TITUS
Novum Testamentum graece
Part No. 8
Previous part

Chapter: 8 
Verse: 1    Καταβάντος δὲ αὐτοῦ ἀπὸ τοῦ ὄρους ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί.
Verse: 2    
καὶ ἰδοὺ λεπρὸς προσελθὼν προσεκύνει αὐτῷ λέγων, Κύριε, ἐὰν θέλῃς δύνασαί με καθαρίσαι.
Verse: 3    
καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ λέγων, Θέλω, καθαρίσθητι· καὶ εὐθέως ἐκαθαρίσθη αὐτοῦ λέπρα.
Verse: 4    
καὶ λέγει αὐτῷ ᾽Ιησοῦς, ῞Ορα μηδενὶ εἴπῃς, ἀλλὰ ὕπαγε σεαυτὸν δεῖξον τῷ ἱερεῖ, καὶ προσένεγκον τὸ δῶρον προσέταξεν Μωϋσῆς, εἰς μαρτύριον αὐτοῖς.
Verse: 5    
Εἰσελθόντος δὲ αὐτοῦ εἰς Καϕαρναοὺμ προσῆλθεν αὐτῷ ἑκατόνταρχος παρακαλῶν αὐτὸν
Verse: 6    
καὶ λέγων, Κύριε, παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικός, δεινῶς βασανιζόμενος.
Verse: 7    
καὶ λέγει αὐτῷ, ᾽Εγὼ ἐλθὼν θεραπεύσω αὐτόν.
Verse: 8    
καὶ ἀποκριθεὶς ἑκατόνταρχος ἔϕη, Κύριε, οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς· ἀλλὰ μόνον εἰπὲ λόγῳ, καὶ ἰαθήσεται παῖς μου.
Verse: 9    
καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν, ἔχων ὑπ' ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ, Πορεύθητι, καὶ πορεύεται, καὶ ἄλλῳ, ῎Ερχου, καὶ ἔρχεται, καὶ τῷ δούλῳ μου, Ποίησον τοῦτο, καὶ ποιεῖ.
Verse: 10    
ἀκούσας δὲ ᾽Ιησοῦς ἐθαύμασεν καὶ εἶπεν τοῖς ἀκολουθοῦσιν, ᾽Αμὴν λέγω ὑμῖν, παρ' οὐδενὶ τοσαύτην πίστιν ἐν τῷ ᾽Ισραὴλ εὗρον.
Verse: 11    
λέγω δὲ ὑμῖν ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσιν καὶ ἀνακλιθήσονται μετὰ ᾽Αβραὰμ καὶ ᾽Ισαὰκ καὶ ᾽Ιακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν·
Verse: 12    
οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται κλαυθμὸς καὶ βρυγμὸς τῶν ὀδόντων.
Verse: 13    
καὶ εἶπεν ᾽Ιησοῦς τῷ ἑκατοντάρχῃ, ῞Υπαγε, ὡς ἐπίστευσας γενηθήτω σοι. καὶ ἰάθη παῖς [αὐτοῦ] ἐν τῇ ὥρᾳ ἐκείνῃ.
Verse: 14    
Καὶ ἐλθὼν ᾽Ιησοῦς εἰς τὴν οἰκίαν Πέτρου εἶδεν τὴν πενθερὰν αὐτοῦ βεβλημένην καὶ πυρέσσουσαν·
Verse: 15    
καὶ ἥψατο τῆς χειρὸς αὐτῆς, καὶ ἀϕῆκεν αὐτὴν πυρετός· καὶ ἠγέρθη καὶ διηκόνει αὐτῷ.
Verse: 16    
᾽Οψίας δὲ γενομένης προσήνεγκαν αὐτῷ δαιμονιζομένους πολλούς· καὶ ἐξέβαλεν τὰ πνεύματα λόγῳ, καὶ πάντας τοὺς κακῶς ἔχοντας ἐθεράπευσεν·
Verse: 17    
ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ ᾽Ησαίου τοῦ προϕήτου λέγοντος, Αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἔλαβεν καὶ τὰς νόσους ἐβάστασεν.
Verse: 18    
᾽Ιδὼν δὲ ᾽Ιησοῦς ὄχλον περὶ αὐτὸν ἐκέλευσεν ἀπελθεῖν εἰς τὸ πέραν.
Verse: 19    
καὶ προσελθὼν εἷς γραμματεὺς εἶπεν αὐτῷ, Διδάσκαλε, ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ.
Verse: 20    
καὶ λέγει αὐτῷ ᾽Ιησοῦς, Αἱ ἀλώπεκες ϕωλεοὺς ἔχουσιν καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεϕαλὴν κλίνῃ.
Verse: 21    
ἕτερος δὲ τῶν μαθητῶν [αὐτοῦ] εἶπεν αὐτῷ, Κύριε, ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν καὶ θάψαι τὸν πατέρα μου.
Verse: 22    
δὲ ᾽Ιησοῦς λέγει αὐτῷ, ᾽Ακολούθει μοι, καὶ ἄϕες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς.
Verse: 23    
Καὶ ἐμβάντι αὐτῷ εἰς [τὸ] πλοῖον ἠκολούθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ.
Verse: 24    
καὶ ἰδοὺ σεισμὸς μέγας ἐγένετο ἐν τῇ θαλάσσῃ, ὥστε τὸ πλοῖον καλύπτεσθαι ὑπὸ τῶν κυμάτων· αὐτὸς δὲ ἐκάθευδεν.
Verse: 25    
καὶ προσελθόντες ἤγειραν αὐτὸν λέγοντες, Κύριε, σῶσον, ἀπολλύμεθα.
Verse: 26    
καὶ λέγει αὐτοῖς, Τί δειλοί ἐστε, ὀλιγόπιστοι; τότε ἐγερθεὶς ἐπετίμησεν τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ, καὶ ἐγένετο γαλήνη μεγάλη.
Verse: 27    
οἱ δὲ ἄνθρωποι ἐθαύμασαν λέγοντες, Ποταπός ἐστιν οὗτος ὅτι καὶ οἱ ἄνεμοι καὶ θάλασσα αὐτῷ ὑπακούουσιν;
Verse: 28    
Καὶ ἐλθόντος αὐτοῦ εἰς τὸ πέραν εἰς τὴν χώραν τῶν Γαδαρηνῶν ὑπήντησαν αὐτῷ δύο δαιμονιζόμενοι ἐκ τῶν μνημείων ἐξερχόμενοι, χαλεποὶ λίαν, ὥστε μὴ ἰσχύειν τινὰ παρελθεῖν διὰ τῆς ὁδοῦ ἐκείνης.
Verse: 29    
καὶ ἰδοὺ ἔκραξαν λέγοντες, Τί ἡμῖν καὶ σοί, υἱὲ τοῦ θεοῦ; ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς;
Verse: 30    
ἦν δὲ μακρὰν ἀπ' αὐτῶν ἀγέλη χοίρων πολλῶν βοσκομένη.
Verse: 31    
οἱ δὲ δαίμονες παρεκάλουν αὐτὸν λέγοντες, Εἰ ἐκβάλλεις ἡμᾶς, ἀπόστειλον ἡμᾶς εἰς τὴν ἀγέλην τῶν χοίρων.
Verse: 32    
καὶ εἶπεν αὐτοῖς, ῾Υπάγετε. οἱ δὲ ἐξελθόντες ἀπῆλθον εἰς τοὺς χοίρους· καὶ ἰδοὺ ὥρμησεν πᾶσα ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν, καὶ ἀπέθανον ἐν τοῖς ὕδασιν.
Verse: 33    
οἱ δὲ βόσκοντες ἔϕυγον, καὶ ἀπελθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν πάντα καὶ τὰ τῶν δαιμονιζομένων.
Verse: 34    
καὶ ἰδοὺ πᾶσα πόλις ἐξῆλθεν εἰς ὑπάντησιν τῷ ᾽Ιησοῦ, καὶ ἰδόντες αὐτὸν παρεκάλεσαν ὅπως μεταβῇ ἀπὸ τῶν ὁρίων αὐτῶν.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.