TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 965
Previous part

Chapter: 3 
Verse: 1    Προσευχὴ Αμβακουμ τοῦ προϕήτου μετὰ ᾠδῆς.
Verse: 2    
Κύριε, εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐϕοβήϑην, κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην. ἐν μέσῳ δύο ζῴων γνωσϑήσῃ, ἐν τῷ ἐγγίζειν τὰ ἔτη ἐπιγνωσϑήσῃ, ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχϑήσῃ, ἐν τῷ ταραχϑῆναι τὴν ψυχήν μου ἐν ὀργῇ ἐλέους μνησϑήσῃ.
Verse: 3    
ϑεὸς ἐκ Θαιμαν ἥξει, καὶ ἅγιος ἐξ ὄρους κατασκίου δασέος. διάψαλμα. ἐκάλυψεν οὐρανοὺς ἀρετὴ αὐτοῦ, καὶ αἰνέσεως αὐτοῦ πλήρης γῆ.
Verse: 4    
καὶ ϕέγγος αὐτοῦ ὡς ϕῶς ἔσται, κέρατα ἐν χερσὶν αὐτοῦ, καὶ ἔϑετο ἀγάπησιν κραταιὰν ἰσχύος αὐτοῦ.
Verse: 5    
πρὸ προσώπου αὐτοῦ πορεύσεται λόγος, καὶ ἐξελεύσεται, ἐν πεδίλοις οἱ πόδες αὐτοῦ.
Verse: 6    
ἔστη, καὶ ἐσαλεύϑη γῆ· ἐπέβλεψεν, καὶ διετάκη ἔϑνη. διεϑρύβη τὰ ὄρη βίᾳ, ἐτάκησαν βουνοὶ αἰώνιοι.
Verse: 7    
πορείας αἰωνίας αὐτοῦ ἀντὶ κόπων εἶδον· σκηνώματα Αἰϑιόπων πτοηϑήσονται καὶ αἱ σκηναὶ γῆς Μαδιαμ.
Verse: 8    
μὴ ἐν ποταμοῖς ὠργίσϑης, κύριε, ἐν ποταμοῖς ϑυμός σου, ἐν ϑαλάσσῃ τὸ ὅρμημά σου; ὅτι ἐπιβήσῃ ἐπὶ τοὺς ἵππους σου, καὶ ἱππασία σου σωτηρία.
Verse: 9    
ἐντείνων ἐντενεῖς τὸ τόξον σου ἐπὶ τὰ σκῆπτρα, λέγει κύριος. διάψαλμα. ποταμῶν ῥαγήσεται γῆ.
Verse: 10    
ὄψονταί σε καὶ ὠδινήσουσιν λαοί, σκορπίζων ὕδατα πορείας αὐτοῦ· ἔδωκεν ἄβυσσος ϕωνὴν αὐτῆς, ὕψος ϕαντασίας αὐτῆς.
Verse: 11    
ἐπήρϑη ἥλιος, καὶ σελήνη ἔστη ἐν τῇ τάξει αὐτῆς· εἰς ϕῶς βολίδες σου πορεύσονται, εἰς ϕέγγος ἀστραπῆς ὅπλων σου.
Verse: 12    
ἐν ἀπειλῇ ὀλιγώσεις γῆν καὶ ἐν ϑυμῷ κατάξεις ἔϑνη.
Verse: 13    
ἐξῆλϑες εἰς σωτηρίαν λαοῦ σου τοῦ σῶσαι τοὺς χριστούς σου· ἔβαλες εἰς κεϕαλὰς ἀνόμων ϑάνατον, ἐξήγειρας δεσμοὺς ἕως τραχήλου. διάψαλμα.
Verse: 14    
διέκοψας ἐν ἐκστάσει κεϕαλὰς δυναστῶν, σεισϑήσονται ἐν αὐτῇ· διανοίξουσιν χαλινοὺς αὐτῶν ὡς ἔσϑων πτωχὸς λάϑρᾳ.
Verse: 15    
καὶ ἐπεβίβασας εἰς ϑάλασσαν τοὺς ἵππους σου ταράσσοντας ὕδωρ πολύ.
Verse: 16    
ἐϕυλαξάμην, καὶ ἐπτοήϑη κοιλία μου ἀπὸ ϕωνῆς προσευχῆς χειλέων μου, καὶ εἰσῆλϑεν τρόμος εἰς τὰ ὀστᾶ μου, καὶ ὑποκάτωϑέν μου ἐταράχϑη ἕξις μου. ἀναπαύσομαι ἐν ἡμέρᾳ ϑλίψεως τοῦ ἀναβῆναι εἰς λαὸν παροικίας μου.
Verse: 17    
διότι συκῆ οὐ καρποϕορήσει, καὶ οὐκ ἔσται γενήματα ἐν ταῖς ἀμπέλοις· ψεύσεται ἔργον ἐλαίας, καὶ τὰ πεδία οὐ ποιήσει βρῶσιν· ἐξέλιπον ἀπὸ βρώσεως πρόβατα, καὶ οὐχ ὑπάρχουσιν βόες ἐπὶ ϕάτναις.
Verse: 18    
ἐγὼ δὲ ἐν τῷ κυρίῳ ἀγαλλιάσομαι, χαρήσομαι ἐπὶ τῷ ϑεῷ τῷ σωτῆρί μου.
Verse: 19    
κύριος ϑεὸς δύναμίς μου καὶ τάξει τοὺς πόδας μου εἰς συντέλειαν· ἐπὶ τὰ ὑψηλὰ ἐπιβιβᾷ με τοῦ νικῆσαι ἐν τῇ ᾠδῇ αὐτοῦ. //




Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.