TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 71
Previous part

Chapter: 21 
Verse: 1    Καὶ ταῦτα τὰ δικαιώματα, παραϑήσεις ἐνώπιον αὐτῶν.
Verse: 2    
ἐὰν κτήσῃ παῖδα Εβραῖον, ἓξ ἔτη δουλεύσει σοι· τῷ δὲ ἑβδόμῳ ἔτει ἀπελεύσεται ἐλεύϑερος δωρεάν.
Verse: 3    
ἐὰν αὐτὸς μόνος εἰσέλϑῃ, καὶ μόνος ἐξελεύσεται· ἐὰν δὲ γυνὴ συνεισέλϑῃ μετ' αὐτοῦ, ἐξελεύσεται καὶ γυνὴ μετ' αὐτοῦ.
Verse: 4    
ἐὰν δὲ κύριος δῷ αὐτῷ γυναῖκα, καὶ τέκῃ αὐτῷ υἱοὺς ϑυγατέρας, γυνὴ καὶ τὰ παιδία ἔσται τῷ κυρίῳ αὐτοῦ, αὐτὸς δὲ μόνος ἐξελεύσεται.
Verse: 5    
ἐὰν δὲ ἀποκριϑεὶς εἴπῃ παῖς ᾽Ηγάπηκα τὸν κύριόν μου καὶ τὴν γυναῖκα καὶ τὰ παιδία, οὐκ ἀποτρέχω ἐλεύϑερος·
Verse: 6    
προσάξει αὐτὸν κύριος αὐτοῦ πρὸς τὸ κριτήριον τοῦ ϑεοῦ καὶ τότε προσάξει αὐτὸν ἐπὶ τὴν ϑύραν ἐπὶ τὸν σταϑμόν, καὶ τρυπήσει αὐτοῦ κύριος τὸ οὖς τῷ ὀπητίῳ, καὶ δουλεύσει αὐτῷ εἰς τὸν αἰῶνα.
Verse: 7    
ἐὰν δέ τις ἀποδῶται τὴν ἑαυτοῦ ϑυγατέρα οἰκέτιν, οὐκ ἀπελεύσεται ὥσπερ ἀποτρέχουσιν αἱ δοῦλαι.
Verse: 8    
ἐὰν μὴ εὐαρεστήσῃ τῷ κυρίῳ αὐτῆς ἣν αὑτῷ καϑωμολογήσατο, ἀπολυτρώσει αὐτήν· ἔϑνει δὲ ἀλλοτρίῳ οὐ κύριός ἐστιν πωλεῖν αὐτήν, ὅτι ἠϑέτησεν ἐν αὐτῇ.
Verse: 9    
ἐὰν δὲ τῷ υἱῷ καϑομολογήσηται αὐτήν, κατὰ τὸ δικαίωμα τῶν ϑυγατέρων ποιήσει αὐτῇ.
Verse: 10    
ἐὰν δὲ ἄλλην λάβῃ ἑαυτῷ, τὰ δέοντα καὶ τὸν ἱματισμὸν καὶ τὴν ὁμιλίαν αὐτῆς οὐκ ἀποστερήσει.
Verse: 11    
ἐὰν δὲ τὰ τρία ταῦτα μὴ ποιήσῃ αὐτῇ, ἐξελεύσεται δωρεὰν ἄνευ ἀργυρίου.
Verse: 12    
᾽Εὰν δὲ πατάξῃ τίς τινα, καὶ ἀποϑάνῃ, ϑανάτῳ ϑανατούσϑω·
Verse: 13    
δὲ οὐχ ἑκών, ἀλλὰ ϑεὸς παρέδωκεν εἰς τὰς χεῖρας αὐτοῦ, δώσω σοι τόπον, οὗ ϕεύξεται ἐκεῖ ϕονεύσας.
Verse: 14    
ἐὰν δέ τις ἐπιϑῆται τῷ πλησίον ἀποκτεῖναι αὐτὸν δόλῳ καὶ καταϕύγῃ, ἀπὸ τοῦ ϑυσιαστηρίου μου λήμψῃ αὐτὸν ϑανατῶσαι.
Verse: 15    
ὃς τύπτει πατέρα αὐτοῦ μητέρα αὐτοῦ, ϑανάτῳ ϑανατούσϑω.
Verse: 16    
κακολογῶν πατέρα αὐτοῦ μητέρα αὐτοῦ τελευτήσει ϑανάτῳ.
Verse: 17    
ὃς ἐὰν κλέψῃ τίς τινα τῶν υἱῶν Ισραηλ καὶ καταδυναστεύσας αὐτὸν ἀποδῶται, καὶ εὑρεϑῇ ἐν αὐτῷ, ϑανάτῳ τελευτάτω.
Verse: 18    
ἐὰν δὲ λοιδορῶνται δύο ἄνδρες καὶ πατάξῃ τις τὸν πλησίον λίϑῳ πυγμῇ, καὶ μὴ ἀποϑάνῃ, κατακλιϑῇ δὲ ἐπὶ τὴν κοίτην,
Verse: 19    
ἐὰν ἐξαναστὰς ἄνϑρωπος περιπατήσῃ ἔξω ἐπὶ ῥάβδου, ἀϑῷος ἔσται πατάξας· πλὴν τῆς ἀργίας αὐτοῦ ἀποτείσει καὶ τὰ ἰατρεῖα.
Verse: 20    
ἐὰν δέ τις πατάξῃ τὸν παῖδα αὐτοῦ τὴν παιδίσκην αὐτοῦ ἐν ῥάβδῳ, καὶ ἀποϑάνῃ ὑπὸ τὰς χεῖρας αὐτοῦ, δίκῃ ἐκδικηϑήτω.
Verse: 21    
ἐὰν δὲ διαβιώσῃ ἡμέραν μίαν δύο, οὐκ ἐκδικηϑήσεται· τὸ γὰρ ἀργύριον αὐτοῦ ἐστιν.
Verse: 22    
ἐὰν δὲ μάχωνται δύο ἄνδρες καὶ πατάξωσιν γυναῖκα ἐν γαστρὶ ἔχουσαν, καὶ ἐξέλϑῃ τὸ παιδίον αὐτῆς μὴ ἐξεικονισμένον, ἐπιζήμιον ζημιωϑήσεται· καϑότι ἂν ἐπιβάλῃ ἀνὴρ τῆς γυναικός, δώσει μετὰ ἀξιώματος·
Verse: 23    
ἐὰν δὲ ἐξεικονισμένον ἦν, δώσει ψυχὴν ἀντὶ ψυχῆς,
Verse: 24    
ὀϕϑαλμὸν ἀντὶ ὀϕϑαλμοῦ, ὀδόντα ἀντὶ ὀδόντος, χεῖρα ἀντὶ χειρός, πόδα ἀντὶ ποδός,
Verse: 25    
κατάκαυμα ἀντὶ κατακαύματος, τραῦμα ἀντὶ τραύματος, μώλωπα ἀντὶ μώλωπος.
Verse: 26    
ἐὰν δέ τις πατάξῃ τὸν ὀϕϑαλμὸν τοῦ οἰκέτου αὐτοῦ τὸν ὀϕϑαλμὸν τῆς ϑεραπαίνης αὐτοῦ καὶ ἐκτυϕλώσῃ, ἐλευϑέρους ἐξαποστελεῖ αὐτοὺς ἀντὶ τοῦ ὀϕϑαλμοῦ αὐτῶν.
Verse: 27    
ἐὰν δὲ τὸν ὀδόντα τοῦ οἰκέτου τὸν ὀδόντα τῆς ϑεραπαίνης αὐτοῦ ἐκκόψῃ, ἐλευϑέρους ἐξαποστελεῖ αὐτοὺς ἀντὶ τοῦ ὀδόντος αὐτῶν.
Verse: 28    
᾽Εὰν δὲ κερατίσῃ ταῦρος ἄνδρα γυναῖκα, καὶ ἀποϑάνῃ, λίϑοις λιϑοβοληϑήσεται ταῦρος, καὶ οὐ βρωϑήσεται τὰ κρέα αὐτοῦ· δὲ κύριος τοῦ ταύρου ἀϑῷος ἔσται.
Verse: 29    
ἐὰν δὲ ταῦρος κερατιστὴς πρὸ τῆς ἐχϑὲς καὶ πρὸ τῆς τρίτης, καὶ διαμαρτύρωνται τῷ κυρίῳ αὐτοῦ, καὶ μὴ ἀϕανίσῃ αὐτόν, ἀνέλῃ δὲ ἄνδρα γυναῖκα, ταῦρος λιϑοβοληϑήσεται, καὶ κύριος αὐτοῦ προσαποϑανεῖται.
Verse: 30    
ἐὰν δὲ λύτρα ἐπιβληϑῇ αὐτῷ, δώσει λύτρα τῆς ψυχῆς αὐτοῦ ὅσα ἐὰν ἐπιβάλωσιν αὐτῷ.
Verse: 31    
ἐὰν δὲ υἱὸν ϑυγατέρα κερατίσῃ, κατὰ τὸ δικαίωμα τοῦτο ποιήσουσιν αὐτῷ.
Verse: 32    
ἐὰν δὲ παῖδα κερατίσῃ ταῦρος παιδίσκην, ἀργυρίου τριάκοντα δίδραχμα δώσει τῷ κυρίῳ αὐτῶν, καὶ ταῦρος λιϑοβοληϑήσεται.
Verse: 33    
ἐὰν δέ τις ἀνοίξῃ λάκκον λατομήσῃ λάκκον καὶ μὴ καλύψῃ αὐτόν, καὶ ἐμπέσῃ ἐκεῖ μόσχος ὄνος,
Verse: 34    
κύριος τοῦ λάκκου ἀποτείσει· ἀργύριον δώσει τῷ κυρίῳ αὐτῶν, τὸ δὲ τετελευτηκὸς αὐτῷ ἔσται.
Verse: 35    
ἐὰν δὲ κερατίσῃ τινὸς ταῦρος τὸν ταῦρον τοῦ πλησίον, καὶ τελευτήσῃ, ἀποδώσονται τὸν ταῦρον τὸν ζῶντα καὶ διελοῦνται τὸ ἀργύριον αὐτοῦ καὶ τὸν ταῦρον τὸν τεϑνηκότα διελοῦνται.
Verse: 36    
ἐὰν δὲ γνωρίζηται ταῦρος ὅτι κερατιστής ἐστιν πρὸ τῆς ἐχϑὲς καὶ πρὸ τῆς τρίτης ἡμέρας, καὶ διαμεμαρτυρημένοι ὦσιν τῷ κυρίῳ αὐτοῦ, καὶ μὴ ἀϕανίσῃ αὐτόν, ἀποτείσει ταῦρον ἀντὶ ταύρου, δὲ τετελευτηκὼς αὐτῷ ἔσται.
Verse: 37    
᾽Εὰν δέ τις κλέψῃ μόσχον πρόβατον καὶ σϕάξῃ αὐτὸ ἀποδῶται, πέντε μόσχους ἀποτείσει ἀντὶ τοῦ μόσχου καὶ τέσσαρα πρόβατα ἀντὶ τοῦ προβάτου.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.