TITUS
Novum Testamentum graece
Part No. 7
Chapter: 7
Verse: 1
Μὴ
κρίνετε
,
ἵνα
μὴ
κριθῆτε
·
Verse: 2
ἐν
ᾧ
γὰρ
κρίματι
κρίνετε
κριθήσεσθε
,
καὶ
ἐν
ᾧ
μέτρῳ
μετρεῖτε
μετρηθήσεται
ὑμῖν
.
Verse: 3
τί
δὲ
βλέπεις
τὸ
κάρϕος
τὸ
ἐν
τῷ
ὀϕθαλμῷ
τοῦ
ἀδελϕοῦ
σου
,
τὴν
δὲ
ἐν
τῷ
σῷ
ὀϕθαλμῷ
δοκὸν
οὐ
κατανοεῖς
;
Verse: 4
ἢ
πῶς
ἐρεῖς
τῷ
ἀδελϕῷ
σου
,
῎Αϕες
ἐκβάλω
τὸ
κάρϕος
ἐκ
τοῦ
ὀϕθαλμοῦ
σου
,
καὶ
ἰδοὺ
ἡ
δοκὸς
ἐν
τῷ
ὀϕθαλμῷ
σοῦ
;
Verse: 5
ὑποκριτά
,
ἔκβαλε
πρῶτον
τὴν
δοκὸν
ἐκ
τοῦ
ὀϕθαλμοῦ
σοῦ
,
καὶ
τότε
διαβλέψεις
ἐκβαλεῖν
τὸ
κάρϕος
ἐκ
τοῦ
ὀϕθαλμοῦ
τοῦ
ἀδελϕοῦ
σου
.
Verse: 6
Μὴ
δῶτε
τὸ
ἅγιον
τοῖς
κυσίν
,
μηδὲ
βάλητε
τοὺς
μαργαρίτας
ὑμῶν
ἔμπροσθεν
τῶν
χοίρων
,
μήποτε
καταπατήσουσιν
αὐτοὺς
ἐν
τοῖς
ποσὶν
αὐτῶν
καὶ
στραϕέντες
ῥήξωσιν
ὑμᾶς
.
Verse: 7
Αἰτεῖτε
,
καὶ
δοθήσεται
ὑμῖν
·
ζητεῖτε
,
καὶ
εὑρήσετε
·
κρούετε
,
καὶ
ἀνοιγήσεται
ὑμῖν
.
Verse: 8
πᾶς
γὰρ
ὁ
αἰτῶν
λαμβάνει
καὶ
ὁ
ζητῶν
εὑρίσκει
καὶ
τῷ
κρούοντι
ἀνοιγήσεται
.
Verse: 9
ἢ
τίς
ἐστιν
ἐξ
ὑμῶν
ἄνθρωπος
,
ὃν
αἰτήσει
ὁ
υἱὸς
αὐτοῦ
ἄρτον
μὴ
λίθον
ἐπιδώσει
αὐτῷ
;
Verse: 10
ἢ
καὶ
ἰχθὺν
αἰτήσει
μὴ
ὄϕιν
ἐπιδώσει
αὐτῷ
;
Verse: 11
εἰ
οὖν
ὑμεῖς
πονηροὶ
ὄντες
οἴδατε
δόματα
ἀγαθὰ
διδόναι
τοῖς
τέκνοις
ὑμῶν
,
πόσῳ
μᾶλλον
ὁ
πατὴρ
ὑμῶν
ὁ
ἐν
τοῖς
οὐρανοῖς
δώσει
ἀγαθὰ
τοῖς
αἰτοῦσιν
αὐτόν
.
Verse: 12
Πάντα
οὖν
ὅσα
ἐὰν
θέλητε
ἵνα
ποιῶσιν
ὑμῖν
οἱ
ἄνθρωποι
,
οὕτως
καὶ
ὑμεῖς
ποιεῖτε
αὐτοῖς
·
οὗτος
γάρ
ἐστιν
ὁ
νόμος
καὶ
οἱ
προϕῆται
.
Verse: 13
Εἰσέλθατε
διὰ
τῆς
στενῆς
πύλης
·
ὅτι
πλατεῖα
ἡ
πύλη
καὶ
εὐρύχωρος
ἡ
ὁδὸς
ἡ
ἀπάγουσα
εἰς
τὴν
ἀπώλειαν
,
καὶ
πολλοί
εἰσιν
οἱ
εἰσερχόμενοι
δι
'
αὐτῆς
·
Verse: 14
τί
στενὴ
ἡ
πύλη
καὶ
τεθλιμμένη
ἡ
ὁδὸς
ἡ
ἀπάγουσα
εἰς
τὴν
ζωήν
,
καὶ
ὀλίγοι
εἰσὶν
οἱ
εὑρίσκοντες
αὐτήν
.
Verse: 15
Προσέχετε
ἀπὸ
τῶν
ψευδοπροϕητῶν
,
οἵτινες
ἔρχονται
πρὸς
ὑμᾶς
ἐν
ἐνδύμασιν
προβάτων
,
ἔσωθεν
δέ
εἰσιν
λύκοι
ἅρπαγες
.
Verse: 16
ἀπὸ
τῶν
καρπῶν
αὐτῶν
ἐπιγνώσεσθε
αὐτούς
·
μήτι
συλλέγουσιν
ἀπὸ
ἀκανθῶν
σταϕυλὰς
ἢ
ἀπὸ
τριβόλων
σῦκα
;
Verse: 17
οὕτως
πᾶν
δένδρον
ἀγαθὸν
καρποὺς
καλοὺς
ποιεῖ
,
τὸ
δὲ
σαπρὸν
δένδρον
καρποὺς
πονηροὺς
ποιεῖ
·
Verse: 18
οὐ
δύναται
δένδρον
ἀγαθὸν
καρποὺς
πονηροὺς
ποιεῖν
,
οὐδὲ
δένδρον
σαπρὸν
καρποὺς
καλοὺς
ποιεῖν
.
Verse: 19
πᾶν
δένδρον
μὴ
ποιοῦν
καρπὸν
καλὸν
ἐκκόπτεται
καὶ
εἰς
πῦρ
βάλλεται
.
Verse: 20
ἄρα
γε
ἀπὸ
τῶν
καρπῶν
αὐτῶν
ἐπιγνώσεσθε
αὐτούς
.
Verse: 21
Οὐ
πᾶς
ὁ
λέγων
μοι
,
Κύριε
κύριε
,
εἰσελεύσεται
εἰς
τὴν
βασιλείαν
τῶν
οὐρανῶν
,
ἀλλ
'
ὁ
ποιῶν
τὸ
θέλημα
τοῦ
πατρός
μου
τοῦ
ἐν
τοῖς
οὐρανοῖς
.
Verse: 22
πολλοὶ
ἐροῦσίν
μοι
ἐν
ἐκείνῃ
τῇ
ἡμέρᾳ
,
Κύριε
κύριε
,
οὐ
τῷ
σῷ
ὀνόματι
ἐπροϕητεύσαμεν
,
καὶ
τῷ
σῷ
ὀνόματι
δαιμόνια
ἐξεβάλομεν
,
καὶ
τῷ
σῷ
ὀνόματι
δυνάμεις
πολλὰς
ἐποιήσαμεν
;
Verse: 23
καὶ
τότε
ὁμολογήσω
αὐτοῖς
ὅτι
Οὐδέποτε
ἔγνων
ὑμᾶς
·
ἀποχωρεῖτε
ἀπ
'
ἐμοῦ
οἱ
ἐργαζόμενοι
τὴν
ἀνομίαν
.
Verse: 24
Πᾶς
οὖν
ὅστις
ἀκούει
μου
τοὺς
λόγους
τούτους
καὶ
ποιεῖ
αὐτοὺς
ὁμοιωθήσεται
ἀνδρὶ
ϕρονίμῳ
,
ὅστις
ᾠκοδόμησεν
αὐτοῦ
τὴν
οἰκίαν
ἐπὶ
τὴν
πέτραν
.
Verse: 25
καὶ
κατέβη
ἡ
βροχὴ
καὶ
ἦλθον
οἱ
ποταμοὶ
καὶ
ἔπνευσαν
οἱ
ἄνεμοι
καὶ
προσέπεσαν
τῇ
οἰκίᾳ
ἐκείνῃ
,
καὶ
οὐκ
ἔπεσεν
,
τεθεμελίωτο
γὰρ
ἐπὶ
τὴν
πέτραν
.
Verse: 26
καὶ
πᾶς
ὁ
ἀκούων
μου
τοὺς
λόγους
τούτους
καὶ
μὴ
ποιῶν
αὐτοὺς
ὁμοιωθήσεται
ἀνδρὶ
μωρῷ
,
ὅστις
ᾠκοδόμησεν
αὐτοῦ
τὴν
οἰκίαν
ἐπὶ
τὴν
ἄμμον
.
Verse: 27
καὶ
κατέβη
ἡ
βροχὴ
καὶ
ἦλθον
οἱ
ποταμοὶ
καὶ
ἔπνευσαν
οἱ
ἄνεμοι
καὶ
προσέκοψαν
τῇ
οἰκίᾳ
ἐκείνῃ
,
καὶ
ἔπεσεν
,
καὶ
ἦν
ἡ
πτῶσις
αὐτῆς
μεγάλη
.
Verse: 28
Καὶ
ἐγένετο
ὅτε
ἐτέλεσεν
ὁ
᾽Ιησοῦς
τοὺς
λόγους
τούτους
ἐξεπλήσσοντο
οἱ
ὄχλοι
ἐπὶ
τῇ
διδαχῇ
αὐτοῦ
·
Verse: 29
ἦν
γὰρ
διδάσκων
αὐτοὺς
ὡς
ἐξουσίαν
ἔχων
καὶ
οὐχ
ὡς
οἱ
γραμματεῖς
αὐτῶν
.
This text is part of the
TITUS
edition of
Novum Testamentum graece
.
Copyright
TITUS Project
, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.