TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 925
Previous part

Chapter: 5 
Verse: 1    ᾽Ακούσατε ταῦτα, οἱ ἱερεῖς, καὶ προσέχετε, οἶκος Ισραηλ, καὶ οἶκος τοῦ βασιλέως, ἐνωτίζεσϑε, διότι πρὸς ὑμᾶς ἐστιν τὸ κρίμα, ὅτι παγὶς ἐγενήϑητε τῇ σκοπιᾷ καὶ ὡς δίκτυον ἐκτεταμένον ἐπὶ τὸ ᾽Ιταβύριον,
Verse: 2    
οἱ ἀγρεύοντες τὴν ϑήραν κατέπηξαν. ἐγὼ δὲ παιδευτὴς ὑμῶν·
Verse: 3    
ἐγὼ ἔγνων τὸν Εϕραιμ, καὶ Ισραηλ οὐκ ἄπεστιν ἀπ' ἐμοῦ, διότι νῦν ἐξεπόρνευσεν Εϕραιμ, ἐμιάνϑη Ισραηλ·
Verse: 4    
οὐκ ἔδωκαν τὰ διαβούλια αὐτῶν τοῦ ἐπιστρέψαι πρὸς τὸν ϑεὸν αὐτῶν, ὅτι πνεῦμα πορνείας ἐν αὐτοῖς ἐστιν, τὸν δὲ κύριον οὐκ ἐπέγνωσαν.
Verse: 5    
καὶ ταπεινωϑήσεται ὕβρις τοῦ Ισραηλ εἰς πρόσωπον αὐτοῦ, καὶ Ισραηλ καὶ Εϕραιμ ἀσϑενήσουσιν ἐν ταῖς ἀδικίαις αὐτῶν, καὶ ἀσϑενήσει καὶ Ιουδας μετ' αὐτῶν.
Verse: 6    
μετὰ προβάτων καὶ μόσχων πορεύσονται τοῦ ἐκζητῆσαι τὸν κύριον καὶ οὐ μὴ εὕρωσιν αὐτόν, ὅτι ἐξέκλινεν ἀπ' αὐτῶν,
Verse: 7    
ὅτι τὸν κύριον ἐγκατέλιπον, ὅτι τέκνα ἀλλότρια ἐγεννήϑησαν αὐτοῖς· νῦν καταϕάγεται αὐτοὺς ἐρυσίβη καὶ τοὺς κλήρους αὐτῶν.
Verse: 8    
Σαλπίσατε σάλπιγγι ἐπὶ τοὺς βουνούς, ἠχήσατε ἐπὶ τῶν ὑψηλῶν, κηρύξατε ἐν τῷ οἴκῳ Ων· ἐξέστη Βενιαμιν,
Verse: 9    
Εϕραιμ εἰς ἀϕανισμὸν ἐγένετο ἐν ἡμέραις ἐλέγχου· ἐν ταῖς ϕυλαῖς τοῦ Ισραηλ ἔδειξα πιστά.
Verse: 10    
ἐγένοντο οἱ ἄρχοντες Ιουδα ὡς μετατιϑέντες ὅρια, ἐπ' αὐτοὺς ἐκχεῶ ὡς ὕδωρ τὸ ὅρμημά μου.
Verse: 11    
κατεδυνάστευσεν Εϕραιμ τὸν ἀντίδικον αὐτοῦ, κατεπάτησεν κρίμα, ὅτι ἤρξατο πορεύεσϑαι ὀπίσω τῶν ματαίων.
Verse: 12    
καὶ ἐγὼ ὡς ταραχὴ τῷ Εϕραιμ καὶ ὡς κέντρον τῷ οἴκῳ Ιουδα.
Verse: 13    
καὶ εἶδεν Εϕραιμ τὴν νόσον αὐτοῦ καὶ Ιουδας τὴν ὀδύνην αὐτοῦ, καὶ ἐπορεύϑη Εϕραιμ πρὸς Ασσυρίους καὶ ἀπέστειλεν πρέσβεις πρὸς βασιλέα Ιαριμ· καὶ αὐτὸς οὐκ ἠδυνάσϑη ἰάσασϑαι ὑμᾶς, καὶ οὐ μὴ διαπαύσῃ ἐξ ὑμῶν ὀδύνη.
Verse: 14    
διότι ἐγώ εἰμι ὡς πανϑὴρ τῷ Εϕραιμ καὶ ὡς λέων τῷ οἴκῳ Ιουδα· καὶ ἐγὼ ἁρπῶμαι καὶ πορεύσομαι καὶ λήμψομαι, καὶ οὐκ ἔσται ἐξαιρούμενος.
Verse: 15    
πορεύσομαι καὶ ἐπιστρέψω εἰς τὸν τόπον μου, ἕως οὗ ἀϕανισϑῶσιν· καὶ ἐπιζητήσουσιν τὸ πρόσωπόν μου, ἐν ϑλίψει αὐτῶν ὀρϑριοῦσι πρός με λέγοντες

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.