TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 926
Previous part

Chapter: 6 
Verse: 1    Πορευϑῶμεν καὶ ἐπιστρέψωμεν πρὸς κύριον τὸν ϑεὸν ἡμῶν, ὅτι αὐτὸς ἥρπακεν καὶ ἰάσεται ἡμᾶς, πατάξει καὶ μοτώσει ἡμᾶς·
Verse: 2    
ὑγιάσει ἡμᾶς μετὰ δύο ἡμέρας, ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστησόμεϑα καὶ ζησόμεϑα ἐνώπιον αὐτοῦ·
Verse: 3    
καὶ γνωσόμεϑα διώξομεν τοῦ γνῶναι τὸν κύριον, ὡς ὄρϑρον ἕτοιμον εὑρήσομεν αὐτόν, καὶ ἥξει ὡς ὑετὸς ἡμῖν πρόιμος καὶ ὄψιμος τῇ γῇ.
Verse: 4    
τί σοι ποιήσω, Εϕραιμ; τί σοι ποιήσω, Ιουδα; τὸ δὲ ἔλεος ὑμῶν ὡς νεϕέλη πρωινὴ καὶ ὡς δρόσος ὀρϑρινὴ πορευομένη.
Verse: 5    
Διὰ τοῦτο ἀπεϑέρισα τοὺς προϕήτας ὑμῶν, ἀπέκτεινα αὐτοὺς ἐν ῥήμασιν στόματός μου, καὶ τὸ κρίμα μου ὡς ϕῶς ἐξελεύσεται.
Verse: 6    
διότι ἔλεος ϑέλω καὶ οὐ ϑυσίαν καὶ ἐπίγνωσιν ϑεοῦ ὁλοκαυτώματα.
Verse: 7    
αὐτοὶ δέ εἰσιν ὡς ἄνϑρωπος παραβαίνων διαϑήκην· ἐκεῖ κατεϕρόνησέν μου.
Verse: 8    
Γαλααδ πόλις ἐργαζομένη μάταια ταράσσουσα ὕδωρ,
Verse: 9    
καὶ ἰσχύς σου ἀνδρὸς πειρατοῦ· ἔκρυψαν ἱερεῖς ὁδὸν κυρίου, ἐϕόνευσαν Σικιμα, ὅτι ἀνομίαν ἐποίησαν.
Verse: 10    
ἐν τῷ οἴκῳ Ισραηλ εἶδον ϕρικώδη, ἐκεῖ πορνείαν τοῦ Εϕραιμ· ἐμιάνϑη Ισραηλ καὶ Ιουδα.
Verse: 11    
῎Αρχου τρυγᾶν σεαυτῷ ἐν τῷ ἐπιστρέϕειν με τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου,

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.