TITUS
Novum Testamentum graece
Part No. 9
Previous part

Chapter: 9 
Verse: 1    Καὶ ἐμβὰς εἰς πλοῖον διεπέρασεν καὶ ἦλϑεν εἰς τὴν ἰδίαν πόλιν.
Verse: 2    
καὶ ἰδοὺ προσέϕερον αὐτῷ παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον. καὶ ἰδὼν ᾽Ιησοῦς τὴν πίστιν αὐτῶν εἶπεν τῷ παραλυτικῷ, Θάρσει, τέκνον· ἀϕίενταί σου αἱ ἁμαρτίαι.
Verse: 3    
καὶ ἰδού τινες τῶν γραμματέων εἶπαν ἐν ἑαυτοῖς, Οὗτος βλασϕημεῖ.
Verse: 4    
καὶ εἰδὼς ᾽Ιησοῦς τὰς ἐνϑυμήσεις αὐτῶν εἶπεν, ῾Ινατί ἐνϑυμεῖσϑε πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν;
Verse: 5    
τί γάρ ἐστιν εὐκοπώτερον, εἰπεῖν, ᾽Αϕίενταί σου αἱ ἁμαρτίαι, εἰπεῖν, ῎Εγειρε καὶ περιπάτει;
Verse: 6    
ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει υἱὸς τοῦ ἀνϑρώπου ἐπὶ τῆς γῆς ἀϕιέναι ἁμαρτίας τότε λέγει τῷ παραλυτικῷ, ᾽Εγερϑεὶς ἆρόν σου τὴν κλίνην καὶ ὕπαγε εἰς τὸν οἶκόν σου.
Verse: 7    
καὶ ἐγερϑεὶς ἀπῆλϑεν εἰς τὸν οἶκον αὐτοῦ.
Verse: 8    
ἰδόντες δὲ οἱ ὄχλοι ἐϕοβήϑησαν καὶ ἐδόξασαν τὸν ϑεὸν τὸν δόντα ἐξουσίαν τοιαύτην τοῖς ἀνϑρώποις.
Verse: 9    
Καὶ παράγων ᾽Ιησοῦς ἐκεῖϑεν εἶδεν ἄνϑρωπον καϑήμενον ἐπὶ τὸ τελώνιον, Μαϑϑαῖον λεγόμενον, καὶ λέγει αὐτῷ, ᾽Ακολούϑει μοι. καὶ ἀναστὰς ἠκολούϑησεν αὐτῷ.
Verse: 10    
Καὶ ἐγένετο αὐτοῦ ἀνακειμένου ἐν τῇ οἰκίᾳ, καὶ ἰδοὺ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ ἐλϑόντες συνανέκειντο τῷ ᾽Ιησοῦ καὶ τοῖς μαϑηταῖς αὐτοῦ.
Verse: 11    
καὶ ἰδόντες οἱ Φαρισαῖοι ἔλεγον τοῖς μαϑηταῖς αὐτοῦ, Διὰ τί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσϑίει διδάσκαλος ὑμῶν;
Verse: 12    
δὲ ἀκούσας εἶπεν, Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ ἀλλ' οἱ κακῶς ἔχοντες.
Verse: 13    
πορευϑέντες δὲ μάϑετε τί ἐστιν, ῎Ελεος ϑέλω καὶ οὐ ϑυσίαν· οὐ γὰρ ἦλϑον καλέσαι δικαίους ἀλλὰ ἁμαρτωλούς.
Verse: 14    
Τότε προσέρχονται αὐτῷ οἱ μαϑηταὶ ᾽Ιωάννου λέγοντες, Διὰ τί ἡμεῖς καὶ οἱ Φαρισαῖοι νηστεύομεν πολλά, οἱ δὲ μαϑηταί σου οὐ νηστεύουσιν;
Verse: 15    
καὶ εἶπεν αὐτοῖς ᾽Ιησοῦς, Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμϕῶνος πενϑεῖν ἐϕ' ὅσον μετ' αὐτῶν ἐστιν νυμϕίος; ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρϑῇ ἀπ' αὐτῶν νυμϕίος, καὶ τότε νηστεύσουσιν.
Verse: 16    
οὐδεὶς δὲ ἐπιβάλλει ἐπίβλημα ῥάκους ἀγνάϕου ἐπὶ ἱματίῳ παλαιῷ· αἴρει γὰρ τὸ πλήρωμα αὐτοῦ ἀπὸ τοῦ ἱματίου, καὶ χεῖρον σχίσμα γίνεται.
Verse: 17    
οὐδὲ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μήγε, ῥήγνυνται οἱ ἀσκοί, καὶ οἶνος ἐκχεῖται καὶ οἱ ἀσκοὶ ἀπόλλυνται· ἀλλὰ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς καινούς, καὶ ἀμϕότεροι συντηροῦνται.
Verse: 18    
Ταῦτα αὐτοῦ λαλοῦντος αὐτοῖς ἰδοὺ ἄρχων εἷς ἐλϑὼν προσεκύνει αὐτῷ λέγων ὅτι ῾Η ϑυγάτηρ μου ἄρτι ἐτελεύτησεν· ἀλλὰ ἐλϑὼν ἐπίϑες τὴν χεῖρά σου ἐπ' αὐτήν, καὶ ζήσεται.
Verse: 19    
καὶ ἐγερϑεὶς ᾽Ιησοῦς ἠκολούϑησεν αὐτῷ καὶ οἱ μαϑηταὶ αὐτοῦ.
Verse: 20    
Καὶ ἰδοὺ γυνὴ αἱμορροοῦσα δώδεκα ἔτη προσελϑοῦσα ὄπισϑεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ·
Verse: 21    
ἔλεγεν γὰρ ἐν ἑαυτῇ, ᾽Εὰν μόνον ἅψωμαι τοῦ ἱματίου αὐτοῦ σωϑήσομαι.
Verse: 22    
δὲ ᾽Ιησοῦς στραϕεὶς καὶ ἰδὼν αὐτὴν εἶπεν, Θάρσει, ϑύγατερ· πίστις σου σέσωκέν σε. καὶ ἐσώϑη γυνὴ ἀπὸ τῆς ὥρας ἐκείνης.
Verse: 23    
Καὶ ἐλϑὼν ᾽Ιησοῦς εἰς τὴν οἰκίαν τοῦ ἄρχοντος καὶ ἰδὼν τοὺς αὐλητὰς καὶ τὸν ὄχλον ϑορυβούμενον
Verse: 24    
ἔλεγεν, ᾽Αναχωρεῖτε, οὐ γὰρ ἀπέϑανεν τὸ κοράσιον ἀλλὰ καϑεύδει. καὶ κατεγέλων αὐτοῦ.
Verse: 25    
ὅτε δὲ ἐξεβλήϑη ὄχλος, εἰσελϑὼν ἐκράτησεν τῆς χειρὸς αὐτῆς, καὶ ἠγέρϑη τὸ κοράσιον.
Verse: 26    
καὶ ἐξῆλϑεν ϕήμη αὕτη εἰς ὅλην τὴν γῆν ἐκείνην.
Verse: 27    
Καὶ παράγοντι ἐκεῖϑεν τῷ ᾽Ιησοῦ ἠκολούϑησαν [αὐτῷ] δύο τυϕλοὶ κράζοντες καὶ λέγοντες, ᾽Ελέησον ἡμᾶς, υἱὲ Δαυίδ.
Verse: 28    
ἐλϑόντι δὲ εἰς τὴν οἰκίαν προσῆλϑον αὐτῷ οἱ τυϕλοί, καὶ λέγει αὐτοῖς ᾽Ιησοῦς, Πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαι; λέγουσιν αὐτῷ, Ναί, κύριε.
Verse: 29    
τότε ἥψατο τῶν ὀϕϑαλμῶν αὐτῶν λέγων, Κατὰ τὴν πίστιν ὑμῶν γενηϑήτω ὑμῖν.
Verse: 30    
καὶ ἠνεῴχϑησαν αὐτῶν οἱ ὀϕϑαλμοί. καὶ ἐνεβριμήϑη αὐτοῖς ᾽Ιησοῦς λέγων, ῾Ορᾶτε μηδεὶς γινωσκέτω.
Verse: 31    
οἱ δὲ ἐξελϑόντες διεϕήμισαν αὐτὸν ἐν ὅλῃ τῇ γῇ ἐκείνῃ.
Verse: 32    
Αὐτῶν δὲ ἐξερχομένων ἰδοὺ προσήνεγκαν αὐτῷ ἄνϑρωπον κωϕὸν δαιμονιζόμενον·
Verse: 33    
καὶ ἐκβληϑέντος τοῦ δαιμονίου ἐλάλησεν κωϕός. καὶ ἐϑαύμασαν οἱ ὄχλοι λέγοντες, Οὐδέποτε ἐϕάνη οὕτως ἐν τῷ ᾽Ισραήλ.
Verse: 34    
οἱ δὲ Φαρισαῖοι ἔλεγον, ᾽Εν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια.
Verse: 35    
Καὶ περιῆγεν ᾽Ιησοῦς τὰς πόλεις πάσας καὶ τὰς κώμας, διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ ϑεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν.
Verse: 36    
᾽Ιδὼν δὲ τοὺς ὄχλους ἐσπλαγχνίσϑη περὶ αὐτῶν ὅτι ἦσαν ἐσκυλμένοι καὶ ἐρριμμένοι ὡσεὶ πρόβατα μὴ ἔχοντα ποιμένα.
Verse: 37    
τότε λέγει τοῖς μαϑηταῖς αὐτοῦ, ῾Ο μὲν ϑερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι·
Verse: 38    
δεήϑητε οὖν τοῦ κυρίου τοῦ ϑερισμοῦ ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν ϑερισμὸν αὐτοῦ.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.