TITUS
Novum Testamentum graece
Part No. 124
Previous part

Chapter: 5 
Verse: 1    Δικαιωϑέντες οὖν ἐκ πίστεως εἰρήνην ἔχομεν πρὸς τὸν ϑεὸν διὰ τοῦ κυρίου ἡμῶν ᾽Ιησοῦ Χριστοῦ,
Verse: 2    
δι' οὗ καὶ τὴν προσαγωγὴν ἐσχήκαμεν [τῇ πίστει] εἰς τὴν χάριν ταύτην ἐν ἑστήκαμεν, καὶ καυχώμεϑα ἐπ' ἐλπίδι τῆς δόξης τοῦ ϑεοῦ.
Verse: 3    
οὐ μόνον δέ, ἀλλὰ καὶ καυχώμεϑα ἐν ταῖς ϑλίψεσιν, εἰδότες ὅτι ϑλῖψις ὑπομονὴν κατεργάζεται,
Verse: 4    
δὲ ὑπομονὴ δοκιμήν, δὲ δοκιμὴ ἐλπίδα·
Verse: 5    
δὲ ἐλπὶς οὐ καταισχύνει, ὅτι ἀγάπη τοῦ ϑεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν διὰ πνεύματος ἁγίου τοῦ δοϑέντος ἡμῖν,
Verse: 6    
ἔτι γὰρ Χριστὸς ὄντων ἡμῶν ἀσϑενῶν ἔτι κατὰ καιρὸν ὑπὲρ ἀσεβῶν ἀπέϑανεν.
Verse: 7    
μόλις γὰρ ὑπὲρ δικαίου τις ἀποϑανεῖται· ὑπὲρ γὰρ τοῦ ἀγαϑοῦ τάχα τις καὶ τολμᾷ ἀποϑανεῖν·
Verse: 8    
συνίστησιν δὲ τὴν ἑαυτοῦ ἀγάπην εἰς ἡμᾶς ϑεὸς ὅτι ἔτι ἁμαρτωλῶν ὄντων ἡμῶν Χριστὸς ὑπὲρ ἡμῶν ἀπέϑανεν.
Verse: 9    
πολλῷ οὖν μᾶλλον δικαιωϑέντες νῦν ἐν τῷ αἵματι αὐτοῦ σωϑησόμεϑα δι' αὐτοῦ ἀπὸ τῆς ὀργῆς.
Verse: 10    
εἰ γὰρ ἐχϑροὶ ὄντες κατηλλάγημεν τῷ ϑεῷ διὰ τοῦ ϑανάτου τοῦ υἱοῦ αὐτοῦ, πολλῷ μᾶλλον καταλλαγέντες σωϑησόμεϑα ἐν τῇ ζωῇ αὐτοῦ·
Verse: 11    
οὐ μόνον δέ, ἀλλὰ καὶ καυχώμενοι ἐν τῷ ϑεῷ διὰ τοῦ κυρίου ἡμῶν ᾽Ιησοῦ Χριστοῦ, δι' οὗ νῦν τὴν καταλλαγὴν ἐλάβομεν.
Verse: 12    
Διὰ τοῦτο ὥσπερ δι' ἑνὸς ἀνϑρώπου ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλϑεν καὶ διὰ τῆς ἁμαρτίας ϑάνατος, καὶ οὕτως εἰς πάντας ἀνϑρώπους ϑάνατος διῆλϑεν, ἐϕ' πάντες ἥμαρτον
Verse: 13    
ἄχρι γὰρ νόμου ἁμαρτία ἦν ἐν κόσμῳ, ἁμαρτία δὲ οὐκ ἐλλογεῖται μὴ ὄντος νόμου·
Verse: 14    
ἀλλὰ ἐβασίλευσεν ϑάνατος ἀπὸ ᾽Αδὰμ μέχρι Μωϋσέως καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως ᾽Αδάμ, ὅς ἐστιν τύπος τοῦ μέλλοντος.
Verse: 15    
᾽Αλλ' οὐχ ὡς τὸ παράπτωμα, οὕτως καὶ τὸ χάρισμα· εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι οἱ πολλοὶ ἀπέϑανον, πολλῷ μᾶλλον χάρις τοῦ ϑεοῦ καὶ δωρεὰ ἐν χάριτι τῇ τοῦ ἑνὸς ἀνϑρώπου ᾽Ιησοῦ Χριστοῦ εἰς τοὺς πολλοὺς ἐπερίσσευσεν.
Verse: 16    
καὶ οὐχ ὡς δι' ἑνὸς ἁμαρτήσαντος τὸ δώρημα· τὸ μὲν γὰρ κρίμα ἐξ ἑνὸς εἰς κατάκριμα, τὸ δὲ χάρισμα ἐκ πολλῶν παραπτωμάτων εἰς δικαίωμα.
Verse: 17    
εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι ϑάνατος ἐβασίλευσεν διὰ τοῦ ἑνός, πολλῷ μᾶλλον οἱ τὴν περισσείαν τῆς χάριτος καὶ τῆς δωρεᾶς τῆς δικαιοσύνης λαμβάνοντες ἐν ζωῇ βασιλεύσουσιν διὰ τοῦ ἑνὸς ᾽Ιησοῦ Χριστοῦ.
Verse: 18    
῎Αρα οὖν ὡς δι' ἑνὸς παραπτώματος εἰς πάντας ἀνϑρώπους εἰς κατάκριμα, οὕτως καὶ δι' ἑνὸς δικαιώματος εἰς πάντας ἀνϑρώπους εἰς δικαίωσιν ζωῆς·
Verse: 19    
ὥσπερ γὰρ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνϑρώπου ἁμαρτωλοὶ κατεστάϑησαν οἱ πολλοί, οὕτως καὶ διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς δίκαιοι κατασταϑήσονται οἱ πολλοί.
Verse: 20    
νόμος δὲ παρεισῆλϑεν ἵνα πλεονάσῃ τὸ παράπτωμα· οὗ δὲ ἐπλεόνασεν ἁμαρτία, ὑπερεπερίσσευσεν χάρις,
Verse: 21    
ἵνα ὥσπερ ἐβασίλευσεν ἁμαρτία ἐν τῷ ϑανάτῳ, οὕτως καὶ χάρις βασιλεύσῃ διὰ δικαιοσύνης εἰς ζωὴν αἰώνιον διὰ ᾽Ιησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.