TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 831
Previous part

Chapter: 42 
Verse: 1  ῾Υπολαβὼν δὲ Ιωβ λέγει τῷ κυρίῳ
Verse: 2 
Οἶδα ὅτι πάντα δύνασαι,
ἀδυνατεῖ δέ σοι οὐϑέν.
Verse: 3 
τίς γάρ ἐστιν κρύπτων σε βουλήν;
ϕειδόμενος δὲ ῥημάτων καὶ σὲ οἴεται κρύπτειν;
τίς δὲ ἀναγγελεῖ μοι οὐκ ᾔδειν,
μεγάλα καὶ ϑαυμαστὰ οὐκ ἠπιστάμην;
Verse: 4 
ἄκουσον δέ μου, κύριε, ἵνα κἀγὼ λαλήσω·
ἐρωτήσω δέ σε, σὺ δέ με δίδαξον.
Verse: 5 
ἀκοὴν μὲν ὠτὸς ἤκουόν σου τὸ πρότερον,
νυνὶ δὲ ὀϕϑαλμός μου ἑόρακέν σε·
Verse: 6 
διὸ ἐϕαύλισα ἐμαυτὸν καὶ ἐτάκην,
ἥγημαι δὲ ἐμαυτὸν γῆν καὶ σποδόν.
Verse: 7 
᾽Εγένετο δὲ μετὰ τὸ λαλῆσαι τὸν κύριον πάντα τὰ ῥήματα // ταῦτα τῷ Ιωβ εἶπεν κύριος Ελιϕας τῷ Θαιμανίτῃ
῞Ημαρτες σὺ καὶ οἱ δύο ϕίλοι σου·
οὐ γὰρ ἐλαλήσατε ἐνώπιόν μου ἀληϑὲς οὐδὲν
ὥσπερ ϑεράπων μου Ιωβ.
Verse: 8 
νῦν δὲ λάβετε ἑπτὰ μόσχους καὶ ἑπτὰ κριοὺς
καὶ πορεύϑητε πρὸς τὸν ϑεράποντά μου Ιωβ,
καὶ ποιήσει κάρπωσιν περὶ ὑμῶν·
Ιωβ δὲ ϑεράπων μου εὔξεται περὶ ὑμῶν,
ὅτι εἰ μὴ πρόσωπον αὐτοῦ λήμψομαι·S
εἰ μὴ γὰρ δι' αὐτόν, ἀπώλεσα ἂν ὑμᾶς·
οὐ γὰρ ἐλαλήσατε ἀληϑὲς κατὰ τοῦ ϑεράποντός μου Ιωβ.
Verse: 9 
ἐπορεύϑη δὲ Ελιϕας Θαιμανίτης καὶ Βαλδαδ Σαυχίτης // καὶ Σωϕαρ Μιναῖος
καὶ ἐποίησαν καϑὼς συνέταξεν αὐτοῖς κύριος,
καὶ ἔλυσεν τὴν ἁμαρτίαν αὐτοῖς διὰ Ιωβ.
Verse: 10 
δὲ κύριος ηὔξησεν τὸν Ιωβ·
εὐξαμένου δὲ αὐτοῦ καὶ περὶ τῶν ϕίλων αὐτοῦ ἀϕῆκεν αὐτοῖς // τὴν ἁμαρτίαν·
ἔδωκεν δὲ κύριος διπλᾶ ὅσα ἦν ἔμπροσϑεν Ιωβ εἰς διπλασιασμόν.
Verse: 11 
ἤκουσαν δὲ πάντες οἱ ἀδελϕοὶ αὐτοῦ καὶ αἱ ἀδελϕαὶ αὐτοῦ
πάντα τὰ συμβεβηκότα αὐτῷ
καὶ ἦλϑον πρὸς αὐτὸν
καὶ πάντες ὅσοι ᾔδεισαν αὐτὸν ἐκ πρώτου·
ϕαγόντες δὲ καὶ πιόντες παρ' αὐτῷ παρεκάλεσαν αὐτόν,
καὶ ἐϑαύμασαν ἐπὶ πᾶσιν, οἷς ἐπήγαγεν αὐτῷ κύριος·
ἔδωκεν δὲ αὐτῷ ἕκαστος ἀμνάδα μίαν καὶ τετράδραχμον χρυσοῦν // ἄσημον.
Verse: 12 
δὲ κύριος εὐλόγησεν τὰ ἔσχατα Ιωβ τὰ ἔμπροσϑεν·
ἦν δὲ τὰ κτήνη αὐτοῦ πρόβατα μύρια τετρακισχίλια,
κάμηλοι ἑξακισχίλιαι,
ζεύγη βοῶν χίλια,
ὄνοι ϑήλειαι νομάδες χίλιαι.
Verse: 13 
γεννῶνται δὲ αὐτῷ υἱοὶ ἑπτὰ καὶ ϑυγατέρες τρεῖς·
Verse: 14 
καὶ ἐκάλεσεν τὴν μὲν πρώτην ῾Ημέραν,
τὴν δὲ δευτέραν Κασίαν,
τὴν δὲ τρίτην ᾽Αμαλϑείας κέρας·
Verse: 15 
καὶ οὐχ εὑρέϑησαν κατὰ τὰς ϑυγατέρας Ιωβ βελτίους αὐτῶν // ἐν τῇ ὑπ' οὐρανόν·
ἔδωκεν δὲ αὐταῖς πατὴρ κληρονομίαν ἐν τοῖς ἀδελϕοῖς.
Verse: 16 
ἔζησεν δὲ Ιωβ μετὰ τὴν πληγὴν ἔτη ἑκατὸν ἑβδομήκοντα,
τὰ δὲ πάντα ἔζησεν ἔτη διακόσια τεσσαράκοντα ὀκτώ·
καὶ εἶδεν Ιωβ τοὺς υἱοὺς αὐτοῦ καὶ τοὺς υἱοὺς τῶν υἱῶν // αὐτοῦ τετάρτην γενεάν·
Verse: 17 
καὶ ἐτελεύτησεν Ιωβ πρεσβύτερος καὶ πλήρης ἡμερῶν.S
Verse: 17a 
γέγραπται δὲ αὐτὸν πάλιν ἀναστήσεσϑαι μεϑ' ὧν κύριος // ἀνίστησιν.
Verse: 17b 
Οὗτος ἑρμηνεύεται ἐκ τῆς Συριακῆς βίβλου
ἐν μὲν γῇ κατοικῶν τῇ Αυσίτιδι ἐπὶ τοῖς ὁρίοις τῆς Ιδουμαίας // καὶ ᾽Αραβίας,
προϋπῆρχεν δὲ αὐτῷ ὄνομα Ιωβαβ·
Verse: 17c 
λαβὼν δὲ γυναῖκα ᾽Αράβισσαν γεννᾷ υἱόν, ὄνομα Εννων,
ἦν δὲ αὐτὸς πατρὸς μὲν Ζαρε, τῶν Ησαυ υἱῶν υἱός, μητρὸς // δὲ Βοσορρας,
ὥστε εἶναι αὐτὸν πέμπτον ἀπὸ Αβρααμ.
Verse: 17d 
καὶ οὗτοι οἱ βασιλεῖς οἱ βασιλεύσαντες ἐν Εδωμ, ἧς καὶ αὐτὸς // ἦρξεν χώρας·
πρῶτος Βαλακ τοῦ Βεωρ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Δενναβα·
μετὰ δὲ Βαλακ Ιωβαβ καλούμενος Ιωβ·
μετὰ δὲ τοῦτον Ασομ ὑπάρχων ἡγεμὼν ἐκ τῆς Θαιμανίτιδος // χώρας·
μετὰ δὲ τοῦτον Αδαδ υἱὸς Βαραδ ἐκκόψας Μαδιαμ ἐν τῷ // πεδίῳ Μωαβ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Γεϑϑαιμ.
Verse: 17e 
οἱ δὲ ἐλϑόντες πρὸς αὐτὸν ϕίλοι·
Ελιϕας τῶν Ησαυ υἱῶν Θαιμανων βασιλεύς,
Βαλδαδ Σαυχαίων τύραννος,
Σωϕαρ Μιναίων βασιλεύς. //




Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.