TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1180
Previous part

Chapter: 2 
Verse: 1    ᾽Εν τῷ ἔτει τῷ δευτέρῳ τῆς βασιλείας Ναβουχοδονοσορ ἠνυπνιάσϑη Ναβουχοδονοσορ ἐνύπνιον, καὶ ἐξέστη τὸ πνεῦμα αὐτοῦ, καὶ ὕπνος αὐτοῦ ἐγένετο ἀπ' αὐτοῦ.
Verse: 2    
καὶ εἶπεν βασιλεὺς καλέσαι τοὺς ἐπαοιδοὺς καὶ τοὺς μάγους καὶ τοὺς ϕαρμακοὺς καὶ τοὺς Χαλδαίους τοῦ ἀναγγεῖλαι τῷ βασιλεῖ τὰ ἐνύπνια αὐτοῦ, καὶ ἦλϑαν καὶ ἔστησαν ἐνώπιον τοῦ βασιλέως.
Verse: 3    
καὶ εἶπεν αὐτοῖς βασιλεύς ᾽Ηνυπνιάσϑην, καὶ ἐξέστη τὸ πνεῦμά μου τοῦ γνῶναι τὸ ἐνύπνιον.
Verse: 4    
καὶ ἐλάλησαν οἱ Χαλδαῖοι τῷ βασιλεῖ Συριστί Βασιλεῦ, εἰς τοὺς αἰῶνας ζῆϑι· σὺ εἰπὸν τὸ ἐνύπνιον τοῖς παισίν σου, καὶ τὴν σύγκρισιν ἀναγγελοῦμεν.
Verse: 5    
ἀπεκρίϑη βασιλεὺς καὶ εἶπεν τοῖς Χαλδαίοις ῾Ο λόγος ἀπ' ἐμοῦ ἀπέστη· ἐὰν μὴ γνωρίσητέ μοι τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν αὐτοῦ, εἰς ἀπώλειαν ἔσεσϑε, καὶ οἱ οἶκοι ὑμῶν διαρπαγήσονται·
Verse: 6    
ἐὰν δὲ τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν αὐτοῦ γνωρίσητέ μοι, δόματα καὶ δωρεὰς καὶ τιμὴν πολλὴν λήμψεσϑε παρ' ἐμοῦ· πλὴν τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν αὐτοῦ ἀπαγγείλατέ μοι.
Verse: 7    
ἀπεκρίϑησαν δεύτερον καὶ εἶπαν ῾Ο βασιλεὺς εἰπάτω τὸ ἐνύπνιον τοῖς παισὶν αὐτοῦ, καὶ τὴν σύγκρισιν αὐτοῦ ἀναγγελοῦμεν.
Verse: 8    
ἀπεκρίϑη βασιλεὺς καὶ εἶπεν ᾽Επ' ἀληϑείας οἶδα ἐγὼ ὅτι καιρὸν ὑμεῖς ἐξαγοράζετε, καϑότι εἴδετε ὅτι ἀπέστη ἀπ' ἐμοῦ τὸ ῥῆμα·
Verse: 9    
ἐὰν οὖν τὸ ἐνύπνιον μὴ ἀναγγείλητέ μοι, οἶδα ὅτι ῥῆμα ψευδὲς καὶ διεϕϑαρμένον συνέϑεσϑε εἰπεῖν ἐνώπιόν μου, ἕως οὗ καιρὸς παρέλϑῃ· τὸ ἐνύπνιόν μου εἴπατέ μοι, καὶ γνώσομαι ὅτι τὴν σύγκρισιν αὐτοῦ ἀναγγελεῖτέ μοι.
Verse: 10    
ἀπεκρίϑησαν οἱ Χαλδαῖοι ἐνώπιον τοῦ βασιλέως καὶ λέγουσιν Οὐκ ἔστιν ἄνϑρωπος ἐπὶ τῆς ξηρᾶς, ὅστις τὸ ῥῆμα τοῦ βασιλέως δυνήσεται γνωρίσαι, καϑότι πᾶς βασιλεὺς μέγας καὶ ἄρχων ῥῆμα τοιοῦτο οὐκ ἐπερωτᾷ ἐπαοιδόν, μάγον καὶ Χαλδαῖον·
Verse: 11    
ὅτι λόγος, ὃν βασιλεὺς ἐπερωτᾷ, βαρύς, καὶ ἕτερος οὐκ ἔστιν, ὃς ἀναγγελεῖ αὐτὸν ἐνώπιον τοῦ βασιλέως, ἀλλ' ϑεοί, ὧν οὐκ ἔστιν κατοικία μετὰ πάσης σαρκός.
Verse: 12    
τότε βασιλεὺς ἐν ϑυμῷ καὶ ὀργῇ πολλῇ εἶπεν ἀπολέσαι πάντας τοὺς σοϕοὺς Βαβυλῶνος·
Verse: 13    
καὶ τὸ δόγμα ἐξῆλϑεν, καὶ οἱ σοϕοὶ ἀπεκτέννοντο, καὶ ἐζήτησαν Δανιηλ καὶ τοὺς ϕίλους αὐτοῦ ἀνελεῖν.
Verse: 14    
τότε Δανιηλ ἀπεκρίϑη βουλὴν καὶ γνώμην τῷ Αριωχ τῷ ἀρχιμαγείρῳ τοῦ βασιλέως, ὃς ἐξῆλϑεν ἀναιρεῖν τοὺς σοϕοὺς Βαβυλῶνος
Verse: 15    
῎Αρχων τοῦ βασιλέως, περὶ τίνος ἐξῆλϑεν γνώμη ἀναιδὴς ἐκ προσώπου τοῦ βασιλέως; ἐγνώρισεν δὲ τὸ ῥῆμα Αριωχ τῷ Δανιηλ.
Verse: 16    
καὶ Δανιηλ εἰσῆλϑεν καὶ ἠξίωσεν τὸν βασιλέα ὅπως χρόνον δῷ αὐτῷ, καὶ τὴν σύγκρισιν αὐτοῦ ἀναγγείλῃ τῷ βασιλεῖ.
Verse: 17    
καὶ εἰσῆλϑεν Δανιηλ εἰς τὸν οἶκον αὐτοῦ καὶ τῷ Ανανια καὶ τῷ Μισαηλ καὶ τῷ Αζαρια τοῖς ϕίλοις αὐτοῦ τὸ ῥῆμα ἐγνώρισεν·
Verse: 18    
καὶ οἰκτιρμοὺς ἐζήτουν παρὰ τοῦ ϑεοῦ τοῦ οὐρανοῦ ὑπὲρ τοῦ μυστηρίου τούτου, ὅπως ἂν μὴ ἀπόλωνται Δανιηλ καὶ οἱ ϕίλοι αὐτοῦ μετὰ τῶν ἐπιλοίπων σοϕῶν Βαβυλῶνος.
Verse: 19    
τότε τῷ Δανιηλ ἐν ὁράματι τῆς νυκτὸς τὸ μυστήριον ἀπεκαλύϕϑη· καὶ εὐλόγησεν τὸν ϑεὸν τοῦ οὐρανοῦ
Verse: 20    
Δανιηλ καὶ εἶπεν Εἴη τὸ ὄνομα τοῦ ϑεοῦ εὐλογημένον ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος, ὅτι σοϕία καὶ σύνεσις αὐτοῦ ἐστιν·
Verse: 21    
καὶ αὐτὸς ἀλλοιοῖ καιροὺς καὶ χρόνους, καϑιστᾷ βασιλεῖς καὶ μεϑιστᾷ, διδοὺς σοϕίαν τοῖς σοϕοῖς καὶ ϕρόνησιν τοῖς εἰδόσιν σύνεσιν·
Verse: 22    
αὐτὸς ἀποκαλύπτει βαϑέα καὶ ἀπόκρυϕα, γινώσκων τὰ ἐν τῷ σκότει, καὶ τὸ ϕῶς μετ' αὐτοῦ ἐστιν·
Verse: 23    
σοί, ϑεὸς τῶν πατέρων μου, ἐξομολογοῦμαι καὶ αἰνῶ, ὅτι σοϕίαν καὶ δύναμιν ἔδωκάς μοι καὶ νῦν ἐγνώρισάς μοι ἠξιώσαμεν παρὰ σοῦ καὶ τὸ ὅραμα τοῦ βασιλέως ἐγνώρισάς μοι.
Verse: 24    
καὶ ἦλϑεν Δανιηλ πρὸς Αριωχ, ὃν κατέστησεν βασιλεὺς ἀπολέσαι τοὺς σοϕοὺς Βαβυλῶνος, καὶ εἶπεν αὐτῷ Τοὺς σοϕοὺς Βαβυλῶνος μὴ ἀπολέσῃς, εἰσάγαγε δέ με ἐνώπιον τοῦ βασιλέως, καὶ τὴν σύγκρισιν τῷ βασιλεῖ ἀναγγελῶ.
Verse: 25    
τότε Αριωχ ἐν σπουδῇ εἰσήγαγεν τὸν Δανιηλ ἐνώπιον τοῦ βασιλέως καὶ εἶπεν αὐτῷ Εὕρηκα ἄνδρα ἐκ τῶν υἱῶν τῆς αἰχμαλωσίας τῆς Ιουδαίας, ὅστις τὸ σύγκριμα τῷ βασιλεῖ ἀναγγελεῖ.
Verse: 26    
καὶ ἀπεκρίϑη βασιλεὺς καὶ εἶπεν τῷ Δανιηλ, οὗ τὸ ὄνομα Βαλτασαρ Εἰ δύνασαί μοι ἀναγγεῖλαι τὸ ἐνύπνιον, εἶδον, καὶ τὴν σύγκρισιν αὐτοῦ;
Verse: 27    
καὶ ἀπεκρίϑη Δανιηλ ἐνώπιον τοῦ βασιλέως καὶ λέγει Τὸ μυστήριον, βασιλεὺς ἐπερωτᾷ, οὐκ ἔστιν σοϕῶν, μάγων, ἐπαοιδῶν, γαζαρηνῶν ἀναγγεῖλαι τῷ βασιλεῖ,
Verse: 28    
ἀλλ' ἔστιν ϑεὸς ἐν οὐρανῷ ἀποκαλύπτων μυστήρια καὶ ἐγνώρισεν τῷ βασιλεῖ Ναβουχοδονοσορ δεῖ γενέσϑαι ἐπ' ἐσχάτων τῶν ἡμερῶν. τὸ ἐνύπνιόν σου καὶ αἱ ὁράσεις τῆς κεϕαλῆς σου ἐπὶ τῆς κοίτης σου τοῦτό ἐστιν.
Verse: 29    
σὺ βασιλεῦ, οἱ διαλογισμοί σου ἐπὶ τῆς κοίτης σου ἀνέβησαν τί δεῖ γενέσϑαι μετὰ ταῦτα, καὶ ἀποκαλύπτων μυστήρια ἐγνώρισέν σοι δεῖ γενέσϑαι.
Verse: 30    
καὶ ἐμοὶ δὲ οὐκ ἐν σοϕίᾳ τῇ οὔσῃ ἐν ἐμοὶ παρὰ πάντας τοὺς ζῶντας τὸ μυστήριον τοῦτο ἀπεκαλύϕϑη, ἀλλ' ἕνεκεν τοῦ τὴν σύγκρισιν τῷ βασιλεῖ γνωρίσαι, ἵνα τοὺς διαλογισμοὺς τῆς καρδίας σου γνῷς.
Verse: 31    
σύ, βασιλεῦ, ἐϑεώρεις, καὶ ἰδοὺ εἰκὼν μία, μεγάλη εἰκὼν ἐκείνη καὶ πρόσοψις αὐτῆς ὑπερϕερής, ἑστῶσα πρὸ προσώπου σου, καὶ ὅρασις αὐτῆς ϕοβερά·
Verse: 32    
εἰκών, ἧς κεϕαλὴ χρυσίου χρηστοῦ, αἱ χεῖρες καὶ τὸ στῆϑος καὶ οἱ βραχίονες αὐτῆς ἀργυροῖ, κοιλία καὶ οἱ μηροὶ χαλκοῖ,
Verse: 33    
αἱ κνῆμαι σιδηραῖ, οἱ πόδες μέρος τι σιδηροῦν καὶ μέρος τι ὀστράκινον.
Verse: 34    
ἐϑεώρεις, ἕως οὗ ἐτμήϑη λίϑος ἐξ ὄρους ἄνευ χειρῶν καὶ ἐπάταξεν τὴν εἰκόνα ἐπὶ τοὺς πόδας τοὺς σιδηροῦς καὶ ὀστρακίνους καὶ ἐλέπτυνεν αὐτοὺς εἰς τέλος.
Verse: 35    
τότε ἐλεπτύνϑησαν εἰς ἅπαξ τὸ ὄστρακον, σίδηρος, χαλκός, ἄργυρος, χρυσὸς καὶ ἐγένοντο ὡσεὶ κονιορτὸς ἀπὸ ἅλωνος ϑερινῆς· καὶ ἐξῆρεν αὐτὰ τὸ πλῆϑος τοῦ πνεύματος, καὶ τόπος οὐχ εὑρέϑη αὐτοῖς· καὶ λίϑος πατάξας τὴν εἰκόνα ἐγενήϑη ὄρος μέγα καὶ ἐπλήρωσεν πᾶσαν τὴν γῆν.
Verse: 36    
τοῦτό ἐστιν τὸ ἐνύπνιον· καὶ τὴν σύγκρισιν αὐτοῦ ἐροῦμεν ἐνώπιον τοῦ βασιλέως.
Verse: 37    
σύ, βασιλεῦ βασιλεὺς βασιλέων, ϑεὸς τοῦ οὐρανοῦ βασιλείαν ἰσχυρὰν καὶ κραταιὰν καὶ ἔντιμον ἔδωκεν,
Verse: 38    
ἐν παντὶ τόπῳ, ὅπου κατοικοῦσιν οἱ υἱοὶ τῶν ἀνϑρώπων, ϑηρία τε ἀγροῦ καὶ πετεινὰ οὐρανοῦ ἔδωκεν ἐν τῇ χειρί σου καὶ κατέστησέν σε κύριον πάντων, σὺ εἶ κεϕαλὴ χρυσῆ.
Verse: 39    
καὶ ὀπίσω σου ἀναστήσεται βασιλεία ἑτέρα ἥττων σου, καὶ βασιλεία τρίτη ἥτις ἐστὶν χαλκός, κυριεύσει πάσης τῆς γῆς.
Verse: 40    
καὶ βασιλεία τετάρτη ἔσται ἰσχυρὰ ὡς σίδηρος· ὃν τρόπον σίδηρος λεπτύνει καὶ δαμάζει πάντα, οὕτως πάντα λεπτυνεῖ καὶ δαμάσει.
Verse: 41    
καὶ ὅτι εἶδες τοὺς πόδας καὶ τοὺς δακτύλους μέρος μέν τι ὀστράκινον μέρος δέ τι σιδηροῦν, βασιλεία διῃρημένη ἔσται, καὶ ἀπὸ τῆς ῥίζης τῆς σιδηρᾶς ἔσται ἐν αὐτῇ, ὃν τρόπον εἶδες τὸν σίδηρον ἀναμεμειγμένον τῷ ὀστράκῳ·
Verse: 42    
καὶ οἱ δάκτυλοι τῶν ποδῶν μέρος μέν τι σιδηροῦν μέρος δέ τι ὀστράκινον, μέρος τι τῆς βασιλείας ἔσται ἰσχυρὸν καὶ ἀπ' αὐτῆς ἔσται συντριβόμενον.
Verse: 43    
ὅτι εἶδες τὸν σίδηρον ἀναμεμειγμένον τῷ ὀστράκῳ, συμμειγεῖς ἔσονται ἐν σπέρματι ἀνϑρώπων καὶ οὐκ ἔσονται προσκολλώμενοι οὗτος μετὰ τούτου, καϑὼς σίδηρος οὐκ ἀναμείγνυται μετὰ τοῦ ὀστράκου.
Verse: 44    
καὶ ἐν ταῖς ἡμέραις τῶν βασιλέων ἐκείνων ἀναστήσει ϑεὸς τοῦ οὐρανοῦ βασιλείαν, ἥτις εἰς τοὺς αἰῶνας οὐ διαϕϑαρήσεται, καὶ βασιλεία αὐτοῦ λαῷ ἑτέρῳ οὐχ ὑπολειϕϑήσεται· λεπτυνεῖ καὶ λικμήσει πάσας τὰς βασιλείας, καὶ αὐτὴ ἀναστήσεται εἰς τοὺς αἰῶνας,
Verse: 45    
ὃν τρόπον εἶδες ὅτι ἀπὸ ὄρους ἐτμήϑη λίϑος ἄνευ χειρῶν καὶ ἐλέπτυνεν τὸ ὄστρακον, τὸν σίδηρον, τὸν χαλκόν, τὸν ἄργυρον, τὸν χρυσόν. ϑεὸς μέγας ἐγνώρισεν τῷ βασιλεῖ δεῖ γενέσϑαι μετὰ ταῦτα, καὶ ἀληϑινὸν τὸ ἐνύπνιον, καὶ πιστὴ σύγκρισις αὐτοῦ.
Verse: 46    
τότε βασιλεὺς Ναβουχοδονοσορ ἔπεσεν ἐπὶ πρόσωπον καὶ τῷ Δανιηλ προσεκύνησεν καὶ μαναα καὶ εὐωδίας εἶπεν σπεῖσαι αὐτῷ.
Verse: 47    
καὶ ἀποκριϑεὶς βασιλεὺς εἶπεν τῷ Δανιηλ ᾽Επ' ἀληϑείας ϑεὸς ὑμῶν αὐτός ἐστιν ϑεὸς ϑεῶν καὶ κύριος τῶν βασιλέων καὶ ἀποκαλύπτων μυστήρια, ὅτι ἠδυνήϑης ἀποκαλύψαι τὸ μυστήριον τοῦτο.
Verse: 48    
καὶ ἐμεγάλυνεν βασιλεὺς τὸν Δανιηλ καὶ δόματα μεγάλα καὶ πολλὰ ἔδωκεν αὐτῷ καὶ κατέστησεν αὐτὸν ἐπὶ πάσης χώρας Βαβυλῶνος καὶ ἄρχοντα σατραπῶν ἐπὶ πάντας τοὺς σοϕοὺς Βαβυλῶνος.
Verse: 49    
καὶ Δανιηλ ᾐτήσατο παρὰ τοῦ βασιλέως, καὶ κατέστησεν ἐπὶ τὰ ἔργα τῆς χώρας Βαβυλῶνος τὸν Σεδραχ, Μισαχ, Αβδεναγω· καὶ Δανιηλ ἦν ἐν τῇ αὐλῇ τοῦ βασιλέως.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.