TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 771
Chapter: 2
Verse: 1
Εἶπον
ἐγὼ
ἐν
καρδίᾳ
μου
Δεῦρο
δὴ
πειράσω
σε
ἐν
εὐϕροσύνῃ
,
καὶ
ἰδὲ
ἐν
ἀγαϑῷ
·
καὶ
ἰδοὺ
καί
γε
τοῦτο
ματαιότης
.
Verse: 2
τῷ
γέλωτι
εἶπα
περιϕορὰν
καὶ
τῇ
εὐϕροσύνῃ
Τί
τοῦτο
ποιεῖς
;
Verse: 3
κατεσκεψάμην
ἐν
καρδίᾳ
μου
τοῦ
ἑλκύσαι
εἰς
οἶνον
τὴν
σάρκα
μου
καὶ
καρδία
μου
ὡδήγησεν
ἐν
σοϕίᾳ
καὶ
τοῦ
κρατῆσαι
ἐπ
'
ἀϕροσύνῃ
,
ἕως
οὗ
ἴδω
ποῖον
τὸ
ἀγαϑὸν
τοῖς
υἱοῖς
τοῦ
ἀνϑρώπου
,
ὃ
ποιήσουσιν
ὑπὸ
τὸν
ἥλιον
ἀριϑμὸν
ἡμερῶν
ζωῆς
αὐτῶν
.
Verse: 4
ἐμεγάλυνα
ποίημά
μου
,
ᾠκοδόμησά
μοι
οἴκους
,
ἐϕύτευσά
μοι
ἀμπελῶνας
,
Verse: 5
ἐποίησά
μοι
κήπους
καὶ
παραδείσους
καὶ
ἐϕύτευσα
ἐν
αὐτοῖς
ξύλον
πᾶν
καρποῦ
·
Verse: 6
ἐποίησά
μοι
κολυμβήϑρας
ὑδάτων
τοῦ
ποτίσαι
ἀπ
'
αὐτῶν
δρυμὸν
βλαστῶντα
ξύλα
·
Verse: 7
ἐκτησάμην
δούλους
καὶ
παιδίσκας
,
καὶ
οἰκογενεῖς
ἐγένοντό
μοι
,
καί
γε
κτῆσις
βουκολίου
καὶ
ποιμνίου
πολλὴ
ἐγένετό
μοι
ὑπὲρ
πάντας
τοὺς
γενομένους
ἔμπροσϑέν
μου
ἐν
Ιερουσαλημ
·
Verse: 8
συνήγαγόν
μοι
καί
γε
ἀργύριον
καὶ
χρυσίον
καὶ
περιουσιασμοὺς
βασιλέων
καὶ
τῶν
χωρῶν
·
ἐποίησά
μοι
ᾄδοντας
καὶ
ᾀδούσας
καὶ
ἐντρυϕήματα
υἱῶν
τοῦ
ἀνϑρώπου
οἰνοχόον
καὶ
οἰνοχόας
·
Verse: 9
καὶ
ἐμεγαλύνϑην
καὶ
προσέϑηκα
παρὰ
πάντας
τοὺς
γενομένους
ἔμπροσϑέν
μου
ἐν
Ιερουσαλημ
·
καί
γε
σοϕία
μου
ἐστάϑη
μοι
.
Verse: 10
καὶ
πᾶν
,
ὃ
ᾔτησαν
οἱ
ὀϕϑαλμοί
μου
,
οὐχ
ὑϕεῖλον
ἀπ
'
αὐτῶν
,
οὐκ
ἀπεκώλυσα
τὴν
καρδίαν
μου
ἀπὸ
πάσης
εὐϕροσύνης
,
ὅτι
καρδία
μου
εὐϕράνϑη
ἐν
παντὶ
μόχϑῳ
μου
,
καὶ
τοῦτο
ἐγένετο
μερίς
μου
ἀπὸ
παντὸς
μόχϑου
μου
.
Verse: 11
καὶ
ἐπέβλεψα
ἐγὼ
ἐν
πᾶσιν
ποιήμασίν
μου
,
οἷς
ἐποίησαν
αἱ
χεῖρές
μου
,
καὶ
ἐν
μόχϑῳ
,
ᾧ
ἐμόχϑησα
τοῦ
ποιεῖν
,
καὶ
ἰδοὺ
τὰ
πάντα
ματαιότης
καὶ
προαίρεσις
πνεύματος
,
καὶ
οὐκ
ἔστιν
περισσεία
ὑπὸ
τὸν
ἥλιον
.
Verse: 12
Καὶ
ἐπέβλεψα
ἐγὼ
τοῦ
ἰδεῖν
σοϕίαν
καὶ
περιϕορὰν
καὶ
ἀϕροσύνην
·
ὅτι
τίς
ὁ
ἄνϑρωπος
,
ὃς
ἐπελεύσεται
ὀπίσω
τῆς
βουλῆς
τὰ
ὅσα
ἐποίησεν
αὐτήν
;
Verse: 13
καὶ
εἶδον
ἐγὼ
ὅτι
ἔστιν
περισσεία
τῇ
σοϕίᾳ
ὑπὲρ
τὴν
ἀϕροσύνην
ὡς
περισσεία
τοῦ
ϕωτὸς
ὑπὲρ
τὸ
σκότος
·
Verse: 14
τοῦ
σοϕοῦ
οἱ
ὀϕϑαλμοὶ
αὐτοῦ
ἐν
κεϕαλῇ
αὐτοῦ
,
καὶ
ὁ
ἄϕρων
ἐν
σκότει
πορεύεται
.
καὶ
ἔγνων
καί
γε
ἐγὼ
ὅτι
συνάντημα
ἓν
συναντήσεται
τοῖς
πᾶσιν
αὐτοῖς
.
Verse: 15
καὶ
εἶπα
ἐγὼ
ἐν
καρδίᾳ
μου
῾Ως
συνάντημα
τοῦ
ἄϕρονος
καί
γε
ἐμοὶ
συναντήσεταί
μοι
,
καὶ
ἵνα
τί
ἐσοϕισάμην
;
ἐγὼ
τότε
περισσὸν
ἐλάλησα
ἐν
καρδίᾳ
μου
,
διότι
ἄϕρων
ἐκ
περισσεύματος
λαλεῖ
,
ὅτι
καί
γε
τοῦτο
ματαιότης
.
Verse: 16
ὅτι
οὐκ
ἔστιν
μνήμη
τοῦ
σοϕοῦ
μετὰ
τοῦ
ἄϕρονος
εἰς
αἰῶνα
,
καϑότι
ἤδη
αἱ
ἡμέραι
αἱ
ἐρχόμεναι
τὰ
πάντα
ἐπελήσϑη
·
καὶ
πῶς
ἀποϑανεῖται
ὁ
σοϕὸς
μετὰ
τοῦ
ἄϕρονος
;
Verse: 17
καὶ
ἐμίσησα
σὺν
τὴν
ζωήν
,
ὅτι
πονηρὸν
ἐπ
'
ἐμὲ
τὸ
ποίημα
τὸ
πεποιημένον
ὑπὸ
τὸν
ἥλιον
,
ὅτι
τὰ
πάντα
ματαιότης
καὶ
προαίρεσις
πνεύματος
.
Verse: 18
καὶ
ἐμίσησα
ἐγὼ
σὺν
πάντα
μόχϑον
μου
,
ὃν
ἐγὼ
μοχϑῶ
ὑπὸ
τὸν
ἥλιον
,
ὅτι
ἀϕίω
αὐτὸν
τῷ
ἀνϑρώπῳ
τῷ
γινομένῳ
μετ
'
ἐμέ
·
Verse: 19
καὶ
τίς
οἶδεν
εἰ
σοϕὸς
ἔσται
ἢ
ἄϕρων
;
καὶ
ἐξουσιάζεται
ἐν
παντὶ
μόχϑῳ
μου
,
ᾧ
ἐμόχϑησα
καὶ
ᾧ
ἐσοϕισάμην
ὑπὸ
τὸν
ἥλιον
.
καί
γε
τοῦτο
ματαιότης
.
Verse: 20
καὶ
ἐπέστρεψα
ἐγὼ
τοῦ
ἀποτάξασϑαι
τῇ
καρδίᾳ
μου
ἐπὶ
παντὶ
τῷ
μόχϑῳ
,
ᾧ
ἐμόχϑησα
ὑπὸ
τὸν
ἥλιον
,
Verse: 21
ὅτι
ἔστιν
ἄνϑρωπος
,
οὗ
μόχϑος
αὐτοῦ
ἐν
σοϕίᾳ
καὶ
ἐν
γνώσει
καὶ
ἐν
ἀνδρείᾳ
,
καὶ
ἄνϑρωπος
,
ὃς
οὐκ
ἐμόχϑησεν
ἐν
αὐτῷ
,
δώσει
αὐτῷ
μερίδα
αὐτοῦ
.
καί
γε
τοῦτο
ματαιότης
καὶ
πονηρία
μεγάλη
.
Verse: 22
ὅτι
τί
γίνεται
τῷ
ἀνϑρώπῳ
ἐν
παντὶ
μόχϑῳ
αὐτοῦ
καὶ
ἐν
προαιρέσει
καρδίας
αὐτοῦ
,
ᾧ
αὐτὸς
μοχϑεῖ
ὑπὸ
τὸν
ἥλιον
;
Verse: 23
ὅτι
πᾶσαι
αἱ
ἡμέραι
αὐτοῦ
ἀλγημάτων
καὶ
ϑυμοῦ
περισπασμὸς
αὐτοῦ
,
καί
γε
ἐν
νυκτὶ
οὐ
κοιμᾶται
ἡ
καρδία
αὐτοῦ
.
καί
γε
τοῦτο
ματαιότης
ἐστίν
.
Verse: 24
Οὐκ
ἔστιν
ἀγαϑὸν
ἐν
ἀνϑρώπῳ
·
ὃ
ϕάγεται
καὶ
ὃ
πίεται
καὶ
ὃ
δείξει
τῇ
ψυχῇ
αὐτοῦ
,
ἀγαϑὸν
ἐν
μόχϑῳ
αὐτοῦ
.
καί
γε
τοῦτο
εἶδον
ἐγὼ
ὅτι
ἀπὸ
χειρὸς
τοῦ
ϑεοῦ
ἐστιν
·
Verse: 25
ὅτι
τίς
ϕάγεται
καὶ
τίς
ϕείσεται
πάρεξ
αὐτοῦ
;
Verse: 26
ὅτι
τῷ
ἀνϑρώπῳ
τῷ
ἀγαϑῷ
πρὸ
προσώπου
αὐτοῦ
ἔδωκεν
σοϕίαν
καὶ
γνῶσιν
καὶ
εὐϕροσύνην
·
καὶ
τῷ
ἁμαρτάνοντι
ἔδωκεν
περισπασμὸν
τοῦ
προσϑεῖναι
καὶ
τοῦ
συναγαγεῖν
τοῦ
δοῦναι
τῷ
ἀγαϑῷ
πρὸ
προσώπου
τοῦ
ϑεοῦ
·
ὅτι
καί
γε
τοῦτο
ματαιότης
καὶ
προαίρεσις
πνεύματος
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.