TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 833
Previous part

Chapter: 2 
Verse: 1  εἶπον γὰρ ἐν ἑαυτοῖς λογισάμενοι οὐκ ὀρθῶς
᾽Ολίγος ἐστὶν καὶ λυπηρὸς βίος ἡμῶν,
καὶ οὐκ ἔστιν ἴασις ἐν τελευτῇ ἀνθρώπου,
καὶ οὐκ ἐγνώσθη ἀναλύσας ἐξ ᾅδου.
Verse: 2 
ὅτι αὐτοσχεδίως ἐγενήθημεν
καὶ μετὰ τοῦτο ἐσόμεθα ὡς οὐχ ὑπάρξαντες·
ὅτι καπνὸς πνοὴ ἐν ῥισὶν ἡμῶν,
καὶ λόγος σπινθὴρ ἐν κινήσει καρδίας ἡμῶν,
Verse: 3 
οὗ σβεσθέντος τέϕρα ἀποβήσεται τὸ σῶμα
καὶ τὸ πνεῦμα διαχυθήσεται ὡς χαῦνος ἀήρ.
Verse: 4 
καὶ τὸ ὄνομα ἡμῶν ἐπιλησθήσεται ἐν χρόνῳ,
καὶ οὐθεὶς μνημονεύσει τῶν ἔργων ἡμῶν·
καὶ παρελεύσεται βίος ἡμῶν ὡς ἴχνη νεϕέλης
καὶ ὡς ὁμίχλη διασκεδασθήσεται
διωχθεῖσα ὑπὸ ἀκτίνων ἡλίου
καὶ ὑπὸ θερμότητος αὐτοῦ βαρυνθεῖσα.
Verse: 5 
σκιᾶς γὰρ πάροδος καιρὸς ἡμῶν,
καὶ οὐκ ἔστιν ἀναποδισμὸς τῆς τελευτῆς ἡμῶν,
ὅτι κατεσϕραγίσθη καὶ οὐδεὶς ἀναστρέϕει.
Verse: 6 
δεῦτε οὖν καὶ ἀπολαύσωμεν τῶν ὄντων ἀγαθῶν
καὶ χρησώμεθα τῇ κτίσει ὡς ἐν νεότητι σπουδαίως·
Verse: 7 
οἴνου πολυτελοῦς καὶ μύρων πλησθῶμεν,
καὶ μὴ παροδευσάτω ἡμᾶς ἄνθος ἔαρος·
Verse: 8 
στεψώμεθα ῥόδων κάλυξιν πρὶν μαρανθῆναι·
Verse: 9 
μηδεὶς ἡμῶν ἄμοιρος ἔστω τῆς ἡμετέρας ἀγερωχίας,
πανταχῇ καταλίπωμεν σύμβολα τῆς εὐϕροσύνης,
ὅτι αὕτη μερὶς ἡμῶν καὶ κλῆρος οὗτος.
Verse: 10 
καταδυναστεύσωμεν πένητα δίκαιον,
μὴ ϕεισώμεθα χήρας
μηδὲ πρεσβύτου ἐντραπῶμεν πολιὰς πολυχρονίους·
Verse: 11 
ἔστω δὲ ἡμῶν ἰσχὺς νόμος τῆς δικαιοσύνης,
τὸ γὰρ ἀσθενὲς ἄχρηστον ἐλέγχεται.
Verse: 12 
ἐνεδρεύσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν
καὶ ἐναντιοῦται τοῖς ἔργοις ἡμῶν
καὶ ὀνειδίζει ἡμῖν ἁμαρτήματα νόμου
καὶ ἐπιϕημίζει ἡμῖν ἁμαρτήματα παιδείας ἡμῶν·
Verse: 13 
ἐπαγγέλλεται γνῶσιν ἔχειν θεοῦ
καὶ παῖδα κυρίου ἑαυτὸν ὀνομάζει·
Verse: 14 
ἐγένετο ἡμῖν εἰς ἔλεγχον ἐννοιῶν ἡμῶν,
βαρύς ἐστιν ἡμῖν καὶ βλεπόμενος,
Verse: 15 
ὅτι ἀνόμοιος τοῖς ἄλλοις βίος αὐτοῦ,
καὶ ἐξηλλαγμέναι αἱ τρίβοι αὐτοῦ·
Verse: 16 
εἰς κίβδηλον ἐλογίσθημεν αὐτῷ,
καὶ ἀπέχεται τῶν ὁδῶν ἡμῶν ὡς ἀπὸ ἀκαθαρσιῶν·
μακαρίζει ἔσχατα δικαίων
καὶ ἀλαζονεύεται πατέρα θεόν.
Verse: 17 
ἴδωμεν εἰ οἱ λόγοι αὐτοῦ ἀληθεῖς,
καὶ πειράσωμεν τὰ ἐν ἐκβάσει αὐτοῦ·
Verse: 18 
εἰ γάρ ἐστιν δίκαιος υἱὸς θεοῦ, ἀντιλήμψεται αὐτοῦ
καὶ ῥύσεται αὐτὸν ἐκ χειρὸς ἀνθεστηκότων.
Verse: 19 
ὕβρει καὶ βασάνῳ ἐτάσωμεν αὐτόν,
ἵνα γνῶμεν τὴν ἐπιείκειαν αὐτοῦ
καὶ δοκιμάσωμεν τὴν ἀνεξικακίαν αὐτοῦ·
Verse: 20 
θανάτῳ ἀσχήμονι καταδικάσωμεν αὐτόν,
ἔσται γὰρ αὐτοῦ ἐπισκοπὴ ἐκ λόγων αὐτοῦ.
Verse: 21 
Ταῦτα ἐλογίσαντο, καὶ ἐπλανήθησαν·
ἀπετύϕλωσεν γὰρ αὐτοὺς κακία αὐτῶν,
Verse: 22 
καὶ οὐκ ἔγνωσαν μυστήρια θεοῦ
οὐδὲ μισθὸν ἤλπισαν ὁσιότητος
οὐδὲ ἔκριναν γέρας ψυχῶν ἀμώμων.
Verse: 23 
ὅτι θεὸς ἔκτισεν τὸν ἄνθρωπον ἐπ' ἀϕθαρσίᾳ
καὶ εἰκόνα τῆς ἰδίας ἀϊδιότητος ἐποίησεν αὐτόν·
Verse: 24 
ϕθόνῳ δὲ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον,
πειράζουσιν δὲ αὐτὸν οἱ τῆς ἐκείνου μερίδος ὄντες.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.