TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 40
Previous part

Chapter: 40 
Verse: 1    ᾽Εγένετο δὲ μετὰ τὰ ῥήματα ταῦτα ἥμαρτεν ἀρχιοινοχόος τοῦ βασιλέως Αἰγύπτου καὶ ἀρχισιτοποιὸς τῷ κυρίῳ αὐτῶν βασιλεῖ Αἰγύπτου.
Verse: 2    
καὶ ὠργίσϑη Φαραω ἐπὶ τοῖς δυσὶν εὐνούχοις αὐτοῦ, ἐπὶ τῷ ἀρχιοινοχόῳ καὶ ἐπὶ τῷ ἀρχισιτοποιῷ,
Verse: 3    
καὶ ἔϑετο αὐτοὺς ἐν ϕυλακῇ παρὰ τῷ δεσμοϕύλακι εἰς τὸ δεσμωτήριον, εἰς τὸν τόπον, οὗ Ιωσηϕ ἀπῆκτο ἐκεῖ.
Verse: 4    
καὶ συνέστησεν ἀρχιδεσμώτης τῷ Ιωσηϕ αὐτούς, καὶ παρέστη αὐτοῖς· ἦσαν δὲ ἡμέρας ἐν τῇ ϕυλακῇ.
Verse: 5    
καὶ εἶδον ἀμϕότεροι ἐνύπνιον, ἑκάτερος ἐνύπνιον, ἐν μιᾷ νυκτὶ ὅρασις τοῦ ἐνυπνίου αὐτοῦ, ἀρχιοινοχόος καὶ ἀρχισιτοποιός, οἳ ἦσαν τῷ βασιλεῖ Αἰγύπτου, οἱ ὄντες ἐν τῷ δεσμωτηρίῳ.
Verse: 6    
εἰσῆλϑεν δὲ πρὸς αὐτοὺς Ιωσηϕ τὸ πρωὶ καὶ εἶδεν αὐτούς, καὶ ἦσαν τεταραγμένοι.
Verse: 7    
καὶ ἠρώτα τοὺς εὐνούχους Φαραω, οἳ ἦσαν μετ' αὐτοῦ ἐν τῇ ϕυλακῇ παρὰ τῷ κυρίῳ αὐτοῦ, λέγων Τί ὅτι τὰ πρόσωπα ὑμῶν σκυϑρωπὰ σήμερον;
Verse: 8    
οἱ δὲ εἶπαν αὐτῷ ᾽Ενύπνιον εἴδομεν, καὶ συγκρίνων οὐκ ἔστιν αὐτό. εἶπεν δὲ αὐτοῖς Ιωσηϕ Οὐχὶ διὰ τοῦ ϑεοῦ διασάϕησις αὐτῶν ἐστιν; διηγήσασϑε οὖν μοι.
Verse: 9    
καὶ διηγήσατο ἀρχιοινοχόος τὸ ἐνύπνιον αὐτοῦ τῷ Ιωσηϕ καὶ εἶπεν ᾽Εν τῷ ὕπνῳ μου ἦν ἄμπελος ἐναντίον μου·
Verse: 10    
ἐν δὲ τῇ ἀμπέλῳ τρεῖς πυϑμένες, καὶ αὐτὴ ϑάλλουσα ἀνενηνοχυῖα βλαστούς· πέπειροι οἱ βότρυες σταϕυλῆς.
Verse: 11    
καὶ τὸ ποτήριον Φαραω ἐν τῇ χειρί μου· καὶ ἔλαβον τὴν σταϕυλὴν καὶ ἐξέϑλιψα αὐτὴν εἰς τὸ ποτήριον καὶ ἔδωκα τὸ ποτήριον εἰς τὰς χεῖρας Φαραω.
Verse: 12    
καὶ εἶπεν αὐτῷ Ιωσηϕ Τοῦτο σύγκρισις αὐτοῦ· οἱ τρεῖς πυϑμένες τρεῖς ἡμέραι εἰσίν·
Verse: 13    
ἔτι τρεῖς ἡμέραι καὶ μνησϑήσεται Φαραω τῆς ἀρχῆς σου καὶ ἀποκαταστήσει σε ἐπὶ τὴν ἀρχιοινοχοίαν σου, καὶ δώσεις τὸ ποτήριον Φαραω εἰς τὴν χεῖρα αὐτοῦ κατὰ τὴν ἀρχήν σου τὴν προτέραν, ὡς ἦσϑα οἰνοχοῶν.
Verse: 14    
ἀλλὰ μνήσϑητί μου διὰ σεαυτοῦ, ὅταν εὖ σοι γένηται, καὶ ποιήσεις ἐν ἐμοὶ ἔλεος καὶ μνησϑήσῃ περὶ ἐμοῦ Φαραω καὶ ἐξάξεις με ἐκ τοῦ ὀχυρώματος τούτου·
Verse: 15    
ὅτι κλοπῇ ἐκλάπην ἐκ γῆς Εβραίων καὶ ὧδε οὐκ ἐποίησα οὐδέν, ἀλλ' ἐνέβαλόν με εἰς τὸν λάκκον τοῦτον.
Verse: 16    
καὶ εἶδεν ἀρχισιτοποιὸς ὅτι ὀρϑῶς συνέκρινεν, καὶ εἶπεν τῷ Ιωσηϕ Κἀγὼ εἶδον ἐνύπνιον καὶ ᾤμην τρία κανᾶ χονδριτῶν αἴρειν ἐπὶ τῆς κεϕαλῆς μου·
Verse: 17    
ἐν δὲ τῷ κανῷ τῷ ἐπάνω ἀπὸ πάντων τῶν γενῶν, ὧν βασιλεὺς Φαραω ἐσϑίει, ἔργον σιτοποιοῦ, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατήσϑιεν αὐτὰ ἀπὸ τοῦ κανοῦ τοῦ ἐπάνω τῆς κεϕαλῆς μου.
Verse: 18    
ἀποκριϑεὶς δὲ Ιωσηϕ εἶπεν αὐτῷ Αὕτη σύγκρισις αὐτοῦ· τὰ τρία κανᾶ τρεῖς ἡμέραι εἰσίν·
Verse: 19    
ἔτι τριῶν ἡμερῶν ἀϕελεῖ Φαραω τὴν κεϕαλήν σου ἀπὸ σοῦ καὶ κρεμάσει σε ἐπὶ ξύλου, καὶ ϕάγεται τὰ ὄρνεα τοῦ οὐρανοῦ τὰς σάρκας σου ἀπὸ σοῦ.
Verse: 20    
ἐγένετο δὲ ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ ἡμέρα γενέσεως ἦν Φαραω, καὶ ἐποίει πότον πᾶσι τοῖς παισὶν αὐτοῦ. καὶ ἐμνήσϑη τῆς ἀρχῆς τοῦ ἀρχιοινοχόου καὶ τῆς ἀρχῆς τοῦ ἀρχισιτοποιοῦ ἐν μέσῳ τῶν παίδων αὐτοῦ
Verse: 21    
καὶ ἀπεκατέστησεν τὸν ἀρχιοινοχόον ἐπὶ τὴν ἀρχὴν αὐτοῦ, καὶ ἔδωκεν τὸ ποτήριον εἰς τὴν χεῖρα Φαραω,
Verse: 22    
τὸν δὲ ἀρχισιτοποιὸν ἐκρέμασεν, καϑὰ συνέκρινεν αὐτοῖς Ιωσηϕ.
Verse: 23    
οὐκ ἐμνήσϑη δὲ ἀρχιοινοχόος τοῦ Ιωσηϕ, ἀλλὰ ἐπελάϑετο αὐτοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.