TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1173
Previous part

Chapter: 7 
Verse: 1    ῎Ετους πρώτου βασιλεύοντος Βαλτασαρ χώρας Βαβυλωνίας Δανιηλ ὅραμα εἶδε παρὰ κεϕαλὴν ἐπὶ τῆς κοίτης αὐτοῦ· τότε Δανιηλ τὸ ὅραμα, εἶδεν, ἔγραψεν εἰς κεϕάλαια λόγων
Verse: 2    
᾽Επὶ τῆς κοίτης μου ἐϑεώρουν καϑ' ὕπνους νυκτὸς καὶ ἰδοὺ τέσσαρες ἄνεμοι τοῦ οὐρανοῦ ἐνέπεσον εἰς τὴν ϑάλασσαν τὴν μεγάλην.
Verse: 3    
καὶ τέσσαρα ϑηρία ἀνέβαινον ἐκ τῆς ϑαλάσσης διαϕέροντα ἓν παρὰ τὸ ἕν.
Verse: 4    
τὸ πρῶτον ὡσεὶ λέαινα ἔχουσα πτερὰ ὡσεὶ ἀετοῦ· ἐϑεώρουν ἕως ὅτου ἐτίλη τὰ πτερὰ αὐτῆς, καὶ ἤρϑη ἀπὸ τῆς γῆς καὶ ἐπὶ ποδῶν ἀνϑρωπίνων ἐστάϑη, καὶ ἀνϑρωπίνη καρδία ἐδόϑη αὐτῇ.
Verse: 5    
καὶ ἰδοὺ μετ' αὐτὴν ἄλλο ϑηρίον ὁμοίωσιν ἔχον ἄρκου, καὶ ἐπὶ τοῦ ἑνὸς πλευροῦ ἐστάϑη, καὶ τρία πλευρὰ ἦν ἐν τῷ στόματι αὐτῆς, καὶ οὕτως εἶπεν ᾽Ανάστα κατάϕαγε σάρκας πολλάς.
Verse: 6    
καὶ μετὰ ταῦτα ἐϑεώρουν ϑηρίον ἄλλο ὡσεὶ πάρδαλιν, καὶ πτερὰ τέσσαρα ἐπέτεινον ἐπάνω αὐτοῦ, καὶ τέσσαρες κεϕαλαὶ τῷ ϑηρίῳ, καὶ γλῶσσα ἐδόϑη αὐτῷ.
Verse: 7    
μετὰ δὲ ταῦτα ἐϑεώρουν ἐν ὁράματι τῆς νυκτὸς ϑηρίον τέταρτον ϕοβερόν, καὶ ϕόβος αὐτοῦ ὑπερϕέρων ἰσχύι, ἔχον ὀδόντας σιδηροῦς μεγάλους, ἐσϑίον καὶ κοπανίζον, κύκλῳ τοῖς ποσὶ καταπατοῦν, διαϕόρως χρώμενον παρὰ πάντα τὰ πρὸ αὐτοῦ ϑηρία· εἶχε δὲ κέρατα δέκα,
Verse: 8    
καὶ βουλαὶ πολλαὶ ἐν τοῖς κέρασιν αὐτοῦ. καὶ ἰδοὺ ἄλλο ἓν κέρας ἀνεϕύη ἀνὰ μέσον αὐτῶν μικρὸν ἐν τοῖς κέρασιν αὐτοῦ, καὶ τρία τῶν κεράτων τῶν πρώτων ἐξηράνϑησαν δι' αὐτοῦ· καὶ ἰδοὺ ὀϕϑαλμοὶ ὥσπερ ὀϕϑαλμοὶ ἀνϑρώπινοι ἐν τῷ κέρατι τούτῳ καὶ στόμα λαλοῦν μεγάλα, καὶ ἐποίει πόλεμον πρὸς τοὺς ἁγίους.
Verse: 9    
ἐϑεώρουν ἕως ὅτε ϑρόνοι ἐτέϑησαν, καὶ παλαιὸς ἡμερῶν ἐκάϑητο ἔχων περιβολὴν ὡσεὶ χιόνα, καὶ τὸ τρίχωμα τῆς κεϕαλῆς αὐτοῦ ὡσεὶ ἔριον λευκὸν καϑαρόν, ϑρόνος ὡσεὶ ϕλὸξ πυρός,
Verse: 10    
καὶ ἐξεπορεύετο κατὰ πρόσωπον αὐτοῦ ποταμὸς πυρός, χίλιαι χιλιάδες ἐϑεράπευον αὐτὸν καὶ μύριαι μυριάδες παρειστήκεισαν αὐτῷ· καὶ κριτήριον ἐκάϑισε καὶ βίβλοι ἠνεῴχϑησαν.
Verse: 11    
ἐϑεώρουν τότε τὴν ϕωνὴν τῶν λόγων τῶν μεγάλων, ὧν τὸ κέρας ἐλάλει, καὶ ἀπετυμπανίσϑη τὸ ϑηρίον, καὶ ἀπώλετο τὸ σῶμα αὐτοῦ καὶ ἐδόϑη εἰς καῦσιν πυρός.
Verse: 12    
καὶ τοὺς κύκλῳ αὐτοῦ ἀπέστησε τῆς ἐξουσίας αὐτῶν, καὶ χρόνος ζωῆς ἐδόϑη αὐτοῖς ἕως χρόνου καὶ καιροῦ.
Verse: 13    
ἐϑεώρουν ἐν ὁράματι τῆς νυκτὸς καὶ ἰδοὺ ἐπὶ τῶν νεϕελῶν τοῦ οὐρανοῦ ὡς υἱὸς ἀνϑρώπου ἤρχετο, καὶ ὡς παλαιὸς ἡμερῶν παρῆν, καὶ οἱ παρεστηκότες παρῆσαν αὐτῷ.
Verse: 14    
καὶ ἐδόϑη αὐτῷ ἐξουσία, καὶ πάντα τὰ ἔϑνη τῆς γῆς κατὰ γένη καὶ πᾶσα δόξα αὐτῷ λατρεύουσα· καὶ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος, ἥτις οὐ μὴ ἀρϑῇ, καὶ βασιλεία αὐτοῦ, ἥτις οὐ μὴ ϕϑαρῇ.
Verse: 15    
καὶ ἀκηδιάσας ἐγὼ Δανιηλ ἐν τούτοις ἐν τῷ ὁράματι τῆς νυκτὸς
Verse: 16    
προσῆλϑον πρὸς ἕνα τῶν ἑστώτων καὶ τὴν ἀκρίβειαν ἐζήτουν παρ' αὐτοῦ ὑπὲρ πάντων τούτων. ἀποκριϑεὶς δὲ λέγει μοι καὶ τὴν κρίσιν τῶν λόγων ἐδήλωσέ μοι
Verse: 17    
Ταῦτα τὰ ϑηρία τὰ μεγάλα εἰσὶ τέσσαρες βασιλεῖαι, αἳ ἀπολοῦνται ἀπὸ τῆς γῆς·
Verse: 18    
καὶ παραλήψονται τὴν βασιλείαν ἅγιοι ὑψίστου καὶ καϑέξουσι τὴν βασιλείαν ἕως τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος τῶν αἰώνων.
Verse: 19    
τότε ἤϑελον ἐξακριβάσασϑαι περὶ τοῦ ϑηρίου τοῦ τετάρτου τοῦ διαϕϑείροντος πάντα καὶ ὑπερϕόβου, καὶ ἰδοὺ οἱ ὀδόντες αὐτοῦ σιδηροῖ καὶ οἱ ὄνυχες αὐτοῦ χαλκοῖ κατεσϑίοντες πάντας κυκλόϑεν καὶ καταπατοῦντες τοῖς ποσί,
Verse: 20    
καὶ περὶ τῶν δέκα κεράτων αὐτοῦ τῶν ἐπὶ τῆς κεϕαλῆς καὶ τοῦ ἑνὸς τοῦ ἄλλου τοῦ προσϕυέντος, καὶ ἐξέπεσαν δι' αὐτοῦ τρία, καὶ τὸ κέρας ἐκεῖνο εἶχεν ὀϕϑαλμοὺς καὶ στόμα λαλοῦν μεγάλα, καὶ πρόσοψις αὐτοῦ ὑπερέϕερε τὰ ἄλλα.
Verse: 21    
καὶ κατενόουν τὸ κέρας ἐκεῖνο πόλεμον συνιστάμενον πρὸς τοὺς ἁγίους καὶ τροπούμενον αὐτοὺς
Verse: 22    
ἕως τοῦ ἐλϑεῖν τὸν παλαιὸν ἡμερῶν, καὶ τὴν κρίσιν ἔδωκε τοῖς ἁγίοις τοῦ ὑψίστου, καὶ καιρὸς ἐδόϑη καὶ τὸ βασίλειον κατέσχον οἱ ἅγιοι.
Verse: 23    
καὶ ἐρρέϑη μοι περὶ τοῦ ϑηρίου τοῦ τετάρτου, ὅτι βασιλεία τετάρτη ἔσται ἐπὶ τῆς γῆς, ἥτις διοίσει παρὰ πᾶσαν τὴν γῆν καὶ ἀναστατώσει αὐτὴν καὶ καταλεανεῖ αὐτήν.
Verse: 24    
καὶ τὰ δέκα κέρατα τῆς βασιλείας, δέκα βασιλεῖς στήσονται, καὶ ἄλλος βασιλεὺς μετὰ τούτους στήσεται, καὶ αὐτὸς διοίσει κακοῖς ὑπὲρ τοὺς πρώτους καὶ τρεῖς βασιλεῖς ταπεινώσει·
Verse: 25    
καὶ ῥήματα εἰς τὸν ὕψιστον λαλήσει καὶ τοὺς ἁγίους τοῦ ὑψίστου κατατρίψει καὶ προσδέξεται ἀλλοιῶσαι καιροὺς καὶ νόμον, καὶ παραδοϑήσεται πάντα εἰς τὰς χεῖρας αὐτοῦ ἕως καιροῦ καὶ καιρῶν καὶ ἕως ἡμίσους καιροῦ.
Verse: 26    
καὶ κρίσις καϑίσεται καὶ τὴν ἐξουσίαν ἀπολοῦσι καὶ βουλεύσονται μιᾶναι καὶ ἀπολέσαι ἕως τέλους.
Verse: 27    
καὶ τὴν βασιλείαν καὶ τὴν ἐξουσίαν καὶ τὴν μεγαλειότητα αὐτῶν καὶ τὴν ἀρχὴν πασῶν τῶν ὑπὸ τὸν οὐρανὸν βασιλειῶν ἔδωκε λαῷ ἁγίῳ ὑψίστου βασιλεῦσαι βασιλείαν αἰώνιον, καὶ πᾶσαι [αἱ] ἐξουσίαι αὐτῷ ὑποταγήσονται καὶ πειϑαρχήσουσιν αὐτῷ.
Verse: 28    
ἕως καταστροϕῆς τοῦ λόγου ἐγὼ Δανιηλ σϕόδρα ἐκστάσει περιειχόμην, καὶ ἕξις μου διήνεγκεν ἐμοί, καὶ τὸ ῥῆμα ἐν καρδίᾳ μου ἐστήριξα.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.