TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 926
Previous part

Chapter: 6 
Verse: 1    Πορευθῶμεν καὶ ἐπιστρέψωμεν πρὸς κύριον τὸν θεὸν ἡμῶν, ὅτι αὐτὸς ἥρπακεν καὶ ἰάσεται ἡμᾶς, πατάξει καὶ μοτώσει ἡμᾶς·
Verse: 2    
ὑγιάσει ἡμᾶς μετὰ δύο ἡμέρας, ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστησόμεθα καὶ ζησόμεθα ἐνώπιον αὐτοῦ·
Verse: 3    
καὶ γνωσόμεθα διώξομεν τοῦ γνῶναι τὸν κύριον, ὡς ὄρθρον ἕτοιμον εὑρήσομεν αὐτόν, καὶ ἥξει ὡς ὑετὸς ἡμῖν πρόιμος καὶ ὄψιμος τῇ γῇ.
Verse: 4    
τί σοι ποιήσω, Εϕραιμ; τί σοι ποιήσω, Ιουδα; τὸ δὲ ἔλεος ὑμῶν ὡς νεϕέλη πρωινὴ καὶ ὡς δρόσος ὀρθρινὴ πορευομένη.
Verse: 5    
Διὰ τοῦτο ἀπεθέρισα τοὺς προϕήτας ὑμῶν, ἀπέκτεινα αὐτοὺς ἐν ῥήμασιν στόματός μου, καὶ τὸ κρίμα μου ὡς ϕῶς ἐξελεύσεται.
Verse: 6    
διότι ἔλεος θέλω καὶ οὐ θυσίαν καὶ ἐπίγνωσιν θεοῦ ὁλοκαυτώματα.
Verse: 7    
αὐτοὶ δέ εἰσιν ὡς ἄνθρωπος παραβαίνων διαθήκην· ἐκεῖ κατεϕρόνησέν μου.
Verse: 8    
Γαλααδ πόλις ἐργαζομένη μάταια ταράσσουσα ὕδωρ,
Verse: 9    
καὶ ἰσχύς σου ἀνδρὸς πειρατοῦ· ἔκρυψαν ἱερεῖς ὁδὸν κυρίου, ἐϕόνευσαν Σικιμα, ὅτι ἀνομίαν ἐποίησαν.
Verse: 10    
ἐν τῷ οἴκῳ Ισραηλ εἶδον ϕρικώδη, ἐκεῖ πορνείαν τοῦ Εϕραιμ· ἐμιάνθη Ισραηλ καὶ Ιουδα.
Verse: 11    
῎Αρχου τρυγᾶν σεαυτῷ ἐν τῷ ἐπιστρέϕειν με τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου,

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.