐγώ εἰμι· μὴ ϕοβεῖσϑε.
Verse: 28    
ἀποκριϑεὶς δὲ αὐτῷ Πέτρος εἶπεν, Κύριε, εἰ σὺ εἶ, κέλευσόν με ἐλϑεῖν πρὸς σὲ ἐπὶ τὰ ὕδατα·
Verse: 29    
δὲ εἶπεν, ᾽Ελϑέ. καὶ καταβὰς ἀπὸ τοῦ πλοίου Πέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα καὶ ἦλϑεν πρὸς τὸν ᾽Ιησοῦν.
Verse: 30    
βλέπων δὲ τὸν ἄνεμον ἐϕοβήϑη, καὶ ἀρξάμενος καταποντίζεσϑαι ἔκραξεν λέγων, Κύριε, σῶσόν με.
Verse: 31    
εὐϑέως δὲ ᾽Ιησοῦς ἐκτείνας τὴν χεῖρα ἐπελάβετο αὐτοῦ καὶ λέγει αὐτῷ, ᾽Ολιγόπιστε, εἰς τί ἐδίστασας;
Verse: 32    
καὶ ἀναβάντων αὐτῶν εἰς τὸ πλοῖον ἐκόπασεν ἄνεμος.
Verse: 33    
οἱ δὲ ἐν τῷ πλοίῳ προσεκύνησαν αὐτῷ λέγοντες, ᾽Αληϑῶς ϑεοῦ υἱὸς εἶ.
Verse: 34    
Καὶ διαπεράσαντες ἦλϑον ἐπὶ τὴν γῆν εἰς Γεννησαρέτ.
Verse: 35    
καὶ ἐπιγνόντες αὐτὸν οἱ ἄνδρες τοῦ τόπου ἐκείνου ἀπέστειλαν εἰς ὅλην τὴν περίχωρον ἐκείνην, καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας,
Verse: 36    
καὶ παρεκάλουν αὐτὸν ἵνα μόνον ἅψωνται τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· καὶ ὅσοι ἥψαντο διεσώϑησαν.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.