TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 49
Previous part

Chapter: 49 
Verse: 1    ᾽Εκάλεσεν δὲ Ιακωβ τοὺς υἱοὺς αὐτοῦ καὶ εἶπεν Συνάχϑητε, ἵνα ἀναγγείλω ὑμῖν, τί ἀπαντήσει ὑμῖν ἐπ' ἐσχάτων τῶν ἡμερῶν·
Verse: 2    
ἀϑροίσϑητε καὶ ἀκούσατε, υἱοὶ Ιακωβ, ἀκούσατε Ισραηλ τοῦ πατρὸς ὑμῶν.
Verse: 3    
Ρουβην, πρωτότοκός μου σύ, ἰσχύς μου καὶ ἀρχὴ τέκνων μου, σκληρὸς ϕέρεσϑαι καὶ σκληρὸς αὐϑάδης.
Verse: 4    
ἐξύβρισας ὡς ὕδωρ, μὴ ἐκζέσῃς· ἀνέβης γὰρ ἐπὶ τὴν κοίτην τοῦ πατρός σου· τότε ἐμίανας τὴν στρωμνήν, οὗ ἀνέβης.
Verse: 5    
Συμεων καὶ Λευι ἀδελϕοί· συνετέλεσαν ἀδικίαν ἐξ αἱρέσεως αὐτῶν.
Verse: 6    
εἰς βουλὴν αὐτῶν μὴ ἔλϑοι ψυχή μου, καὶ ἐπὶ τῇ συστάσει αὐτῶν μὴ ἐρείσαι τὰ ἥπατά μου, ὅτι ἐν τῷ ϑυμῷ αὐτῶν ἀπέκτειναν ἀνϑρώπους καὶ ἐν τῇ ἐπιϑυμίᾳ αὐτῶν ἐνευροκόπησαν ταῦρον.
Verse: 7    
ἐπικατάρατος ϑυμὸς αὐτῶν, ὅτι αὐϑάδης, καὶ μῆνις αὐτῶν, ὅτι ἐσκληρύνϑη· διαμεριῶ αὐτοὺς ἐν Ιακωβ καὶ διασπερῶ αὐτοὺς ἐν Ισραηλ.
Verse: 8    
Ιουδα, σὲ αἰνέσαισαν οἱ ἀδελϕοί σου· αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχϑρῶν σου· προσκυνήσουσίν σοι οἱ υἱοὶ τοῦ πατρός σου.
Verse: 9    
σκύμνος λέοντος Ιουδα· ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης· ἀναπεσὼν ἐκοιμήϑης ὡς λέων καὶ ὡς σκύμνος· τίς ἐγερεῖ αὐτόν;
Verse: 10    
οὐκ ἐκλείψει ἄρχων ἐξ Ιουδα καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλϑῃ τὰ ἀποκείμενα αὐτῷ, καὶ αὐτὸς προσδοκία ἐϑνῶν.
Verse: 11    
δεσμεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ καὶ τῇ ἕλικι τὸν πῶλον τῆς ὄνου αὐτοῦ· πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ καὶ ἐν αἵματι σταϕυλῆς τὴν περιβολὴν αὐτοῦ·
Verse: 12    
χαροποὶ οἱ ὀϕϑαλμοὶ αὐτοῦ ἀπὸ οἴνου, καὶ λευκοὶ οἱ ὀδόντες αὐτοῦ γάλα.
Verse: 13    
Ζαβουλων παράλιος κατοικήσει, καὶ αὐτὸς παρ' ὅρμον πλοίων, καὶ παρατενεῖ ἕως Σιδῶνος.
Verse: 14    
Ισσαχαρ τὸ καλὸν ἐπεϑύμησεν ἀναπαυόμενος ἀνὰ μέσον τῶν κλήρων·
Verse: 15    
καὶ ἰδὼν τὴν ἀνάπαυσιν ὅτι καλή, καὶ τὴν γῆν ὅτι πίων, ὑπέϑηκεν τὸν ὦμον αὐτοῦ εἰς τὸ πονεῖν καὶ ἐγενήϑη ἀνὴρ γεωργός.
Verse: 16    
Δαν κρινεῖ τὸν ἑαυτοῦ λαὸν ὡσεὶ καὶ μία ϕυλὴ ἐν Ισραηλ.
Verse: 17    
καὶ γενηϑήτω Δαν ὄϕις ἐϕ' ὁδοῦ ἐγκαϑήμενος ἐπὶ τρίβου, δάκνων πτέρναν ἵππου, καὶ πεσεῖται ἱππεὺς εἰς τὰ ὀπίσω.
Verse: 18    
τὴν σωτηρίαν περιμένω κυρίου.
Verse: 19    
Γαδ, πειρατήριον πειρατεύσει αὐτόν, αὐτὸς δὲ πειρατεύσει αὐτῶν κατὰ πόδας.
Verse: 20    
Ασηρ, πίων αὐτοῦ ἄρτος, καὶ αὐτὸς δώσει τρυϕὴν ἄρχουσιν.
Verse: 21    
Νεϕϑαλι στέλεχος ἀνειμένον, ἐπιδιδοὺς ἐν τῷ γενήματι κάλλος.
Verse: 22    
Υἱὸς ηὐξημένος Ιωσηϕ, υἱὸς ηὐξημένος ζηλωτός, υἱός μου νεώτατος· πρός με ἀνάστρεψον.
Verse: 23    
εἰς ὃν διαβουλευόμενοι ἐλοιδόρουν, καὶ ἐνεῖχον αὐτῷ κύριοι τοξευμάτων·
Verse: 24    
καὶ συνετρίβη μετὰ κράτους τὰ τόξα αὐτῶν, καὶ ἐξελύϑη τὰ νεῦρα βραχιόνων χειρῶν αὐτῶν διὰ χεῖρα δυνάστου Ιακωβ, ἐκεῖϑεν κατισχύσας Ισραηλ·
Verse: 25    
παρὰ ϑεοῦ τοῦ πατρός σου, καὶ ἐβοήϑησέν σοι ϑεὸς ἐμὸς καὶ εὐλόγησέν σε εὐλογίαν οὐρανοῦ ἄνωϑεν καὶ εὐλογίαν γῆς ἐχούσης πάντα· ἕνεκεν εὐλογίας μαστῶν καὶ μήτρας,
Verse: 26    
εὐλογίας πατρός σου καὶ μητρός σου· ὑπερίσχυσεν ἐπ' εὐλογίαις ὀρέων μονίμων καὶ ἐπ' εὐλογίαις ϑινῶν ἀενάων· ἔσονται ἐπὶ κεϕαλὴν Ιωσηϕ καὶ ἐπὶ κορυϕῆς ὧν ἡγήσατο ἀδελϕῶν.
Verse: 27    
Βενιαμιν λύκος ἅρπαξ· τὸ πρωινὸν ἔδεται ἔτι καὶ εἰς τὸ ἑσπέρας διαδώσει τροϕήν.
Verse: 28    
Πάντες οὗτοι υἱοὶ Ιακωβ δώδεκα, καὶ ταῦτα ἐλάλησεν αὐτοῖς πατὴρ αὐτῶν καὶ εὐλόγησεν αὐτούς, ἕκαστον κατὰ τὴν εὐλογίαν αὐτοῦ εὐλόγησεν αὐτούς.
Verse: 29    
καὶ εἶπεν αὐτοῖς ᾽Εγὼ προστίϑεμαι πρὸς τὸν ἐμὸν λαόν· ϑάψατέ με μετὰ τῶν πατέρων μου ἐν τῷ σπηλαίῳ, ἐστιν ἐν τῷ ἀγρῷ Εϕρων τοῦ Χετταίου,
Verse: 30    
ἐν τῷ σπηλαίῳ τῷ διπλῷ τῷ ἀπέναντι Μαμβρη ἐν τῇ γῇ Χανααν, ἐκτήσατο Αβρααμ τὸ σπήλαιον παρὰ Εϕρων τοῦ Χετταίου ἐν κτήσει μνημείου·
Verse: 31    
ἐκεῖ ἔϑαψαν Αβρααμ καὶ Σαρραν τὴν γυναῖκα αὐτοῦ, ἐκεῖ ἔϑαψαν Ισαακ καὶ Ρεβεκκαν τὴν γυναῖκα αὐτοῦ, καὶ ἐκεῖ ἔϑαψα Λειαν
Verse: 32    
ἐν κτήσει τοῦ ἀγροῦ καὶ τοῦ σπηλαίου τοῦ ὄντος ἐν αὐτῷ παρὰ τῶν υἱῶν Χετ.
Verse: 33    
καὶ κατέπαυσεν Ιακωβ ἐπιτάσσων τοῖς υἱοῖς αὐτοῦ καὶ ἐξάρας τοὺς πόδας αὐτοῦ ἐπὶ τὴν κλίνην ἐξέλιπεν καὶ προσετέϑη πρὸς τὸν λαὸν αὐτοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.