TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 925
Previous part

Chapter: 5 
Verse: 1    ᾽Ακούσατε ταῦτα, οἱ ἱερεῖς, καὶ προσέχετε, οἶκος Ισραηλ, καὶ οἶκος τοῦ βασιλέως, ἐνωτίζεσθε, διότι πρὸς ὑμᾶς ἐστιν τὸ κρίμα, ὅτι παγὶς ἐγενήθητε τῇ σκοπιᾷ καὶ ὡς δίκτυον ἐκτεταμένον ἐπὶ τὸ ᾽Ιταβύριον,
Verse: 2    
οἱ ἀγρεύοντες τὴν θήραν κατέπηξαν. ἐγὼ δὲ παιδευτὴς ὑμῶν·
Verse: 3    
ἐγὼ ἔγνων τὸν Εϕραιμ, καὶ Ισραηλ οὐκ ἄπεστιν ἀπ' ἐμοῦ, διότι νῦν ἐξεπόρνευσεν Εϕραιμ, ἐμιάνθη Ισραηλ·
Verse: 4    
οὐκ ἔδωκαν τὰ διαβούλια αὐτῶν τοῦ ἐπιστρέψαι πρὸς τὸν θεὸν αὐτῶν, ὅτι πνεῦμα πορνείας ἐν αὐτοῖς ἐστιν, τὸν δὲ κύριον οὐκ ἐπέγνωσαν.
Verse: 5    
καὶ ταπεινωθήσεται ὕβρις τοῦ Ισραηλ εἰς πρόσωπον αὐτοῦ, καὶ Ισραηλ καὶ Εϕραιμ ἀσθενήσουσιν ἐν ταῖς ἀδικίαις αὐτῶν, καὶ ἀσθενήσει καὶ Ιουδας μετ' αὐτῶν.
Verse: 6    
μετὰ προβάτων καὶ μόσχων πορεύσονται τοῦ ἐκζητῆσαι τὸν κύριον καὶ οὐ μὴ εὕρωσιν αὐτόν, ὅτι ἐξέκλινεν ἀπ' αὐτῶν,
Verse: 7    
ὅτι τὸν κύριον ἐγκατέλιπον, ὅτι τέκνα ἀλλότρια ἐγεννήθησαν αὐτοῖς· νῦν καταϕάγεται αὐτοὺς ἐρυσίβη καὶ τοὺς κλήρους αὐτῶν.
Verse: 8    
Σαλπίσατε σάλπιγγι ἐπὶ τοὺς βουνούς, ἠχήσατε ἐπὶ τῶν ὑψηλῶν, κηρύξατε ἐν τῷ οἴκῳ Ων· ἐξέστη Βενιαμιν,
Verse: 9    
Εϕραιμ εἰς ἀϕανισμὸν ἐγένετο ἐν ἡμέραις ἐλέγχου· ἐν ταῖς ϕυλαῖς τοῦ Ισραηλ ἔδειξα πιστά.
Verse: 10    
ἐγένοντο οἱ ἄρχοντες Ιουδα ὡς μετατιθέντες ὅρια, ἐπ' αὐτοὺς ἐκχεῶ ὡς ὕδωρ τὸ ὅρμημά μου.
Verse: 11    
κατεδυνάστευσεν Εϕραιμ τὸν ἀντίδικον αὐτοῦ, κατεπάτησεν κρίμα, ὅτι ἤρξατο πορεύεσθαι ὀπίσω τῶν ματαίων.
Verse: 12    
καὶ ἐγὼ ὡς ταραχὴ τῷ Εϕραιμ καὶ ὡς κέντρον τῷ οἴκῳ Ιουδα.
Verse: 13    
καὶ εἶδεν Εϕραιμ τὴν νόσον αὐτοῦ καὶ Ιουδας τὴν ὀδύνην αὐτοῦ, καὶ ἐπορεύθη Εϕραιμ πρὸς Ασσυρίους καὶ ἀπέστειλεν πρέσβεις πρὸς βασιλέα Ιαριμ· καὶ αὐτὸς οὐκ ἠδυνάσθη ἰάσασθαι ὑμᾶς, καὶ οὐ μὴ διαπαύσῃ ἐξ ὑμῶν ὀδύνη.
Verse: 14    
διότι ἐγώ εἰμι ὡς πανθὴρ τῷ Εϕραιμ καὶ ὡς λέων τῷ οἴκῳ Ιουδα· καὶ ἐγὼ ἁρπῶμαι καὶ πορεύσομαι καὶ λήμψομαι, καὶ οὐκ ἔσται ἐξαιρούμενος.
Verse: 15    
πορεύσομαι καὶ ἐπιστρέψω εἰς τὸν τόπον μου, ἕως οὗ ἀϕανισθῶσιν· καὶ ἐπιζητήσουσιν τὸ πρόσωπόν μου, ἐν θλίψει αὐτῶν ὀρθριοῦσι πρός με λέγοντες

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.