TITUS
Novum Testamentum graece
Part No. 6
Previous part

Chapter: 6 
Verse: 1    Προσέχετε [δὲ] τὴν δικαιοσύνην ὑμῶν μὴ ποιεῖν ἔμπροσϑεν τῶν ἀνϑρώπων πρὸς τὸ ϑεαϑῆναι αὐτοῖς· εἰ δὲ μήγε, μισϑὸν οὐκ ἔχετε παρὰ τῷ πατρὶ ὑμῶν τῷ ἐν τοῖς οὐρανοῖς.
Verse: 2    
῞Οταν οὖν ποιῇς ἐλεημοσύνην, μὴ σαλπίσῃς ἔμπροσϑέν σου, ὥσπερ οἱ ὑποκριταὶ ποιοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς ῥύμαις, ὅπως δοξασϑῶσιν ὑπὸ τῶν ἀνϑρώπων· ἀμὴν λέγω ὑμῖν, ἀπέχουσιν τὸν μισϑὸν αὐτῶν.
Verse: 3    
σοῦ δὲ ποιοῦντος ἐλεημοσύνην μὴ γνώτω ἀριστερά σου τί ποιεῖ δεξιά σου,
Verse: 4    
ὅπως σου ἐλεημοσύνη ἐν τῷ κρυπτῷ· καὶ πατήρ σου βλέπων ἐν τῷ κρυπτῷ [αὐτὸς] ἀποδώσει σοι.
Verse: 5    
Καὶ ὅταν προσεύχησϑε, οὐκ ἔσεσϑε ὡς οἱ ὑποκριταί· ὅτι ϕιλοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς γωνίαις τῶν πλατειῶν ἑστῶτες προσεύχεσϑαι, ὅπως ϕανῶσιν τοῖς ἀνϑρώποις· ἀμὴν λέγω ὑμῖν, ἀπέχουσιν τὸν μισϑὸν αὐτῶν.
Verse: 6    
σὺ δὲ ὅταν προσεύχῃ, εἴσελϑε εἰς τὸ ταμεῖόν σου καὶ κλείσας τὴν ϑύραν σου πρόσευξαι τῷ πατρί σου τῷ ἐν τῷ κρυπτῷ· καὶ πατήρ σου βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι.
Verse: 7    
Προσευχόμενοι δὲ μὴ βατταλογήσητε ὥσπερ οἱ ἐϑνικοί, δοκοῦσιν γὰρ ὅτι ἐν τῇ πολυλογίᾳ αὐτῶν εἰσακουσϑήσονται.
Verse: 8    
μὴ οὖν ὁμοιωϑῆτε αὐτοῖς, οἶδεν γὰρ πατὴρ ὑμῶν ὧν χρείαν ἔχετε πρὸ τοῦ ὑμᾶς αἰτῆσαι αὐτόν.
Verse: 9    
Οὕτως οὖν προσεύχεσϑε ὑμεῖς· Πάτερ ἡμῶν ἐν τοῖς οὐρανοῖς, ἁγιασϑήτω τὸ ὄνομά σου,
Verse: 10    
ἐλϑέτω βασιλεία σου, γενηϑήτω τὸ ϑέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς.
Verse: 11    
Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον·
Verse: 12    
καὶ ἄϕες ἡμῖν τὰ ὀϕειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀϕήκαμεν τοῖς ὀϕειλέταις ἡμῶν·
Verse: 13    
καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Verse: 14    
᾽Εὰν γὰρ ἀϕῆτε τοῖς ἀνϑρώποις τὰ παραπτώματα αὐτῶν, ἀϕήσει καὶ ὑμῖν πατὴρ ὑμῶν οὐράνιος·
Verse: 15    
ἐὰν δὲ μὴ ἀϕῆτε τοῖς ἀνϑρώποις, οὐδὲ πατὴρ ὑμῶν ἀϕήσει τὰ παραπτώματα ὑμῶν.
Verse: 16    
῞Οταν δὲ νηστεύητε, μὴ γίνεσϑε ὡς οἱ ὑποκριταὶ σκυϑρωποί, ἀϕανίζουσιν γὰρ τὰ πρόσωπα αὐτῶν ὅπως ϕανῶσιν τοῖς ἀνϑρώποις νηστεύοντες· ἀμὴν λέγω ὑμῖν, ἀπέχουσιν τὸν μισϑὸν αὐτῶν.
Verse: 17    
σὺ δὲ νηστεύων ἄλειψαί σου τὴν κεϕαλὴν καὶ τὸ πρόσωπόν σου νίψαι,
Verse: 18    
ὅπως μὴ ϕανῇς τοῖς ἀνϑρώποις νηστεύων ἀλλὰ τῷ πατρί σου τῷ ἐν τῷ κρυϕαίῳ· καὶ πατήρ σου βλέπων ἐν τῷ κρυϕαίῳ ἀποδώσει σοι.
Verse: 19    
Μὴ ϑησαυρίζετε ὑμῖν ϑησαυροὺς ἐπὶ τῆς γῆς, ὅπου σὴς καὶ βρῶσις ἀϕανίζει, καὶ ὅπου κλέπται διορύσσουσιν καὶ κλέπτουσιν·
Verse: 20    
ϑησαυρίζετε δὲ ὑμῖν ϑησαυροὺς ἐν οὐρανῷ, ὅπου οὔτε σὴς οὔτε βρῶσις ἀϕανίζει, καὶ ὅπου κλέπται οὐ διορύσσουσιν οὐδὲ κλέπτουσιν·
Verse: 21    
ὅπου γάρ ἐστιν ϑησαυρός σου, ἐκεῖ ἔσται καὶ καρδία σου.
Verse: 22    
῾Ο λύχνος τοῦ σώματός ἐστιν ὀϕϑαλμός. ἐὰν οὖν ὀϕϑαλμός σου ἁπλοῦς, ὅλον τὸ σῶμά σου ϕωτεινὸν ἔσται·
Verse: 23    
ἐὰν δὲ ὀϕϑαλμός σου πονηρὸς , ὅλον τὸ σῶμά σου σκοτεινὸν ἔσται. εἰ οὖν τὸ ϕῶς τὸ ἐν σοὶ σκότος ἐστίν, τὸ σκότος πόσον.
Verse: 24    
Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν· γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει, ἑνὸς ἀνϑέξεται καὶ τοῦ ἑτέρου καταϕρονήσει· οὐ δύνασϑε ϑεῷ δουλεύειν καὶ μαμωνᾷ.
Verse: 25    
Διὰ τοῦτο λέγω ὑμῖν, μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί ϕάγητε [ἢ τί πίητε], μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησϑε· οὐχὶ ψυχὴ πλεῖόν ἐστιν τῆς τροϕῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος;
Verse: 26    
ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ ὅτι οὐ σπείρουσιν οὐδὲ ϑερίζουσιν οὐδὲ συνάγουσιν εἰς ἀποϑήκας, καὶ πατὴρ ὑμῶν οὐράνιος τρέϕει αὐτά· οὐχ ὑμεῖς μᾶλλον διαϕέρετε αὐτῶν;
Verse: 27    
τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται προσϑεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα;
Verse: 28    
καὶ περὶ ἐνδύματος τί μεριμνᾶτε; καταμάϑετε τὰ κρίνα τοῦ ἀγροῦ πῶς αὐξάνουσιν· οὐ κοπιῶσιν οὐδὲ νήϑουσιν·
Verse: 29    
λέγω δὲ ὑμῖν ὅτι οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων.
Verse: 30    
εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ σήμερον ὄντα καὶ αὔριον εἰς κλίβανον βαλλόμενον ϑεὸς οὕτως ἀμϕιέννυσιν, οὐ πολλῷ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι;
Verse: 31    
μὴ οὖν μεριμνήσητε λέγοντες, Τί ϕάγωμεν; , Τί πίωμεν; , Τί περιβαλώμεϑα;
Verse: 32    
πάντα γὰρ ταῦτα τὰ ἔϑνη ἐπιζητοῦσιν· οἶδεν γὰρ πατὴρ ὑμῶν οὐράνιος ὅτι χρῄζετε τούτων ἁπάντων.
Verse: 33    
ζητεῖτε δὲ πρῶτον τὴν βασιλείαν καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεϑήσεται ὑμῖν.
Verse: 34    
μὴ οὖν μεριμνήσητε εἰς τὴν αὔριον, γὰρ αὔριον μεριμνήσει αὑτῆς· ἀρκετὸν τῇ ἡμέρᾳ κακία αὐτῆς.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.