TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 53
Previous part

Chapter: 3 
Verse: 1    Καὶ Μωυσῆς ἦν ποιμαίνων τὰ πρόβατα Ιοϑορ τοῦ γαμβροῦ αὐτοῦ τοῦ ἱερέως Μαδιαμ καὶ ἤγαγεν τὰ πρόβατα ὑπὸ τὴν ἔρημον καὶ ἦλϑεν εἰς τὸ ὄρος Χωρηβ.
Verse: 2    
ὤϕϑη δὲ αὐτῷ ἄγγελος κυρίου ἐν ϕλογὶ πυρὸς ἐκ τοῦ βάτου, καὶ ὁρᾷ ὅτι βάτος καίεται πυρί, δὲ βάτος οὐ κατεκαίετο.
Verse: 3    
εἶπεν δὲ Μωυσῆς Παρελϑὼν ὄψομαι τὸ ὅραμα τὸ μέγα τοῦτο, τί ὅτι οὐ κατακαίεται βάτος.
Verse: 4    
ὡς δὲ εἶδεν κύριος ὅτι προσάγει ἰδεῖν, ἐκάλεσεν αὐτὸν κύριος ἐκ τοῦ βάτου λέγων Μωυσῆ, Μωυσῆ. δὲ εἶπεν Τί ἐστιν;
Verse: 5    
καὶ εἶπεν Μὴ ἐγγίσῃς ὧδε· λῦσαι τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου· γὰρ τόπος, ἐν σὺ ἕστηκας, γῆ ἁγία ἐστίν.
Verse: 6    
καὶ εἶπεν αὐτῷ ᾽Εγώ εἰμι ϑεὸς τοῦ πατρός σου, ϑεὸς Αβρααμ καὶ ϑεὸς Ισαακ καὶ ϑεὸς Ιακωβ. ἀπέστρεψεν δὲ Μωυσῆς τὸ πρόσωπον αὐτοῦ· εὐλαβεῖτο γὰρ κατεμβλέψαι ἐνώπιον τοῦ ϑεοῦ.
Verse: 7    
εἶπεν δὲ κύριος πρὸς Μωυσῆν ᾽Ιδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν Αἰγύπτῳ καὶ τῆς κραυγῆς αὐτῶν ἀκήκοα ἀπὸ τῶν ἐργοδιωκτῶν· οἶδα γὰρ τὴν ὀδύνην αὐτῶν·
Verse: 8    
καὶ κατέβην ἐξελέσϑαι αὐτοὺς ἐκ χειρὸς Αἰγυπτίων καὶ ἐξαγαγεῖν αὐτοὺς ἐκ τῆς γῆς ἐκείνης καὶ εἰσαγαγεῖν αὐτοὺς εἰς γῆν ἀγαϑὴν καὶ πολλήν, εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι, εἰς τὸν τόπον τῶν Χαναναίων καὶ Χετταίων καὶ Αμορραίων καὶ Φερεζαίων καὶ Γεργεσαίων καὶ Ευαίων καὶ Ιεβουσαίων.
Verse: 9    
καὶ νῦν ἰδοὺ κραυγὴ τῶν υἱῶν Ισραηλ ἥκει πρός με, κἀγὼ ἑώρακα τὸν ϑλιμμόν, ὃν οἱ Αἰγύπτιοι ϑλίβουσιν αὐτούς.
Verse: 10    
καὶ νῦν δεῦρο ἀποστείλω σε πρὸς Φαραω βασιλέα Αἰγύπτου, καὶ ἐξάξεις τὸν λαόν μου τοὺς υἱοὺς Ισραηλ ἐκ γῆς Αἰγύπτου.
Verse: 11    
καὶ εἶπεν Μωυσῆς πρὸς τὸν ϑεόν Τίς εἰμι, ὅτι πορεύσομαι πρὸς Φαραω βασιλέα Αἰγύπτου, καὶ ὅτι ἐξάξω τοὺς υἱοὺς Ισραηλ ἐκ γῆς Αἰγύπτου;
Verse: 12    
εἶπεν δὲ ϑεὸς Μωυσεῖ λέγων ὅτι ῎Εσομαι μετὰ σοῦ, καὶ τοῦτό σοι τὸ σημεῖον ὅτι ἐγώ σε ἐξαποστέλλω· ἐν τῷ ἐξαγαγεῖν σε τὸν λαόν μου ἐξ Αἰγύπτου καὶ λατρεύσετε τῷ ϑεῷ ἐν τῷ ὄρει τούτῳ.
Verse: 13    
καὶ εἶπεν Μωυσῆς πρὸς τὸν ϑεόν ᾽Ιδοὺ ἐγὼ ἐλεύσομαι πρὸς τοὺς υἱοὺς Ισραηλ καὶ ἐρῶ πρὸς αὐτούς ῾Ο ϑεὸς τῶν πατέρων ὑμῶν ἀπέσταλκέν με πρὸς ὑμᾶς, ἐρωτήσουσίν με Τί ὄνομα αὐτῷ; τί ἐρῶ πρὸς αὐτούς;
Verse: 14    
καὶ εἶπεν ϑεὸς πρὸς Μωυσῆν ᾽Εγώ εἰμι ὤν· καὶ εἶπεν Οὕτως ἐρεῖς τοῖς υἱοῖς Ισραηλ ῾Ο ὢν ἀπέσταλκέν με πρὸς ὑμᾶς.
Verse: 15    
καὶ εἶπεν ϑεὸς πάλιν πρὸς Μωυσῆν Οὕτως ἐρεῖς τοῖς υἱοῖς Ισραηλ Κύριος ϑεὸς τῶν πατέρων ὑμῶν, ϑεὸς Αβρααμ καὶ ϑεὸς Ισαακ καὶ ϑεὸς Ιακωβ, ἀπέσταλκέν με πρὸς ὑμᾶς· τοῦτό μού ἐστιν ὄνομα αἰώνιον καὶ μνημόσυνον γενεῶν γενεαῖς.
Verse: 16    
ἐλϑὼν οὖν συνάγαγε τὴν γερουσίαν τῶν υἱῶν Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς Κύριος ϑεὸς τῶν πατέρων ὑμῶν ὦπταί μοι, ϑεὸς Αβρααμ καὶ ϑεὸς Ισαακ καὶ ϑεὸς Ιακωβ, λέγων ᾽Επισκοπῇ ἐπέσκεμμαι ὑμᾶς καὶ ὅσα συμβέβηκεν ὑμῖν ἐν Αἰγύπτῳ,
Verse: 17    
καὶ εἶπον ᾽Αναβιβάσω ὑμᾶς ἐκ τῆς κακώσεως τῶν Αἰγυπτίων εἰς τὴν γῆν τῶν Χαναναίων καὶ Χετταίων καὶ Αμορραίων καὶ Φερεζαίων καὶ Γεργεσαίων καὶ Ευαίων καὶ Ιεβουσαίων, εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι.
Verse: 18    
καὶ εἰσακούσονταί σου τῆς ϕωνῆς· καὶ εἰσελεύσῃ σὺ καὶ γερουσία Ισραηλ πρὸς Φαραω βασιλέα Αἰγύπτου καὶ ἐρεῖς πρὸς αὐτόν ῾Ο ϑεὸς τῶν Εβραίων προσκέκληται ἡμᾶς· πορευσώμεϑα οὖν ὁδὸν τριῶν ἡμερῶν εἰς τὴν ἔρημον, ἵνα ϑύσωμεν τῷ ϑεῷ ἡμῶν.
Verse: 19    
ἐγὼ δὲ οἶδα ὅτι οὐ προήσεται ὑμᾶς Φαραω βασιλεὺς Αἰγύπτου πορευϑῆναι, ἐὰν μὴ μετὰ χειρὸς κραταιᾶς.
Verse: 20    
καὶ ἐκτείνας τὴν χεῖρα πατάξω τοὺς Αἰγυπτίους ἐν πᾶσι τοῖς ϑαυμασίοις μου, οἷς ποιήσω ἐν αὐτοῖς, καὶ μετὰ ταῦτα ἐξαποστελεῖ ὑμᾶς.
Verse: 21    
καὶ δώσω χάριν τῷ λαῷ τούτῳ ἐναντίον τῶν Αἰγυπτίων· ὅταν δὲ ἀποτρέχητε, οὐκ ἀπελεύσεσϑε κενοί·
Verse: 22    
αἰτήσει γυνὴ παρὰ γείτονος καὶ συσκήνου αὐτῆς σκεύη ἀργυρᾶ καὶ χρυσᾶ καὶ ἱματισμόν, καὶ ἐπιϑήσετε ἐπὶ τοὺς υἱοὺς ὑμῶν καὶ ἐπὶ τὰς ϑυγατέρας ὑμῶν καὶ σκυλεύσετε τοὺς Αἰγυπτίους.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.