TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1192
Previous part

Book: Bel_Th. 
ΒΗΛ ΚΑΙ ΔΡΑΚΩΝ


Verse: 1    Καὶ βασιλεὺς ᾽Αστυάγης προσετέϑη πρὸς τοὺς πατέρας αὐτοῦ, καὶ παρέλαβεν Κῦρος Πέρσης τὴν βασιλείαν αὐτοῦ.
Verse: 2    
καὶ ἦν Δανιηλ συμβιωτὴς τοῦ βασιλέως καὶ ἔνδοξος ὑπὲρ πάντας τοὺς ϕίλους αὐτοῦ.
Verse: 3    
καὶ ἦν εἴδωλον τοῖς Βαβυλωνίοις, ὄνομα Βηλ, καὶ ἐδαπανῶντο εἰς αὐτὸν ἑκάστης ἡμέρας σεμιδάλεως ἀρτάβαι δώδεκα καὶ πρόβατα τεσσαράκοντα καὶ οἴνου μετρηταὶ ἕξ.
Verse: 4    
καὶ βασιλεὺς ἐσέβετο αὐτὸν καὶ ἐπορεύετο καϑ' ἑκάστην ἡμέραν προσκυνεῖν αὐτῷ· Δανιηλ δὲ προσεκύνει τῷ ϑεῷ αὐτοῦ.
Verse: 5    
καὶ εἶπεν αὐτῷ βασιλεύς Διὰ τί οὐ προσκυνεῖς τῷ Βηλ; δὲ εἶπεν ῞Οτι οὐ σέβομαι εἴδωλα χειροποίητα, ἀλλὰ τὸν ζῶντα ϑεὸν τὸν κτίσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ ἔχοντα πάσης σαρκὸς κυριείαν.
Verse: 6    
καὶ εἶπεν αὐτῷ βασιλεύς Οὐ δοκεῖ σοι Βηλ εἶναι ζῶν ϑεός; οὐχ ὁρᾷς ὅσα ἐσϑίει καὶ πίνει καϑ' ἑκάστην ἡμέραν;
Verse: 7    
καὶ εἶπεν Δανιηλ γελάσας Μὴ πλανῶ, βασιλεῦ· οὗτος γὰρ ἔσωϑεν μέν ἐστι πηλὸς ἔξωϑεν δὲ χαλκὸς καὶ οὐ βέβρωκεν οὐδὲ πέπωκεν πώποτε.
Verse: 8    
καὶ ϑυμωϑεὶς βασιλεὺς ἐκάλεσεν τοὺς ἱερεῖς αὐτοῦ καὶ εἶπεν αὐτοῖς ᾽Εὰν μὴ εἴπητέ μοι τίς κατέσϑων τὴν δαπάνην ταύτην, ἀποϑανεῖσϑε· ἐὰν δὲ δείξητε ὅτι Βηλ κατεσϑίει αὐτά, ἀποϑανεῖται Δανιηλ, ὅτι ἐβλασϕήμησεν εἰς τὸν Βηλ.
Verse: 9    
καὶ εἶπεν Δανιηλ τῷ βασιλεῖ Γινέσϑω κατὰ τὸ ῥῆμά σου. καὶ ἦσαν ἱερεῖς τοῦ Βηλ ἑβδομήκοντα ἐκτὸς γυναικῶν καὶ τέκνων.
Verse: 10    
καὶ ἦλϑεν βασιλεὺς μετὰ Δανιηλ εἰς τὸν οἶκον τοῦ Βηλ.
Verse: 11    
καὶ εἶπαν οἱ ἱερεῖς τοῦ Βηλ ᾽Ιδοὺ ἡμεῖς ἀποτρέχομεν ἔξω, σὺ δέ, βασιλεῦ, παράϑες τὰ βρώματα καὶ τὸν οἶνον κεράσας ϑὲς καὶ ἀπόκλεισον τὴν ϑύραν καὶ σϕράγισον τῷ δακτυλίῳ σου· καὶ ἐλϑὼν πρωὶ ἐὰν μὴ εὕρῃς πάντα βεβρωμένα ὑπὸ τοῦ Βηλ, ἀποϑανούμεϑα Δανιηλ ψευδόμενος καϑ' ἡμῶν.
Verse: 12    
αὐτοὶ δὲ κατεϕρόνουν, ὅτι πεποιήκεισαν ὑπὸ τὴν τράπεζαν κεκρυμμένην εἴσοδον καὶ δι' αὐτῆς εἰσεπορεύοντο διόλου καὶ ἀνήλουν αὐτά.
Verse: 13    
καὶ ἐγένετο ὡς ἐξήλϑοσαν ἐκεῖνοι, καὶ βασιλεὺς παρέϑηκεν τὰ βρώματα τῷ Βηλ.
Verse: 14    
καὶ ἐπέταξεν Δανιηλ τοῖς παιδαρίοις αὐτοῦ καὶ ἤνεγκαν τέϕραν καὶ κατέσησαν ὅλον τὸν ναὸν ἐνώπιον τοῦ βασιλέως μόνου· καὶ ἐξελϑόντες ἔκλεισαν τὴν ϑύραν καὶ ἐσϕραγίσαντο ἐν τῷ δακτυλίῳ τοῦ βασιλέως, καὶ ἀπῆλϑον.
Verse: 15    
οἱ δὲ ἱερεῖς ἦλϑον τὴν νύκτα κατὰ τὸ ἔϑος αὐτῶν καὶ αἱ γυναῖκες καὶ τὰ τέκνα αὐτῶν καὶ κατέϕαγον πάντα καὶ ἐξέπιον.
Verse: 16    
καὶ ὤρϑρισεν βασιλεὺς τὸ πρωὶ καὶ Δανιηλ μετ' αὐτοῦ.
Verse: 17    
καὶ εἶπεν βασιλεύς Σῷοι αἱ σϕραγῖδες, Δανιηλ; δὲ εἶπεν Σῷοι, βασιλεῦ.
Verse: 18    
καὶ ἐγένετο ἅμα τῷ ἀνοῖξαι τὰς ϑύρας ἐπιβλέψας βασιλεὺς ἐπὶ τὴν τράπεζαν ἐβόησεν ϕωνῇ μεγάλῃ Μέγας εἶ, Βηλ, καὶ οὐκ ἔστιν παρὰ σοὶ δόλος οὐδὲ εἷς.
Verse: 19    
καὶ ἐγέλασεν Δανιηλ καὶ ἐκράτησεν τὸν βασιλέα τοῦ μὴ εἰσελϑεῖν αὐτὸν ἔσω καὶ εἶπεν ᾽Ιδὲ δὴ τὸ ἔδαϕος καὶ γνῶϑι τίνος τὰ ἴχνη ταῦτα.
Verse: 20    
καὶ εἶπεν βασιλεύς ῾Ορῶ τὰ ἴχνη ἀνδρῶν καὶ γυναικῶν καὶ παιδίων.
Verse: 21    
καὶ ὀργισϑεὶς βασιλεὺς τότε συνέλαβεν τοὺς ἱερεῖς καὶ τὰς γυναῖκας καὶ τὰ τέκνα αὐτῶν, καὶ ἔδειξαν αὐτῷ τὰς κρυπτὰς ϑύρας, δι' ὧν εἰσεπορεύοντο καὶ ἐδαπάνων τὰ ἐπὶ τῇ τραπέζῃ.
Verse: 22    
καὶ ἀπέκτεινεν αὐτοὺς βασιλεὺς καὶ ἔδωκεν τὸν Βηλ ἔκδοτον τῷ Δανιηλ, καὶ κατέστρεψεν αὐτὸν καὶ τὸ ἱερὸν αὐτοῦ.
Verse: 23    
Καὶ ἦν δράκων μέγας, καὶ ἐσέβοντο αὐτὸν οἱ Βαβυλώνιοι.
Verse: 24    
καὶ εἶπεν βασιλεὺς τῷ Δανιηλ Οὐ δύνασαι εἰπεῖν ὅτι οὐκ ἔστιν οὗτος ϑεὸς ζῶν· καὶ προσκύνησον αὐτῷ.
Verse: 25    
καὶ εἶπεν Δανιηλ Κυρίῳ τῷ ϑεῷ μου προσκυνήσω, ὅτι οὗτός ἐστιν ϑεὸς ζῶν· σὺ δέ, βασιλεῦ, δός μοι ἐξουσίαν, καὶ ἀποκτενῶ τὸν δράκοντα ἄνευ μαχαίρας καὶ ῥάβδου.
Verse: 26    
καὶ εἶπεν βασιλεύς Δίδωμί σοι.
Verse: 27    
καὶ ἔλαβεν Δανιηλ πίσσαν καὶ στῆρ καὶ τρίχας καὶ ἥψησεν ἐπὶ τὸ αὐτὸ καὶ ἐποίησεν μάζας καὶ ἔδωκεν εἰς τὸ στόμα τοῦ δράκοντος, καὶ ϕαγὼν διερράγη δράκων. καὶ εἶπεν ῎Ιδετε τὰ σεβάσματα ὑμῶν.
Verse: 28    
καὶ ἐγένετο ὡς ἤκουσαν οἱ Βαβυλώνιοι, ἠγανάκτησαν λίαν καὶ συνεστράϕησαν ἐπὶ τὸν βασιλέα καὶ εἶπαν Ιουδαῖος γέγονεν βασιλεύς· τὸν Βηλ κατέσπασεν καὶ τὸν δράκοντα ἀπέκτεινεν καὶ τοὺς ἱερεῖς κατέσϕαξεν.
Verse: 29    
καὶ εἶπαν ἐλϑόντες πρὸς τὸν βασιλέα Παράδος ἡμῖν τὸν Δανιηλ· εἰ δὲ μή, ἀποκτενοῦμέν σε καὶ τὸν οἶκόν σου.
Verse: 30    
καὶ εἶδεν βασιλεὺς ὅτι ἐπείγουσιν αὐτὸν σϕόδρα, καὶ ἀναγκασϑεὶς παρέδωκεν αὐτοῖς τὸν Δανιηλ.
Verse: 31    
οἱ δὲ ἐνέβαλον αὐτὸν εἰς τὸν λάκκον τῶν λεόντων, καὶ ἦν ἐκεῖ ἡμέρας ἕξ.
Verse: 32    
ἦσαν δὲ ἐν τῷ λάκκῳ ἑπτὰ λέοντες, καὶ ἐδίδετο αὐτοῖς τὴν ἡμέραν δύο σώματα καὶ δύο πρόβατα· τότε δὲ οὐκ ἐδόϑη αὐτοῖς, ἵνα καταϕάγωσιν τὸν Δανιηλ.
Verse: 33    
καὶ ἦν Αμβακουμ προϕήτης ἐν τῇ Ιουδαίᾳ, καὶ αὐτὸς ἥψησεν ἕψεμα καὶ ἐνέϑρυψεν ἄρτους εἰς σκάϕην καὶ ἐπορεύετο εἰς τὸ πεδίον ἀπενέγκαι τοῖς ϑερισταῖς.
Verse: 34    
καὶ εἶπεν ἄγγελος κυρίου τῷ Αμβακουμ ᾽Απένεγκε τὸ ἄριστον, ἔχεις, εἰς Βαβυλῶνα τῷ Δανιηλ εἰς τὸν λάκκον τῶν λεόντων.
Verse: 35    
καὶ εἶπεν Αμβακουμ Κύριε, Βαβυλῶνα οὐχ ἑώρακα καὶ τὸν λάκκον οὐ γινώσκω.
Verse: 36    
καὶ ἐπελάβετο ἄγγελος κυρίου τῆς κορυϕῆς αὐτοῦ καὶ βαστάσας τῆς κόμης τῆς κεϕαλῆς αὐτοῦ ἔϑηκεν αὐτὸν εἰς Βαβυλῶνα ἐπάνω τοῦ λάκκου ἐν τῷ ῥοίζῳ τοῦ πνεύματος αὐτοῦ.
Verse: 37    
καὶ ἐβόησεν Αμβακουμ λέγων Δανιηλ Δανιηλ, λαβὲ τὸ ἄριστον, ἀπέστειλέν σοι ϑεός.
Verse: 38    
καὶ εἶπεν Δανιηλ ᾽Εμνήσϑης γάρ μου, ϑεός, καὶ οὐκ ἐγκατέλιπες τοὺς ἀγαπῶντάς σε.
Verse: 39    
καὶ ἀναστὰς Δανιηλ ἔϕαγεν· δὲ ἄγγελος τοῦ ϑεοῦ ἀπεκατέστησεν τὸν Αμβακουμ παραχρῆμα εἰς τὸν τόπον αὐτοῦ.
Verse: 40    
δὲ βασιλεὺς ἦλϑεν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ πενϑῆσαι τὸν Δανιηλ· καὶ ἦλϑεν ἐπὶ τὸν λάκκον καὶ ἐνέβλεψεν, καὶ ἰδοὺ Δανιηλ καϑήμενος.
Verse: 41    
καὶ ἀναβοήσας ϕωνῇ μεγάλῃ εἶπεν Μέγας εἶ, κύριε ϑεὸς τοῦ Δανιηλ, καὶ οὐκ ἔστιν πλὴν σοῦ ἄλλος.
Verse: 42    
καὶ ἀνέσπασεν αὐτόν, τοὺς δὲ αἰτίους τῆς ἀπωλείας αὐτοῦ ἐνέβαλεν εἰς τὸν λάκκον, καὶ κατεβρώϑησαν παραχρῆμα ἐνώπιον αὐτοῦ. //



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.