TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1190
Previous part

Chapter: 12 
Verse: 1    καὶ ἐν τῷ καιρῷ ἐκείνῳ ἀναστήσεται Μιχαηλ ἄρχων μέγας ἑστηκὼς ἐπὶ τοὺς υἱοὺς τοῦ λαοῦ σου· καὶ ἔσται καιρὸς ϑλίψεως, ϑλῖψις οἵα οὐ γέγονεν ἀϕ' οὗ γεγένηται ἔϑνος ἐπὶ τῆς γῆς ἕως τοῦ καιροῦ ἐκείνου· καὶ ἐν τῷ καιρῷ ἐκείνῳ σωϑήσεται λαός σου, πᾶς εὑρεϑεὶς γεγραμμένος ἐν τῇ βίβλῳ.
Verse: 2    
καὶ πολλοὶ τῶν καϑευδόντων ἐν γῆς χώματι ἐξεγερϑήσονται, οὗτοι εἰς ζωὴν αἰώνιον καὶ οὗτοι εἰς ὀνειδισμὸν καὶ εἰς αἰσχύνην αἰώνιον.
Verse: 3    
καὶ οἱ συνιέντες ἐκλάμψουσιν ὡς λαμπρότης τοῦ στερεώματος καὶ ἀπὸ τῶν δικαίων τῶν πολλῶν ὡς οἱ ἀστέρες εἰς τοὺς αἰῶνας καὶ ἔτι.
Verse: 4    
καὶ σύ, Δανιηλ, ἔμϕραξον τοὺς λόγους καὶ σϕράγισον τὸ βιβλίον ἕως καιροῦ συντελείας, ἕως διδαχϑῶσιν πολλοὶ καὶ πληϑυνϑῇ γνῶσις.
Verse: 5    
καὶ εἶδον ἐγὼ Δανιηλ καὶ ἰδοὺ δύο ἕτεροι εἱστήκεισαν, εἷς ἐντεῦϑεν τοῦ χείλους τοῦ ποταμοῦ καὶ εἷς ἐντεῦϑεν τοῦ χείλους τοῦ ποταμοῦ.
Verse: 6    
καὶ εἶπεν τῷ ἀνδρὶ τῷ ἐνδεδυμένῳ τὰ βαδδιν, ὃς ἦν ἐπάνω τοῦ ὕδατος τοῦ ποταμοῦ ῞Εως πότε τὸ πέρας ὧν εἴρηκας τῶν ϑαυμασίων;
Verse: 7    
καὶ ἤκουσα τοῦ ἀνδρὸς τοῦ ἐνδεδυμένου τὰ βαδδιν, ὃς ἦν ἐπάνω τοῦ ὕδατος τοῦ ποταμοῦ, καὶ ὕψωσεν τὴν δεξιὰν αὐτοῦ καὶ τὴν ἀριστερὰν αὐτοῦ εἰς τὸν οὐρανὸν καὶ ὤμοσεν ἐν τῷ ζῶντι τὸν αἰῶνα ὅτι Εἰς καιρὸν καιρῶν καὶ ἥμισυ καιροῦ· ἐν τῷ συντελεσϑῆναι διασκορπισμὸν χειρὸς λαοῦ ἡγιασμένου γνώσονται πάντα ταῦτα.
Verse: 8    
καὶ ἐγὼ ἤκουσα καὶ οὐ συνῆκα καὶ εἶπα Κύριε, τί τὰ ἔσχατα τούτων;
Verse: 9    
καὶ εἶπεν Δεῦρο, Δανιηλ, ὅτι ἐμπεϕραγμένοι καὶ ἐσϕραγισμένοι οἱ λόγοι, ἕως καιροῦ πέρας·
Verse: 10    
ἐκλεγῶσιν καὶ ἐκλευκανϑῶσιν καὶ πυρωϑῶσιν πολλοί, καὶ ἀνομήσωσιν ἄνομοι· καὶ οὐ συνήσουσιν πάντες ἄνομοι, καὶ οἱ νοήμονες συνήσουσιν.
Verse: 11    
καὶ ἀπὸ καιροῦ παραλλάξεως τοῦ ἐνδελεχισμοῦ καὶ τοῦ δοϑῆναι βδέλυγμα ἐρημώσεως ἡμέραι χίλιαι διακόσιαι ἐνενήκοντα.
Verse: 12    
μακάριος ὑπομένων καὶ ϕϑάσας εἰς ἡμέρας χιλίας τριακοσίας τριάκοντα πέντε.
Verse: 13    
καὶ σὺ δεῦρο καὶ ἀναπαύου· ἔτι γὰρ ἡμέραι εἰς ἀναπλήρωσιν συντελείας, καὶ ἀναστήσῃ εἰς τὸν κλῆρόν σου εἰς συντέλειαν ἡμερῶν. //




Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.