TITUS
Novum Testamentum graece
Part No. 178
Previous part

Chapter: 2 
Verse: 1    Εἴ τις οὖν παράκλησις ἐν Χριστῷ, εἴ τι παραμύϑιον ἀγάπης, εἴ τις κοινωνία πνεύματος, εἴ τις σπλάγχνα καὶ οἰκτιρμοί,
Verse: 2    
πληρώσατέ μου τὴν χαρὰν ἵνα τὸ αὐτὸ ϕρονῆτε, τὴν αὐτὴν ἀγάπην ἔχοντες, σύμψυχοι, τὸ ἓν ϕρονοῦντες,
Verse: 3    
μηδὲν κατ' ἐριϑείαν μηδὲ κατὰ κενοδοξίαν, ἀλλὰ τῇ ταπεινοϕροσύνῃ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν,
Verse: 4    
μὴ τὰ ἑαυτῶν ἕκαστος σκοποῦντες, ἀλλὰ καὶ τὰ ἑτέρων ἕκαστοι.
Verse: 5    
τοῦτο ϕρονεῖτε ἐν ὑμῖν καὶ ἐν Χριστῷ ᾽Ιησοῦ,
Verse: 6    
ὃς ἐν μορϕῇ ϑεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα ϑεῷ,
Verse: 7    
ἀλλὰ ἑαυτὸν ἐκένωσεν μορϕὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνϑρώπων γενόμενος· καὶ σχήματι εὑρεϑεὶς ὡς ἄνϑρωπος
Verse: 8    
ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι ϑανάτου, ϑανάτου δὲ σταυροῦ.
Verse: 9    
διὸ καὶ ϑεὸς αὐτὸν ὑπερύψωσεν καὶ ἐχαρίσατο αὐτῷ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα,
Verse: 10    
ἵνα ἐν τῷ ὀνόματι ᾽Ιησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχϑονίων,
Verse: 11    
καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται ὅτι κύριος ᾽Ιησοῦς Χριστὸς εἰς δόξαν ϑεοῦ πατρός.
Verse: 12    
῞Ωστε, ἀγαπητοί μου, καϑὼς πάντοτε ὑπηκούσατε, μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον ἀλλὰ νῦν πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου, μετὰ ϕόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσϑε·
Verse: 13    
ϑεὸς γάρ ἐστιν ἐνεργῶν ἐν ὑμῖν καὶ τὸ ϑέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίας.
Verse: 14    
πάντα ποιεῖτε χωρὶς γογγυσμῶν καὶ διαλογισμῶν,
Verse: 15    
ἵνα γένησϑε ἄμεμπτοι καὶ ἀκέραιοι, τέκνα ϑεοῦ ἄμωμα μέσον γενεᾶς σκολιᾶς καὶ διεστραμμένης, ἐν οἷς ϕαίνεσϑε ὡς ϕωστῆρες ἐν κόσμῳ,
Verse: 16    
λόγον ζωῆς ἐπέχοντες, εἰς καύχημα ἐμοὶ εἰς ἡμέραν Χριστοῦ, ὅτι οὐκ εἰς κενὸν ἔδραμον οὐδὲ εἰς κενὸν ἐκοπίασα.
Verse: 17    
ἀλλὰ εἰ καὶ σπένδομαι ἐπὶ τῇ ϑυσίᾳ καὶ λειτουργίᾳ τῆς πίστεως ὑμῶν, χαίρω καὶ συγχαίρω πᾶσιν ὑμῖν·
Verse: 18    
τὸ δὲ αὐτὸ καὶ ὑμεῖς χαίρετε καὶ συγχαίρετέ μοι.
Verse: 19    
᾽Ελπίζω δὲ ἐν κυρίῳ ᾽Ιησοῦ Τιμόϑεον ταχέως πέμψαι ὑμῖν, ἵνα κἀγὼ εὐψυχῶ γνοὺς τὰ περὶ ὑμῶν.
Verse: 20    
οὐδένα γὰρ ἔχω ἰσόψυχον ὅστις γνησίως τὰ περὶ ὑμῶν μεριμνήσει,
Verse: 21    
οἱ πάντες γὰρ τὰ ἑαυτῶν ζητοῦσιν, οὐ τὰ ᾽Ιησοῦ Χριστοῦ.
Verse: 22    
τὴν δὲ δοκιμὴν αὐτοῦ γινώσκετε, ὅτι ὡς πατρὶ τέκνον σὺν ἐμοὶ ἐδούλευσεν εἰς τὸ εὐαγγέλιον.
Verse: 23    
τοῦτον μὲν οὖν ἐλπίζω πέμψαι ὡς ἂν ἀϕίδω τὰ περὶ ἐμὲ ἐξαυτῆς·
Verse: 24    
πέποιϑα δὲ ἐν κυρίῳ ὅτι καὶ αὐτὸς ταχέως ἐλεύσομαι.
Verse: 25    
᾽Αναγκαῖον δὲ ἡγησάμην ᾽Επαϕρόδιτον τὸν ἀδελϕὸν καὶ συνεργὸν καὶ συστρατιώτην μου, ὑμῶν δὲ ἀπόστολον καὶ λειτουργὸν τῆς χρείας μου, πέμψαι πρὸς ὑμᾶς,
Verse: 26    
ἐπειδὴ ἐπιποϑῶν ἦν πάντας ὑμᾶς, καὶ ἀδημονῶν διότι ἠκούσατε ὅτι ἠσϑένησεν.
Verse: 27    
καὶ γὰρ ἠσϑένησεν παραπλήσιον ϑανάτῳ· ἀλλὰ ϑεὸς ἠλέησεν αὐτόν, οὐκ αὐτὸν δὲ μόνον ἀλλὰ καὶ ἐμέ, ἵνα μὴ λύπην ἐπὶ λύπην σχῶ.
Verse: 28    
σπουδαιοτέρως οὖν ἔπεμψα αὐτὸν ἵνα ἰδόντες αὐτὸν πάλιν χαρῆτε κἀγὼ ἀλυπότερος .
Verse: 29    
προσδέχεσϑε οὖν αὐτὸν ἐν κυρίῳ μετὰ πάσης χαρᾶς, καὶ τοὺς τοιούτους ἐντίμους ἔχετε,
Verse: 30    
ὅτι διὰ τὸ ἔργον Χριστοῦ μέχρι ϑανάτου ἤγγισεν, παραβολευσάμενος τῇ ψυχῇ ἵνα ἀναπληρώσῃ τὸ ὑμῶν ὑστέρημα τῆς πρός με λειτουργίας.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.