TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1178
Previous part

Chapter: 12 
Verse: 1    καὶ κατὰ τὴν ὥραν ἐκείνην παρελεύσεται Μιχαηλ ἄγγελος μέγας ἑστηκὼς ἐπὶ τοὺς υἱοὺς τοῦ λαοῦ σου· ἐκείνη ἡμέρα ϑλίψεως, οἵα οὐκ ἐγενήϑη ἀϕ' οὗ ἐγενήϑησαν ἕως τῆς ἡμέρας ἐκείνης· καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὑψωϑήσεται πᾶς λαός, ὃς ἂν εὑρεϑῇ ἐγγεγραμμένος ἐν τῷ βιβλίῳ.
Verse: 2    
καὶ πολλοὶ τῶν καϑευδόντων ἐν τῷ πλάτει τῆς γῆς ἀναστήσονται, οἱ μὲν εἰς ζωὴν αἰώνιον, οἱ δὲ εἰς ὀνειδισμόν, οἱ δὲ εἰς διασπορὰν καὶ αἰσχύνην αἰώνιον.
Verse: 3    
καὶ οἱ συνιέντες ϕανοῦσιν ὡς ϕωστῆρες τοῦ οὐρανοῦ καὶ οἱ κατισχύοντες τοὺς λόγους μου ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Verse: 4    
καὶ σύ, Δανιηλ, κάλυψον τὰ προστάγματα καὶ σϕράγισαι τὸ βιβλίον ἕως καιροῦ συντελείας, ἕως ἂν ἀπομανῶσιν οἱ πολλοὶ καὶ πλησϑῇ γῆ ἀδικίας.
Verse: 5    
καὶ εἶδον ἐγὼ Δανιηλ καὶ ἰδοὺ δύο ἕτεροι εἱστήκεισαν, εἷς ἔνϑεν τοῦ ποταμοῦ καὶ εἷς ἔνϑεν.
Verse: 6    
καὶ εἶπα τῷ ἑνὶ τῷ περιβεβλημένῳ τὰ βύσσινα τῷ ἐπάνω Πότε οὖν συντέλεια ὧν εἴρηκάς μοι τῶν ϑαυμαστῶν καὶ καϑαρισμὸς τούτων;
Verse: 7    
καὶ ἤκουσα τοῦ περιβεβλημένου τὰ βύσσινα, ὃς ἦν ἐπάνω τοῦ ὕδατος τοῦ ποταμοῦ ῞Εως καιροῦ συντελείας· καὶ ὕψωσε τὴν δεξιὰν καὶ τὴν ἀριστερὰν εἰς τὸν οὐρανὸν καὶ ὤμοσε τὸν ζῶντα εἰς τὸν αἰῶνα ϑεὸν ὅτι εἰς καιρὸν καὶ καιροὺς καὶ ἥμισυ καιροῦ συντέλεια χειρῶν ἀϕέσεως λαοῦ ἁγίου, καὶ συντελεσϑήσεται πάντα ταῦτα.
Verse: 8    
καὶ ἐγὼ ἤκουσα καὶ οὐ διενοήϑην παρ' αὐτὸν τὸν καιρὸν καὶ εἶπα Κύριε, τίς λύσις τοῦ λόγου τούτου, καὶ τίνος αἱ παραβολαὶ αὗται;
Verse: 9    
καὶ εἶπέν μοι ᾽Απότρεχε, Δανιηλ, ὅτι κατακεκαλυμμένα καὶ ἐσϕραγισμένα τὰ προστάγματα, ἕως ἂν
Verse: 10    
πειρασϑῶσι καὶ ἁγιασϑῶσι πολλοί, καὶ ἁμάρτωσιν οἱ ἁμαρτωλοί· καὶ οὐ μὴ διανοηϑῶσι πάντες οἱ ἁμαρτωλοί, καὶ οἱ διανοούμενοι προσέξουσιν.
Verse: 11    
ἀϕ' οὗ ἂν ἀποσταϑῇ ϑυσία διὰ παντὸς καὶ ἑτοιμασϑῇ δοϑῆναι τὸ βδέλυγμα τῆς ἐρημώσεως, ἡμέρας χιλίας διακοσίας ἐνενήκοντα.
Verse: 12    
μακάριος ἐμμένων καὶ συνάξει εἰς ἡμέρας χιλίας τριακοσίας τριάκοντα πέντε.
Verse: 13    
καὶ σὺ βάδισον ἀναπαύου· ἔτι γάρ εἰσιν ἡμέραι καὶ ὧραι εἰς
Verse: 14    
ἀναπλήρωσιν συντελείας, καὶ ἀναπαύσῃ καὶ ἀναστήσῃ ἐπὶ τὴν δόξαν σου εἰς συντέλειαν ἡμερῶν. //




Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.