TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 831
Chapter: 42
Verse: 1
῾Υπολαβὼν
δὲ
Ιωβ
λέγει
τῷ
κυρίῳ
Verse: 2
Οἶδα
ὅτι
πάντα
δύνασαι
,
ἀδυνατεῖ
δέ
σοι
οὐϑέν
.
Verse: 3
τίς
γάρ
ἐστιν
ὁ
κρύπτων
σε
βουλήν
;
ϕειδόμενος
δὲ
ῥημάτων
καὶ
σὲ
οἴεται
κρύπτειν
;
τίς
δὲ
ἀναγγελεῖ
μοι
ἃ
οὐκ
ᾔδειν
,
μεγάλα
καὶ
ϑαυμαστὰ
ἃ
οὐκ
ἠπιστάμην
;
Verse: 4
ἄκουσον
δέ
μου
,
κύριε
,
ἵνα
κἀγὼ
λαλήσω
·
ἐρωτήσω
δέ
σε
,
σὺ
δέ
με
δίδαξον
.
Verse: 5
ἀκοὴν
μὲν
ὠτὸς
ἤκουόν
σου
τὸ
πρότερον
,
νυνὶ
δὲ
ὁ
ὀϕϑαλμός
μου
ἑόρακέν
σε
·
Verse: 6
διὸ
ἐϕαύλισα
ἐμαυτὸν
καὶ
ἐτάκην
,
ἥγημαι
δὲ
ἐμαυτὸν
γῆν
καὶ
σποδόν
.
Verse: 7
᾽Εγένετο
δὲ
μετὰ
τὸ
λαλῆσαι
τὸν
κύριον
πάντα
τὰ
ῥήματα
//
ταῦτα
τῷ
Ιωβ
εἶπεν
ὁ
κύριος
Ελιϕας
τῷ
Θαιμανίτῃ
῞Ημαρτες
σὺ
καὶ
οἱ
δύο
ϕίλοι
σου
·
οὐ
γὰρ
ἐλαλήσατε
ἐνώπιόν
μου
ἀληϑὲς
οὐδὲν
ὥσπερ
ὁ
ϑεράπων
μου
Ιωβ
.
Verse: 8
νῦν
δὲ
λάβετε
ἑπτὰ
μόσχους
καὶ
ἑπτὰ
κριοὺς
καὶ
πορεύϑητε
πρὸς
τὸν
ϑεράποντά
μου
Ιωβ
,
καὶ
ποιήσει
κάρπωσιν
περὶ
ὑμῶν
·
Ιωβ
δὲ
ὁ
ϑεράπων
μου
εὔξεται
περὶ
ὑμῶν
,
ὅτι
εἰ
μὴ
πρόσωπον
αὐτοῦ
λήμψομαι
·S
εἰ
μὴ
γὰρ
δι
'
αὐτόν
,
ἀπώλεσα
ἂν
ὑμᾶς
·
οὐ
γὰρ
ἐλαλήσατε
ἀληϑὲς
κατὰ
τοῦ
ϑεράποντός
μου
Ιωβ
.
Verse: 9
ἐπορεύϑη
δὲ
Ελιϕας
ὁ
Θαιμανίτης
καὶ
Βαλδαδ
ὁ
Σαυχίτης
//
καὶ
Σωϕαρ
ὁ
Μιναῖος
καὶ
ἐποίησαν
καϑὼς
συνέταξεν
αὐτοῖς
ὁ
κύριος
,
καὶ
ἔλυσεν
τὴν
ἁμαρτίαν
αὐτοῖς
διὰ
Ιωβ
.
Verse: 10
ὁ
δὲ
κύριος
ηὔξησεν
τὸν
Ιωβ
·
εὐξαμένου
δὲ
αὐτοῦ
καὶ
περὶ
τῶν
ϕίλων
αὐτοῦ
ἀϕῆκεν
αὐτοῖς
//
τὴν
ἁμαρτίαν
·
ἔδωκεν
δὲ
ὁ
κύριος
διπλᾶ
ὅσα
ἦν
ἔμπροσϑεν
Ιωβ
εἰς
διπλασιασμόν
.
Verse: 11
ἤκουσαν
δὲ
πάντες
οἱ
ἀδελϕοὶ
αὐτοῦ
καὶ
αἱ
ἀδελϕαὶ
αὐτοῦ
πάντα
τὰ
συμβεβηκότα
αὐτῷ
καὶ
ἦλϑον
πρὸς
αὐτὸν
καὶ
πάντες
ὅσοι
ᾔδεισαν
αὐτὸν
ἐκ
πρώτου
·
ϕαγόντες
δὲ
καὶ
πιόντες
παρ
'
αὐτῷ
παρεκάλεσαν
αὐτόν
,
καὶ
ἐϑαύμασαν
ἐπὶ
πᾶσιν
,
οἷς
ἐπήγαγεν
αὐτῷ
ὁ
κύριος
·
ἔδωκεν
δὲ
αὐτῷ
ἕκαστος
ἀμνάδα
μίαν
καὶ
τετράδραχμον
χρυσοῦν
//
ἄσημον
.
Verse: 12
ὁ
δὲ
κύριος
εὐλόγησεν
τὰ
ἔσχατα
Ιωβ
ἢ
τὰ
ἔμπροσϑεν
·
ἦν
δὲ
τὰ
κτήνη
αὐτοῦ
πρόβατα
μύρια
τετρακισχίλια
,
κάμηλοι
ἑξακισχίλιαι
,
ζεύγη
βοῶν
χίλια
,
ὄνοι
ϑήλειαι
νομάδες
χίλιαι
.
Verse: 13
γεννῶνται
δὲ
αὐτῷ
υἱοὶ
ἑπτὰ
καὶ
ϑυγατέρες
τρεῖς
·
Verse: 14
καὶ
ἐκάλεσεν
τὴν
μὲν
πρώτην
῾Ημέραν
,
τὴν
δὲ
δευτέραν
Κασίαν
,
τὴν
δὲ
τρίτην
᾽Αμαλϑείας
κέρας
·
Verse: 15
καὶ
οὐχ
εὑρέϑησαν
κατὰ
τὰς
ϑυγατέρας
Ιωβ
βελτίους
αὐτῶν
//
ἐν
τῇ
ὑπ
'
οὐρανόν
·
ἔδωκεν
δὲ
αὐταῖς
ὁ
πατὴρ
κληρονομίαν
ἐν
τοῖς
ἀδελϕοῖς
.
Verse: 16
ἔζησεν
δὲ
Ιωβ
μετὰ
τὴν
πληγὴν
ἔτη
ἑκατὸν
ἑβδομήκοντα
,
τὰ
δὲ
πάντα
ἔζησεν
ἔτη
διακόσια
τεσσαράκοντα
ὀκτώ
·
καὶ
εἶδεν
Ιωβ
τοὺς
υἱοὺς
αὐτοῦ
καὶ
τοὺς
υἱοὺς
τῶν
υἱῶν
//
αὐτοῦ
τετάρτην
γενεάν
·
Verse: 17
καὶ
ἐτελεύτησεν
Ιωβ
πρεσβύτερος
καὶ
πλήρης
ἡμερῶν
.S
Verse: 17a
γέγραπται
δὲ
αὐτὸν
πάλιν
ἀναστήσεσϑαι
μεϑ
'
ὧν
ὁ
κύριος
//
ἀνίστησιν
.
Verse: 17b
Οὗτος
ἑρμηνεύεται
ἐκ
τῆς
Συριακῆς
βίβλου
ἐν
μὲν
γῇ
κατοικῶν
τῇ
Αυσίτιδι
ἐπὶ
τοῖς
ὁρίοις
τῆς
Ιδουμαίας
//
καὶ
᾽Αραβίας
,
προϋπῆρχεν
δὲ
αὐτῷ
ὄνομα
Ιωβαβ
·
Verse: 17c
λαβὼν
δὲ
γυναῖκα
᾽Αράβισσαν
γεννᾷ
υἱόν
,
ᾧ
ὄνομα
Εννων
,
ἦν
δὲ
αὐτὸς
πατρὸς
μὲν
Ζαρε
,
τῶν
Ησαυ
υἱῶν
υἱός
,
μητρὸς
//
δὲ
Βοσορρας
,
ὥστε
εἶναι
αὐτὸν
πέμπτον
ἀπὸ
Αβρααμ
.
Verse: 17d
καὶ
οὗτοι
οἱ
βασιλεῖς
οἱ
βασιλεύσαντες
ἐν
Εδωμ
,
ἧς
καὶ
αὐτὸς
//
ἦρξεν
χώρας
·
πρῶτος
Βαλακ
ὁ
τοῦ
Βεωρ
,
καὶ
ὄνομα
τῇ
πόλει
αὐτοῦ
Δενναβα
·
μετὰ
δὲ
Βαλακ
Ιωβαβ
ὁ
καλούμενος
Ιωβ
·
μετὰ
δὲ
τοῦτον
Ασομ
ὁ
ὑπάρχων
ἡγεμὼν
ἐκ
τῆς
Θαιμανίτιδος
//
χώρας
·
μετὰ
δὲ
τοῦτον
Αδαδ
υἱὸς
Βαραδ
ὁ
ἐκκόψας
Μαδιαμ
ἐν
τῷ
//
πεδίῳ
Μωαβ
,
καὶ
ὄνομα
τῇ
πόλει
αὐτοῦ
Γεϑϑαιμ
.
Verse: 17e
οἱ
δὲ
ἐλϑόντες
πρὸς
αὐτὸν
ϕίλοι
·
Ελιϕας
τῶν
Ησαυ
υἱῶν
Θαιμανων
βασιλεύς
,
Βαλδαδ
ὁ
Σαυχαίων
τύραννος
,
Σωϕαρ
ὁ
Μιναίων
βασιλεύς
. //
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.