TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 65
Previous part

Chapter: 15 
Verse: 1    Τότε ᾖσεν Μωυσῆς καὶ οἱ υἱοὶ Ισραηλ τὴν ᾠδὴν ταύτην τῷ ϑεῷ καὶ εἶπαν λέγοντες ῎Αισωμεν τῷ κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται· ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς ϑάλασσαν.
Verse: 2    
βοηϑὸς καὶ σκεπαστὴς ἐγένετό μοι εἰς σωτηρίαν· οὗτός μου ϑεός, καὶ δοξάσω αὐτόν, ϑεὸς τοῦ πατρός μου, καὶ ὑψώσω αὐτόν.
Verse: 3    
κύριος συντρίβων πολέμους, κύριος ὄνομα αὐτῷ.
Verse: 4    
ἅρματα Φαραω καὶ τὴν δύναμιν αὐτοῦ ἔρριψεν εἰς ϑάλασσαν, ἐπιλέκτους ἀναβάτας τριστάτας κατεπόντισεν ἐν ἐρυϑρᾷ ϑαλάσσῃ.
Verse: 5    
πόντῳ ἐκάλυψεν αὐτούς, κατέδυσαν εἰς βυϑὸν ὡσεὶ λίϑος.
Verse: 6    
δεξιά σου, κύριε, δεδόξασται ἐν ἰσχύι· δεξιά σου χείρ, κύριε, ἔϑραυσεν ἐχϑρούς.
Verse: 7    
καὶ τῷ πλήϑει τῆς δόξης σου συνέτριψας τοὺς ὑπεναντίους· ἀπέστειλας τὴν ὀργήν σου, καὶ κατέϕαγεν αὐτοὺς ὡς καλάμην.
Verse: 8    
καὶ διὰ πνεύματος τοῦ ϑυμοῦ σου διέστη τὸ ὕδωρ· ἐπάγη ὡσεὶ τεῖχος τὰ ὕδατα, ἐπάγη τὰ κύματα ἐν μέσῳ τῆς ϑαλάσσης.
Verse: 9    
εἶπεν ἐχϑρός Διώξας καταλήμψομαι, μεριῶ σκῦλα, ἐμπλήσω ψυχήν μου, ἀνελῶ τῇ μαχαίρῃ μου, κυριεύσει χείρ μου.
Verse: 10    
ἀπέστειλας τὸ πνεῦμά σου, ἐκάλυψεν αὐτοὺς ϑάλασσα· ἔδυσαν ὡσεὶ μόλιβος ἐν ὕδατι σϕοδρῷ.
Verse: 11    
τίς ὅμοιός σοι ἐν ϑεοῖς, κύριε; τίς ὅμοιός σοι, δεδοξασμένος ἐν ἁγίοις, ϑαυμαστὸς ἐν δόξαις, ποιῶν τέρατα;
Verse: 12    
ἐξέτεινας τὴν δεξιάν σου, κατέπιεν αὐτοὺς γῆ.
Verse: 13    
ὡδήγησας τῇ δικαιοσύνῃ σου τὸν λαόν σου τοῦτον, ὃν // ἐλυτρώσω, παρεκάλεσας τῇ ἰσχύι σου εἰς κατάλυμα ἅγιόν σου.
Verse: 14    
ἤκουσαν ἔϑνη καὶ ὠργίσϑησαν· ὠδῖνες ἔλαβον κατοικοῦντας Φυλιστιιμ.
Verse: 15    
τότε ἔσπευσαν ἡγεμόνες Εδωμ, καὶ ἄρχοντες Μωαβιτῶν, ἔλαβεν αὐτοὺς τρόμος, ἐτάκησαν πάντες οἱ κατοικοῦντες Χανααν.
Verse: 16    
ἐπιπέσοι ἐπ' αὐτοὺς ϕόβος καὶ τρόμος, μεγέϑει βραχίονός σου ἀπολιϑωϑήτωσαν, ἕως ἂν παρέλϑῃ λαός σου, κύριε, ἕως ἂν παρέλϑῃ λαός σου οὗτος, ὃν ἐκτήσω.
Verse: 17    
εἰσαγαγὼν καταϕύτευσον αὐτοὺς εἰς ὄρος κληρονομίας σου, εἰς ἕτοιμον κατοικητήριόν σου, κατειργάσω, κύριε, ἁγίασμα, κύριε, ἡτοίμασαν αἱ χεῖρές σου.
Verse: 18    
κύριος βασιλεύων τὸν αἰῶνα καὶ ἐπ' αἰῶνα καὶ ἔτι.
Verse: 19    
῞Οτι εἰσῆλϑεν ἵππος Φαραω σὺν ἅρμασιν καὶ ἀναβάταις εἰς ϑάλασσαν, καὶ ἐπήγαγεν ἐπ' αὐτοὺς κύριος τὸ ὕδωρ τῆς ϑαλάσσης· οἱ δὲ υἱοὶ Ισραηλ ἐπορεύϑησαν διὰ ξηρᾶς ἐν μέσῳ τῆς ϑαλάσσης.
Verse: 20    
Λαβοῦσα δὲ Μαριαμ προϕῆτις ἀδελϕὴ Ααρων τὸ τύμπανον ἐν τῇ χειρὶ αὐτῆς, καὶ ἐξήλϑοσαν πᾶσαι αἱ γυναῖκες ὀπίσω αὐτῆς μετὰ τυμπάνων καὶ χορῶν,
Verse: 21    
ἐξῆρχεν δὲ αὐτῶν Μαριαμ λέγουσα ῎Αισωμεν τῷ κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται· ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς ϑάλασσαν.
Verse: 22    
᾽Εξῆρεν δὲ Μωυσῆς τοὺς υἱοὺς Ισραηλ ἀπὸ ϑαλάσσης ἐρυϑρᾶς καὶ ἤγαγεν αὐτοὺς εἰς τὴν ἔρημον Σουρ· καὶ ἐπορεύοντο τρεῖς ἡμέρας ἐν τῇ ἐρήμῳ καὶ οὐχ ηὕρισκον ὕδωρ ὥστε πιεῖν.
Verse: 23    
ἦλϑον δὲ εἰς Μερρα καὶ οὐκ ἠδύναντο πιεῖν ἐκ Μερρας, πικρὸν γὰρ ἦν· διὰ τοῦτο ἐπωνομάσϑη τὸ ὄνομα τοῦ τόπου ἐκείνου Πικρία.
Verse: 24    
καὶ διεγόγγυζεν λαὸς ἐπὶ Μωυσῆν λέγοντες Τί πιόμεϑα;
Verse: 25    
ἐβόησεν δὲ Μωυσῆς πρὸς κύριον· καὶ ἔδειξεν αὐτῷ κύριος ξύλον, καὶ ἐνέβαλεν αὐτὸ εἰς τὸ ὕδωρ, καὶ ἐγλυκάνϑη τὸ ὕδωρ. ἐκεῖ ἔϑετο αὐτῷ δικαιώματα καὶ κρίσεις καὶ ἐκεῖ ἐπείρασεν αὐτὸν
Verse: 26    
καὶ εἶπεν ᾽Εὰν ἀκοῇ ἀκούσῃς τῆς ϕωνῆς κυρίου τοῦ ϑεοῦ σου καὶ τὰ ἀρεστὰ ἐναντίον αὐτοῦ ποιήσῃς καὶ ἐνωτίσῃ ταῖς ἐντολαῖς αὐτοῦ καὶ ϕυλάξῃς πάντα τὰ δικαιώματα αὐτοῦ, πᾶσαν νόσον, ἣν ἐπήγαγον τοῖς Αἰγυπτίοις, οὐκ ἐπάξω ἐπὶ σέ· ἐγὼ γάρ εἰμι κύριος ἰώμενός σε.
Verse: 27    
Καὶ ἤλϑοσαν εἰς Αιλιμ, καὶ ἦσαν ἐκεῖ δώδεκα πηγαὶ ὑδάτων καὶ ἑβδομήκοντα στελέχη ϕοινίκων· παρενέβαλον δὲ ἐκεῖ παρὰ τὰ ὕδατα.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.