TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 832
Previous part

Book: Sap.Sal. 
ΣΟΦΙΑ ΣΑΛΩΜΩΝΟΣ




Chapter: 1 
Verse: 1e 
᾽Αγαπήσατε δικαιοσύνην, οἱ κρίνοντες τὴν γῆν,
ϕρονήσατε περὶ τοῦ κυρίου ἐν ἀγαθότητι
καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε αὐτόν.
Verse: 2 
ὅτι εὑρίσκεται τοῖς μὴ πειράζουσιν αὐτόν,
ἐμϕανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ.
Verse: 3 
σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ θεοῦ,
δοκιμαζομένη τε δύναμις ἐλέγχει τοὺς ἄϕρονας.
Verse: 4 
ὅτι εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοϕία
οὐδὲ κατοικήσει ἐν σώματι κατάχρεῳ ἁμαρτίας.
Verse: 5 
ἅγιον γὰρ πνεῦμα παιδείας ϕεύξεται δόλον
καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων
καὶ ἐλεγχθήσεται ἐπελθούσης ἀδικίας.
Verse: 6 
ϕιλάνθρωπον γὰρ πνεῦμα σοϕία
καὶ οὐκ ἀθῳώσει βλάσϕημον ἀπὸ χειλέων αὐτοῦ·
ὅτι τῶν νεϕρῶν αὐτοῦ μάρτυς θεὸς
καὶ τῆς καρδίας αὐτοῦ ἐπίσκοπος ἀληθὴς
καὶ τῆς γλώσσης ἀκουστής.
Verse: 7 
ὅτι πνεῦμα κυρίου πεπλήρωκεν τὴν οἰκουμένην,
καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει ϕωνῆς.
Verse: 8 
διὰ τοῦτο ϕθεγγόμενος ἄδικα οὐδεὶς μὴ λάθῃ,
οὐδὲ μὴ παροδεύσῃ αὐτὸν ἐλέγχουσα δίκη.
Verse: 9 
ἐν γὰρ διαβουλίοις ἀσεβοῦς ἐξέτασις ἔσται,
λόγων δὲ αὐτοῦ ἀκοὴ πρὸς κύριον ἥξει
εἰς ἔλεγχον ἀνομημάτων αὐτοῦ·
Verse: 10 
ὅτι οὖς ζηλώσεως ἀκροᾶται τὰ πάντα,
καὶ θροῦς γογγυσμῶν οὐκ ἀποκρύπτεται.
Verse: 11 
Φυλάξασθε τοίνυν γογγυσμὸν ἀνωϕελῆ
καὶ ἀπὸ καταλαλιᾶς ϕείσασθε γλώσσης·
ὅτι ϕθέγμα λαθραῖον κενὸν οὐ πορεύσεται,
στόμα δὲ καταψευδόμενον ἀναιρεῖ ψυχήν.
Verse: 12 
μὴ ζηλοῦτε θάνατον ἐν πλάνῃ ζωῆς ὑμῶν
μηδὲ ἐπισπᾶσθε ὄλεθρον ἐν ἔργοις χειρῶν ὑμῶν·
Verse: 13 
ὅτι θεὸς θάνατον οὐκ ἐποίησεν
οὐδὲ τέρπεται ἐπ' ἀπωλείᾳ ζώντων.
Verse: 14 
ἔκτισεν γὰρ εἰς τὸ εἶναι τὰ πάντα,
καὶ σωτήριοι αἱ γενέσεις τοῦ κόσμου,
καὶ οὐκ ἔστιν ἐν αὐταῖς ϕάρμακον ὀλέθρου
οὔτε ᾅδου βασίλειον ἐπὶ γῆς.
Verse: 15 
δικαιοσύνη γὰρ ἀθάνατός ἐστιν.
Verse: 16 
᾽Ασεβεῖς δὲ ταῖς χερσὶν καὶ τοῖς λόγοις προσεκαλέσαντο αὐτόν,
ϕίλον ἡγησάμενοι αὐτὸν ἐτάκησαν
καὶ συνθήκην ἔθεντο πρὸς αὐτόν,
ὅτι ἄξιοί εἰσιν τῆς ἐκείνου μερίδος εἶναι.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.