TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1168
Previous part

Chapter: 2 
Verse: 1    Καὶ ἐν τῷ ἔτει τῷ δευτέρῳ τῆς βασιλείας Ναβουχοδονοσορ συνέβη εἰς ὁράματα καὶ ἐνύπνια ἐμπεσεῖν τὸν βασιλέα καὶ ταραχϑῆναι ἐν τῷ ἐνυπνίῳ αὐτοῦ, καὶ ὕπνος αὐτοῦ ἐγένετο ἀπ' αὐτοῦ.
Verse: 2    
καὶ ἐπέταξεν βασιλεὺς εἰσενεχϑῆναι τοὺς ἐπαοιδοὺς καὶ τοὺς μάγους καὶ τοὺς ϕαρμακοὺς τῶν Χαλδαίων ἀναγγεῖλαι τῷ βασιλεῖ τὰ ἐνύπνια αὐτοῦ, καὶ παραγενόμενοι ἔστησαν παρὰ τῷ βασιλεῖ.
Verse: 3    
καὶ εἶπεν αὐτοῖς βασιλεύς ᾽Ενύπνιον ἑώρακα καὶ ἐκινήϑη μου τὸ πνεῦμα· ἐπιγνῶναι οὖν ϑέλω τὸ ἐνύπνιον.
Verse: 4    
καὶ ἐλάλησαν οἱ Χαλδαῖοι πρὸς τὸν βασιλέα Συριστί Κύριε βασιλεῦ, τὸν αἰῶνα ζῆϑι· ἀνάγγειλον τὸ ἐνύπνιόν σου τοῖς παισί σου, καὶ ἡμεῖς σοι ϕράσομεν τὴν σύγκρισιν αὐτοῦ.
Verse: 5    
ἀποκριϑεὶς δὲ βασιλεὺς εἶπε τοῖς Χαλδαίοις ὅτι ᾽Εὰν μὴ ἀπαγγείλητέ μοι ἐπ' ἀληϑείας τὸ ἐνύπνιον καὶ τὴν τούτου σύγκρισιν δηλώσητέ μοι, παραδειγματισϑήσεσϑε, καὶ ἀναληϕϑήσεται ὑμῶν τὰ ὑπάρχοντα εἰς τὸ βασιλικόν·
Verse: 6    
ἐὰν δὲ τὸ ἐνύπνιον διασαϕήσητέ μοι καὶ τὴν τούτου σύγκρισιν ἀναγγείλητε, λήψεσϑε δόματα παντοῖα καὶ δοξασϑήσεσϑε ὑπ' ἐμοῦ· δηλώσατέ μοι τὸ ἐνύπνιον καὶ κρίνατε.
Verse: 7    
ἀπεκρίϑησαν δὲ ἐκ δευτέρου λέγοντες Βασιλεῦ, τὸ ὅραμα εἰπόν, καὶ οἱ παῖδές σου κρινοῦσι πρὸς ταῦτα.
Verse: 8    
καὶ εἶπεν αὐτοῖς βασιλεύς ᾽Επ' ἀληϑείας οἶδα ὅτι καιρὸν ὑμεῖς ἐξαγοράζετε, καϑάπερ ἑωράκατε ὅτι ἀπέστη ἀπ' ἐμοῦ τὸ πρᾶγμα· καϑάπερ οὖν προστέταχα, οὕτως ἔσται·
Verse: 9    
ἐὰν μὴ τὸ ἐνύπνιον ἀπαγγείλητέ μοι ἐπ' ἀληϑείας καὶ τὴν τούτου σύγκρισιν δηλώσητε, ϑανάτῳ περιπεσεῖσϑε· συνείπασϑε γὰρ λόγους ψευδεῖς ποιήσασϑαι ἐπ' ἐμοῦ, ἕως ἂν καιρὸς ἀλλοιωϑῇ· νῦν οὖν ἐὰν τὸ ῥῆμα εἴπητέ μοι, τὴν νύκτα ἑώρακα, γνώσομαι ὅτι καὶ τὴν τούτου κρίσιν δηλώσετε.
Verse: 10    
καὶ ἀπεκρίϑησαν οἱ Χαλδαῖοι ἐπὶ τοῦ βασιλέως ὅτι Οὐδεὶς τῶν ἐπὶ τῆς γῆς δυνήσεται εἰπεῖν τῷ βασιλεῖ ἑώρακε, καϑάπερ σὺ ἐρωτᾷς, καὶ πᾶς βασιλεὺς καὶ πᾶς δυνάστης τοιοῦτο πρᾶγμα οὐκ ἐπερωτᾷ πάντα σοϕὸν καὶ μάγον καὶ Χαλδαῖον·
Verse: 11    
καὶ λόγος, ὃν ζητεῖς, βασιλεῦ, βαρύς ἐστι καὶ ἐπίδοξος, καὶ οὐδείς ἐστιν, ὃς δηλώσει ταῦτα τῷ βασιλεῖ, εἰ μήτι ἄγγελος, οὗ οὐκ ἔστι κατοικητήριον μετὰ πάσης σαρκός· ὅϑεν οὐκ ἐνδέχεται γενέσϑαι καϑάπερ οἴει.
Verse: 12    
τότε βασιλεὺς στυγνὸς γενόμενος καὶ περίλυπος προσέταξεν ἐξαγαγεῖν πάντας τοὺς σοϕοὺς τῆς Βαβυλωνίας·
Verse: 13    
καὶ ἐδογματίσϑη πάντας ἀποκτεῖναι, ἐζητήϑη δὲ Δανιηλ καὶ πάντες οἱ μετ' αὐτοῦ χάριν τοῦ συναπολέσϑαι.
Verse: 14    
τότε Δανιηλ εἶπε βουλὴν καὶ γνώμην, ἣν εἶχεν, Αριώχῃ τῷ ἀρχιμαγείρῳ τοῦ βασιλέως, προσέταξεν ἐξαγαγεῖν τοὺς σοϕιστὰς τῆς Βαβυλωνίας,
Verse: 15    
καὶ ἐπυνϑάνετο αὐτοῦ λέγων Περὶ τίνος δογματίζεται πικρῶς παρὰ τοῦ βασιλέως; τότε τὸ πρόσταγμα ἐσήμανεν Αριώχης τῷ Δανιηλ.
Verse: 16    
δὲ Δανιηλ εἰσῆλϑε ταχέως πρὸς τὸν βασιλέα καὶ ἠξίωσεν ἵνα δοϑῇ αὐτῷ χρόνος παρὰ τοῦ βασιλέως, καὶ δηλώσῃ πάντα ἐπὶ τοῦ βασιλέως.
Verse: 17    
τότε ἀπελϑὼν Δανιηλ εἰς τὸν οἶκον αὐτοῦ τῷ Ανανια καὶ Μισαηλ καὶ Αζαρια τοῖς συνεταίροις ὑπέδειξε πάντα·
Verse: 18    
καὶ παρήγγειλε νηστείαν καὶ δέησιν καὶ τιμωρίαν ζητῆσαι παρὰ τοῦ κυρίου τοῦ ὑψίστου περὶ τοῦ μυστηρίου τούτου, ὅπως μὴ ἐκδοϑῶσι Δανιηλ καὶ οἱ μετ' αὐτοῦ εἰς ἀπώλειαν ἅμα τοῖς σοϕισταῖς Βαβυλῶνος.
Verse: 19    
τότε τῷ Δανιηλ ἐν ὁράματι ἐν αὐτῇ τῇ νυκτὶ τὸ μυστήριον τοῦ βασιλέως ἐξεϕάνϑη εὐσήμως· τότε Δανιηλ εὐλόγησε τὸν κύριον τὸν ὕψιστον
Verse: 20    
καὶ ἐκϕωνήσας εἶπεν ῎Εσται τὸ ὄνομα τοῦ κυρίου τοῦ μεγάλου εὐλογημένον εἰς τὸν αἰῶνα, ὅτι σοϕία καὶ μεγαλωσύνη αὐτοῦ ἐστι·
Verse: 21    
καὶ αὐτὸς ἀλλοιοῖ καιροὺς καὶ χρόνους, μεϑιστῶν βασιλεῖς καὶ καϑιστῶν, διδοὺς σοϕοῖς σοϕίαν καὶ σύνεσιν τοῖς ἐν ἐπιστήμῃ οὖσιν·
Verse: 22    
ἀνακαλύπτων τὰ βαϑέα καὶ σκοτεινὰ καὶ γινώσκων τὰ ἐν τῷ σκότει καὶ τὰ ἐν τῷ ϕωτί, καὶ παρ' αὐτῷ κατάλυσις·
Verse: 23    
σοί, κύριε τῶν πατέρων μου, ἐξομολογοῦμαι καὶ αἰνῶ, ὅτι σοϕίαν καὶ ϕρόνησιν ἔδωκάς μοι καὶ νῦν ἐσήμανάς μοι ὅσα ἠξίωσα τοῦ δηλῶσαι τῷ βασιλεῖ πρὸς ταῦτα.
Verse: 24    
εἰσελϑὼν δὲ Δανιηλ πρὸς τὸν Αριωχ τὸν κατασταϑέντα ὑπὸ τοῦ βασιλέως ἀποκτεῖναι πάντας τοὺς σοϕιστὰς τῆς Βαβυλωνίας εἶπεν αὐτῷ Τοὺς μὲν σοϕιστὰς τῆς Βαβυλωνίας μὴ ἀπολέσῃς, εἰσάγαγε δέ με πρὸς τὸν βασιλέα, καὶ ἕκαστα τῷ βασιλεῖ δηλώσω.
Verse: 25    
τότε Αριωχ κατὰ σπουδὴν εἰσήγαγεν τὸν Δανιηλ πρὸς τὸν βασιλέα καὶ εἶπεν αὐτῷ ὅτι Εὕρηκα ἄνϑρωπον σοϕὸν ἐκ τῆς αἰχμαλωσίας τῶν υἱῶν τῆς Ιουδαίας, ὃς τῷ βασιλεῖ δηλώσει ἕκαστα.
Verse: 26    
ἀποκριϑεὶς δὲ βασιλεὺς εἶπε τῷ Δανιηλ ἐπικαλουμένῳ δὲ Χαλδαϊστὶ Βαλτασαρ Δυνήσῃ δηλῶσαί μοι τὸ ὅραμα, εἶδον, καὶ τὴν τούτου σύγκρισιν;
Verse: 27    
ἐκϕωνήσας δὲ Δανιηλ ἐπὶ τοῦ βασιλέως εἶπεν Τὸ μυστήριον, ἑώρακεν βασιλεύς, οὐκ ἔστι σοϕῶν καὶ ϕαρμακῶν καὶ ἐπαοιδῶν καὶ γαζαρηνῶν δήλωσις,
Verse: 28    
ἀλλ' ἔστι ϑεὸς ἐν οὐρανῷ ἀνακαλύπτων μυστήρια, ὃς ἐδήλωσε τῷ βασιλεῖ Ναβουχοδονοσορ δεῖ γενέσϑαι ἐπ' ἐσχάτων τῶν ἡμερῶν. βασιλεῦ, εἰς τὸν αἰῶνα ζῆϑι· τὸ ἐνύπνιον καὶ τὸ ὅραμα τῆς κεϕαλῆς σου ἐπὶ τῆς κοίτης σου τοῦτό ἐστι.
Verse: 29    
σύ, βασιλεῦ, κατακλιϑεὶς ἐπὶ τῆς κοίτης σου ἑώρακας πάντα, ὅσα δεῖ γενέσϑαι ἐπ' ἐσχάτων τῶν ἡμερῶν, καὶ ἀνακαλύπτων μυστήρια ἐδήλωσέ σοι δεῖ γενέσϑαι.
Verse: 30    
κἀμοὶ δὲ οὐ παρὰ τὴν σοϕίαν τὴν οὖσαν ἐν ἐμοὶ ὑπὲρ πάντας τοὺς ἀνϑρώπους τὸ μυστήριον τοῦτο ἐξεϕάνϑη, ἀλλ' ἕνεκεν τοῦ δηλωϑῆναι τῷ βασιλεῖ ἐσημάνϑη μοι ὑπέλαβες τῇ καρδίᾳ σου ἐν γνώσει.
Verse: 31    
καὶ σύ, βασιλεῦ, ἑώρακας, καὶ ἰδοὺ εἰκὼν μία, καὶ ἦν εἰκὼν ἐκείνη μεγάλη σϕόδρα, καὶ πρόσοψις αὐτῆς ὑπερϕερὴς ἑστήκει ἐναντίον σου, καὶ πρόσοψις τῆς εἰκόνος ϕοβερά·
Verse: 32    
καὶ ἦν κεϕαλὴ αὐτῆς ἀπὸ χρυσίου χρηστοῦ, τὸ στῆϑος καὶ οἱ βραχίονες ἀργυροῖ, κοιλία καὶ οἱ μηροὶ χαλκοῖ,
Verse: 33    
τὰ δὲ σκέλη σιδηρᾶ, οἱ πόδες μέρος μέν τι σιδήρου, μέρος δέ τι ὀστράκινον.
Verse: 34    
ἑώρακας ἕως ὅτου ἐτμήϑη λίϑος ἐξ ὄρους ἄνευ χειρῶν καὶ ἐπάταξε τὴν εἰκόνα ἐπὶ τοὺς πόδας τοὺς σιδηροῦς καὶ ὀστρακίνους καὶ κατήλεσεν αὐτά.
Verse: 35    
τότε λεπτὰ ἐγένετο ἅμα σίδηρος καὶ τὸ ὄστρακον καὶ χαλκὸς καὶ ἄργυρος καὶ τὸ χρυσίον καὶ ἐγένετο ὡσεὶ λεπτότερον ἀχύρου ἐν ἅλωνι, καὶ ἐρρίπισεν αὐτὰ ἄνεμος ὥστε μηδὲν καταλειϕϑῆναι ἐξ αὐτῶν· καὶ λίϑος πατάξας τὴν εἰκόνα ἐγένετο ὄρος μέγα καὶ ἐπάταξε πᾶσαν τὴν γῆν.
Verse: 36    
τοῦτο τὸ ὅραμα· καὶ τὴν κρίσιν δὲ ἐροῦμεν ἐπὶ τοῦ βασιλέως.
Verse: 37    
σύ, βασιλεῦ βασιλεὺς βασιλέων, καὶ σοὶ κύριος τοῦ οὐρανοῦ τὴν ἀρχὴν καὶ τὴν βασιλείαν καὶ τὴν ἰσχὺν καὶ τὴν τιμὴν καὶ τὴν δόξαν ἔδωκεν,
Verse: 38    
ἐν πάσῃ τῇ οἰκουμένῃ ἀπὸ ἀνϑρώπων καὶ ϑηρίων ἀγρίων καὶ πετεινῶν οὐρανοῦ καὶ τῶν ἰχϑύων τῆς ϑαλάσσης παρέδωκεν ὑπὸ τὰς χεῖράς σου κυριεύειν πάντων, σὺ εἶ κεϕαλὴ χρυσῆ.
Verse: 39    
καὶ μετὰ σὲ ἀναστήσεται βασιλεία ἐλάττων σου, καὶ τρίτη βασιλεία ἄλλη χαλκῆ, κυριεύσει πάσης τῆς γῆς.
Verse: 40    
καὶ βασιλεία τετάρτη ἰσχυρὰ ὥσπερ σίδηρος δαμάζων πάντα καὶ πᾶν δένδρον ἐκκόπτων, καὶ σεισϑήσεται πᾶσα γῆ.
Verse: 41    
καὶ ὡς ἑώρακας τοὺς πόδας αὐτῆς μέρος μέν τι ὀστράκου κεραμικοῦ μέρος δέ τι σιδήρου, βασιλεία ἄλλη διμερὴς ἔσται ἐν αὐτῇ, καϑάπερ εἶδες τὸν σίδηρον ἀναμεμειγμένον ἅμα τῷ πηλίνῳ ὀστράκῳ·
Verse: 42    
καὶ οἱ δάκτυλοι τῶν ποδῶν μέρος μέν τι σιδηροῦν μέρος δέ τι ὀστράκινον, μέρος τι τῆς βασιλείας ἔσται ἰσχυρὸν καὶ μέρος τι ἔσται συντετριμμένον.
Verse: 43    
καὶ ὡς εἶδες τὸν σίδηρον ἀναμεμειγμένον ἅμα τῷ πηλίνῳ ὀστράκῳ, συμμειγεῖς ἔσονται εἰς γένεσιν ἀνϑρώπων, οὐκ ἔσονται δὲ ὁμονοοῦντες οὔτε εὐνοοῦντες ἀλλήλοις, ὥσπερ οὐδὲ σίδηρος δύναται συγκραϑῆναι τῷ ὀστράκῳ.
Verse: 44    
καὶ ἐν τοῖς χρόνοις τῶν βασιλέων τούτων στήσει ϑεὸς τοῦ οὐρανοῦ βασιλείαν ἄλλην, ἥτις ἔσται εἰς τοὺς αἰῶνας καὶ οὐ ϕϑαρήσεται, καὶ αὕτη βασιλεία ἄλλο ἔϑνος οὐ μὴ ἐάσῃ, πατάξει δὲ καὶ ἀϕανίσει τὰς βασιλείας ταύτας, καὶ αὐτὴ στήσεται εἰς τὸν αἰῶνα,
Verse: 45    
καϑάπερ ἑώρακας ἐξ ὄρους τμηϑῆναι λίϑον ἄνευ χειρῶν, καὶ συνηλόησε τὸ ὄστρακον, τὸν σίδηρον καὶ τὸν χαλκὸν καὶ τὸν ἄργυρον καὶ τὸν χρυσόν. ϑεὸς μέγας ἐσήμανε τῷ βασιλεῖ τὰ ἐσόμενα ἐπ' ἐσχάτων τῶν ἡμερῶν, καὶ ἀκριβὲς τὸ ὅραμα, καὶ πιστὴ τούτου κρίσις.
Verse: 46    
τότε Ναβουχοδονοσορ βασιλεὺς πεσὼν ἐπὶ πρόσωπον χαμαὶ προσεκύνησε τῷ Δανιηλ καὶ ἐπέταξε ϑυσίας καὶ σπονδὰς ποιῆσαι αὐτῷ.
Verse: 47    
καὶ ἐκϕωνήσας βασιλεὺς πρὸς τὸν Δανιηλ εἶπεν ᾽Επ' ἀληϑείας ἐστὶν ϑεὸς ὑμῶν ϑεὸς τῶν ϑεῶν καὶ κύριος τῶν βασιλέων ἐκϕαίνων μυστήρια κρυπτὰ μόνος, ὅτι ἐδυνάσϑης δηλῶσαι τὸ μυστήριον τοῦτο.
Verse: 48    
τότε βασιλεὺς Ναβουχοδονοσορ Δανιηλ μεγαλύνας καὶ δοὺς δωρεὰς μεγάλας καὶ πολλὰς κατέστησεν ἐπὶ τῶν πραγμάτων τῆς Βαβυλωνίας καὶ ἀπέδειξεν αὐτὸν ἄρχοντα καὶ ἡγούμενον πάντων τῶν σοϕιστῶν Βαβυλωνίας.
Verse: 49    
καὶ Δανιηλ ἠξίωσε τὸν βασιλέα ἵνα κατασταϑῶσιν ἐπὶ τῶν πραγμάτων τῆς Βαβυλωνίας Σεδραχ, Μισαχ, Αβδεναγω· καὶ Δανιηλ ἦν ἐν τῇ βασιλικῇ αὐλῇ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.