TITUS
Novum Testamentum graece
Part No. 204
Previous part

Chapter: 2 
Verse: 1    Σὺ δὲ λάλει πρέπει τῇ ὑγιαινούσῃ διδασκαλίᾳ.
Verse: 2    
πρεσβύτας νηϕαλίους εἶναι, σεμνούς, σώϕρονας, ὑγιαίνοντας τῇ πίστει, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ.
Verse: 3    
πρεσβύτιδας ὡσαύτως ἐν καταστήματι ἱεροπρεπεῖς, μὴ διαβόλους μηδὲ οἴνῳ πολλῷ δεδουλωμένας, καλοδιδασκάλους,
Verse: 4    
ἵνα σωϕρονίζωσιν τὰς νέας ϕιλάνδρους εἶναι, ϕιλοτέκνους,
Verse: 5    
σώϕρονας, ἁγνάς, οἰκουργούς, ἀγαϑάς, ὑποτασσομένας τοῖς ἰδίοις ἀνδράσιν, ἵνα μὴ λόγος τοῦ ϑεοῦ βλασϕημῆται.
Verse: 6    
τοὺς νεωτέρους ὡσαύτως παρακάλει σωϕρονεῖν·
Verse: 7    
περὶ πάντα σεαυτὸν παρεχόμενος τύπον καλῶν ἔργων, ἐν τῇ διδασκαλίᾳ ἀϕϑορίαν, σεμνότητα,
Verse: 8    
λόγον ὑγιῆ ἀκατάγνωστον, ἵνα ἐξ ἐναντίας ἐντραπῇ μηδὲν ἔχων λέγειν περὶ ἡμῶν ϕαῦλον.
Verse: 9    
δούλους ἰδίοις δεσπόταις ὑποτάσσεσϑαι ἐν πᾶσιν, εὐαρέστους εἶναι, μὴ ἀντιλέγοντας,
Verse: 10    
μὴ νοσϕιζομένους, ἀλλὰ πᾶσαν πίστιν ἐνδεικνυμένους ἀγαϑήν, ἵνα τὴν διδασκαλίαν τὴν τοῦ σωτῆρος ἡμῶν ϑεοῦ κοσμῶσιν ἐν πᾶσιν.
Verse: 11    
᾽Επεϕάνη γὰρ χάρις τοῦ ϑεοῦ σωτήριος πᾶσιν ἀνϑρώποις,
Verse: 12    
παιδεύουσα ἡμᾶς ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιϑυμίας σωϕρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι,
Verse: 13    
προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιϕάνειαν τῆς δόξης τοῦ μεγάλου ϑεοῦ καὶ σωτῆρος ἡμῶν ᾽Ιησοῦ Χριστοῦ,
Verse: 14    
ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας καὶ καϑαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων.
Verse: 15    
Ταῦτα λάλει καὶ παρακάλει καὶ ἔλεγχε μετὰ πάσης ἐπιταγῆς· μηδείς σου περιϕρονείτω.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.