TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1191
Previous part

Book: Bel 
ΒΗΛ ΚΑΙ ΔΡΑΚΩΝ (S)


Verse: 0    ΒΗΛ ΚΑΙ ΔΡΑΚΩΝ ᾽Εκ προϕητείας Αμβακουμ υἱοῦ ᾽Ιησοῦ ἐκ τῆς ϕυλῆς Λευι.
Verse: 2    
῎Ανϑρωπός τις ἦν ἱερεύς, ὄνομα Δανιηλ υἱὸς Αβαλ, συμβιωτὴς τοῦ βασιλέως Βαβυλῶνος.
Verse: 3    
καὶ ἦν εἴδωλον, Βηλ, ἐσέβοντο οἱ Βαβυλώνιοι· ἀνηλίσκετο δὲ αὐτῷ καϑ' ἑκάστην ἡμέραν σεμιδάλεως ἀρτάβαι δέκα δύο καὶ πρόβατα τέσσαρα καὶ ἐλαίου μετρηταὶ ἕξ.
Verse: 4    
καὶ βασιλεὺς ἐσέβετο αὐτόν, καὶ ἐπορεύετο βασιλεὺς καϑ' ἑκάστην ἡμέραν καὶ προσεκύνει αὐτῷ· Δανιηλ δὲ προσηύχετο πρὸς κύριον.
Verse: 5    
καὶ εἶπεν βασιλεὺς τῷ Δανιηλ Διὰ τί οὐ προσκυνεῖς τῷ Βηλ; καὶ εἶπε Δανιηλ πρὸς τὸν βασιλέα Οὐδένα σέβομαι ἐγὼ εἰ μὴ κύριον τὸν ϑεὸν τὸν κτίσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ ἔχοντα πάσης σαρκὸς κυρ[ι]είαν.
Verse: 6    
εἶπεν δὲ βασιλεὺς αὐτῷ Οὗτος οὖν οὐκ ἔστι ϑεός; οὐχ ὁρᾷς ὅσα εἰς αὐτὸν δαπανᾶται καϑ' ἑκάστην ἡμέραν;
Verse: 7    
καὶ εἶπεν αὐτῷ Δανιηλ Μηδαμῶς· μηδείς σε παραλογιζέσϑω· οὗτος γὰρ ἔσωϑεν μὲν πήλινός ἐστιν, ἔξωϑεν δὲ χαλκοῦς· ὀμνύω δέ σοι κύριον τὸν ϑεὸν τῶν ϑεῶν, ὅτι οὐϑὲν βέβρωκε πώποτε οὗτος.
Verse: 8    
καὶ ϑυμωϑεὶς βασιλεὺς ἐκάλεσε τοὺς προεστηκότας τοῦ ἱεροῦ καὶ εἶπεν αὐτοῖς Παραδείξατε τὸν ἐσϑίοντα τὰ παρασκευαζόμενα τῷ Βηλ· εἰ δὲ μή γε, ἀποϑανεῖσϑε Δανιηλ ϕάσκων μὴ ἐσϑίεσϑαι αὐτὰ ὑπ' αὐτοῦ. οἱ δὲ εἶπαν Αὐτὸς Βηλ ἐστὶν κατεσϑίων αὐτά.
Verse: 9    
εἶπε δὲ Δανιηλ πρὸς τὸν βασιλέα Γινέσϑω οὕτως· ἐὰν μὴ παραδείξω ὅτι οὐκ ἔστιν Βηλ κατεσϑίων ταῦτα, ἀποϑανοῦμαι καὶ πάντες οἱ παρ' ἐμοῦ. ἦσαν δὲ τῷ Βηλ ἱερεῖς ἑβδομήκοντα χωρὶς γυναικῶν καὶ τέκνων.
Verse: 10    
ἤγαγον δέ τὸν βασιλέα εἰς τὸ εἰδώλιον.
Verse: 11    
καὶ παρετέϑη τὰ βρώματα ἐνώπιον τοῦ βασιλέως καὶ τοῦ Δανιηλ, καὶ οἶνος κερασϑεὶς εἰσηνέχϑη καὶ παρετέϑη τῷ Βηλ. καὶ εἶπεν Δανιηλ Σὺ αὐτὸς ὁρᾷς ὅτι κεῖται ταῦτα, βασιλεῦ· σὺ οὖν ἐπισϕράγισαι τὰς κλεῖδας τοῦ ναοῦ, ἐπὰν κλεισϑῇ.
Verse: 13    
ἤρεσε δὲ λόγος τῷ βασιλεῖ.
Verse: 14    
δὲ Δανιηλ ἐκέλευσε τοὺς παρ' αὐτοῦ ἐκβαλόντας πάντας ἐκ τοῦ ναοῦ κατασῆσαι ὅλον τὸν ναὸν σποδῷ οὐϑενὸς τῶν ἐκτὸς αὐτοῦ εἰδότος. καὶ τότε τὸν ναὸν ἐκέλευσε σϕραγίσαι τῷ τοῦ βασιλέως δακτυλίῳ καὶ τοῖς δακτυλίοις τινῶν ἐνδόξων ἱερέων· καὶ ἐγένετο οὕτως.
Verse: 15-17    
καὶ ἐγένετο τῇ ἐπαύριον παρεγένοντο ἐπὶ τὸν τόπον· οἱ δὲ ἱερεῖς τοῦ Βηλ διὰ ψευδοϑυρίδων εἰσελϑόντες κατεϕάγοσαν πάντα τὰ παρακείμενα τῷ Βηλ καὶ ἐξέπιον τὸν οἶνον. καὶ εἶπεν Δανιηλ ᾽Επίδετε τὰς σϕραγῖδας ὑμῶν εἰ μένουσιν, ἄνδρες ἱερεῖς· καὶ σὺ δέ, βασιλεῦ, σκέψαι μή τί σοι ἀσύμϕωνον γεγένηται. καὶ εὗρον, ὡς ἦν σϕραγίς, καὶ ἀπέβαλον τὴν σϕραγῖδα.
Verse: 18    
καὶ ἀνοίξαντες τὰς ϑύρας εἴδοσαν δεδαπανημένα πάντα τὰ παρατεϑέντα καὶ τὰς τραπέζας κενάς· καὶ ἐχάρη βασιλεὺς καὶ εἶπεν πρὸς τὸν Δανιηλ Μέγας ἐστὶν Βηλ, καὶ οὐκ ἔστι παρ' αὐτῷ δόλος.
Verse: 19    
καὶ ἐγέλασε Δανιηλ σϕόδρα καὶ εἶπεν τῷ βασιλεῖ Δεῦρο ἰδὲ τὸν δόλον τῶν ἱερέων. καὶ εἶπεν Δανιηλ Βασιλεῦ, ταῦτα τὰ ἴχνη τίνος ἐστί;
Verse: 20    
καὶ εἶπεν βασιλεύς ᾽Ανδρῶν καὶ γυναικῶν καὶ παιδίων.
Verse: 21    
καὶ ἐπῆλϑεν ἐπὶ τὸν οἶκον, ἐν ἦσαν οἱ ἱερεῖς καταγινόμενοι, καὶ εὗρε τὰ βρώματα τοῦ Βηλ καὶ τὸν οἶνον· καὶ ἐπέδειξε Δανιηλ τῷ βασιλεῖ τὰ ψευδοϑύρια, δι' ὧν εἰσπορευόμενοι οἱ ἱερεῖς ἐδαπάνων τὰ παρατιϑέμενα τῷ Βηλ.
Verse: 22    
καὶ ἐξήγαγεν αὐτοὺς βασιλεὺς ἐκ τοῦ Βηλίου καὶ παρέδωκεν αὐτοὺς τῷ Δανιηλ· καὶ τὴν δαπάνην τὴν εἰς αὐτὸν ἔδωκε τῷ Δανιηλ, τὸν δὲ Βηλ κατέστρεψε.
Verse: 23    
Καὶ ἦν δράκων ἐν τῷ αὐτῷ τόπῳ, καὶ ἐσέβοντο αὐτὸν οἱ Βαβυλώνιοι.
Verse: 24    
καὶ εἶπεν βασιλεὺς τῷ Δανιηλ Μὴ καὶ τοῦτον ἐρεῖς ὅτι χαλκοῦς ἐστιν; ἰδοὺ ζῇ καὶ ἐσϑίει καὶ πίνει· προσκύνησον αὐτῷ.
Verse: 25    
καὶ εἶπεν Δανιηλ Βασιλεῦ, δός μοι τὴν ἐξουσίαν, καὶ ἀνελῶ τὸν δράκοντα ἄνευ σιδήρου καὶ ῥάβδου.
Verse: 26    
καὶ συνεχώρησεν αὐτῷ βασιλεὺς καὶ εἶπεν αὐτῷ Δέδοταί σοι.
Verse: 27    
καὶ λαβὼν Δανιηλ πίσσης μνᾶς τριάκοντα καὶ στέαρ καὶ τρίχας ἥψησεν ἐπὶ τὸ αὐτὸ καὶ ἐποίησε μάζαν καὶ ἐνέβαλεν εἰς τὸ στόμα τοῦ δράκοντος, καὶ ϕαγὼν διερράγη. καὶ ἔδειξεν αὐτὸν τῷ βασιλεῖ λέγων Οὐ ταῦτα σέβεσϑε, βασιλεῦ;
Verse: 28    
καὶ συνήχϑησαν οἱ ἀπὸ τῆς χώρας πάντες ἐπὶ τὸν Δανιηλ καὶ εἶπαν Ιουδαῖος γέγονεν βασιλεύς· τὸν Βηλ κατέστρεψε καὶ τὸν δράκοντα ἀπέκτεινε.
Verse: 30    
καὶ ἰδὼν βασιλεὺς ὅτι ἐπισυνήχϑη ὄχλος τῆς χώρας ἐπ' αὐτόν, ἐκάλεσε τοὺς συμβιωτὰς αὐτοῦ καὶ εἶπεν Δίδωμι τὸν Δανιηλ εἰς ἀπώλειαν.
Verse: 31-32    
ἦν δὲ λάκκος ἐν ἐτρέϕοντο λέοντες ἑπτά, οἷς παρεδίδοντο οἱ ἐπίβουλοι τοῦ βασιλέως, καὶ ἐχορηγεῖτο αὐτοῖς καϑ' ἑκάστην ἡμέραν τῶν ἐπιϑανατίων σώματα δύο. καὶ ἐνεβάλοσαν τὸν Δανιηλ οἱ ὄχλοι εἰς ἐκεῖνον τὸν λάκκον, ἵνα καταβρωϑῇ καὶ μηδὲ ταϕῆς τύχῃ. καὶ ἦν ἐν τῷ λάκκῳ Δανιηλ ἡμέρας ἕξ.
Verse: 33    
καὶ ἐγένετο τῇ ἡμέρᾳ τῇ ἕκτῃ καὶ ἦν Αμβακουμ ἔχων ἄρτους ἐντεϑρυμμένους ἐν σκάϕῃ ἐν ἑψήματι καὶ στάμνον οἴνου κεκερασμένου καὶ ἐπορεύετο εἰς τὸ πεδίον πρὸς τοὺς ϑεριστάς.
Verse: 34    
καὶ ἐλάλησεν ἄγγελος κυρίου πρὸς Αμβακουμ λέγων Τάδε λέγει σοι κύριος ϑεός Τὸ ἄριστον, ἔχεις, ἀπένεγκε Δανιηλ εἰς τὸν λάκκον τῶν λεόντων ἐν Βαβυλῶνι.
Verse: 35    
καὶ εἶπεν Αμβακουμ Κύριε ϑεός, οὐχ ἑώρακα τὴν Βαβυλῶνα καὶ τὸν λάκκον οὐ γινώσκω ποῦ ἐστι.
Verse: 36    
καὶ ἐπιλαβόμενος αὐτοῦ ἄγγελος κυρίου τοῦ Αμβακουμ τῆς κόμης αὐτοῦ τῆς κεϕαλῆς ἔϑηκεν αὐτὸν ἐπάνω τοῦ λάκκου τοῦ ἐν Βαβυλῶνι.
Verse: 37    
καὶ εἶπεν Αμβακουμ πρὸς Δανιηλ ᾽Αναστὰς ϕάγε τὸ ἄριστον, ἀπέστειλέ σοι κύριος ϑεός.
Verse: 38    
καὶ εἶπε Δανιηλ ᾽Εμνήσϑη γάρ μου κύριος ϑεὸς μὴ ἐγκαταλείπων τοὺς ἀγαπῶντας αὐτόν.
Verse: 39    
καὶ ἔϕαγε Δανιηλ· δὲ ἄγγελος κυρίου κατέστησε τὸν Αμβακουμ ὅϑεν αὐτὸν ἔλαβε τῇ αὐτῇ ἡμέρᾳ. δὲ κύριος ϑεὸς ἐμνήσϑη τοῦ Δανιηλ.
Verse: 40    
ἐξῆλϑε δὲ βασιλεὺς μετὰ ταῦτα πενϑῶν τὸν Δανιηλ καὶ ἐγκύψας εἰς τὸν λάκκον ὁρᾷ αὐτὸν καϑήμενον.
Verse: 41    
καὶ ἀναβοήσας εἶπεν βασιλεύς Μέγας ἐστὶ κύριος ϑεός, καὶ οὐκ ἔστι πλὴν αὐτοῦ ἄλλος.
Verse: 42    
καὶ ἐξήγαγεν βασιλεὺς τὸν Δανιηλ ἐκ τοῦ λάκκου· καὶ τοὺς αἰτίους τῆς ἀπωλείας αὐτοῦ ἐνέβαλεν εἰς τὸν λάκκον ἐνώπιον τοῦ Δανιηλ, καὶ κατεβρώϑησαν. //




Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.