TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1006
Previous part

Chapter: 19 
Verse: 1    ῞Ορασις Αἰγύπτου. ᾽Ιδοὺ κύριος κάϑηται ἐπὶ νεϕέλης κούϕης καὶ ἥξει εἰς Αἴγυπτον, καὶ σεισϑήσεται τὰ χειροποίητα Αἰγύπτου ἀπὸ προσώπου αὐτοῦ, καὶ καρδία αὐτῶν ἡττηϑήσεται ἐν αὐτοῖς.
Verse: 2    
καὶ ἐπεγερϑήσονται Αἰγύπτιοι ἐπ' Αἰγυπτίους, καὶ πολεμήσει ἄνϑρωπος τὸν ἀδελϕὸν αὐτοῦ καὶ ἄνϑρωπος τὸν πλησίον αὐτοῦ, πόλις ἐπὶ πόλιν καὶ νομὸς ἐπὶ νομόν.
Verse: 3    
καὶ ταραχϑήσεται τὸ πνεῦμα τῶν Αἰγυπτίων ἐν αὐτοῖς, καὶ τὴν βουλὴν αὐτῶν διασκεδάσω, καὶ ἐπερωτήσουσιν τοὺς ϑεοὺς αὐτῶν καὶ τὰ ἀγάλματα αὐτῶν καὶ τοὺς ἐκ τῆς γῆς ϕωνοῦντας καὶ τοὺς ἐγγαστριμύϑους.
Verse: 4    
καὶ παραδώσω Αἴγυπτον εἰς χεῖρας ἀνϑρώπων κυρίων σκληρῶν, καὶ βασιλεῖς σκληροὶ κυριεύσουσιν αὐτῶν· τάδε λέγει κύριος σαβαωϑ.
Verse: 5    
καὶ πίονται οἱ Αἰγύπτιοι ὕδωρ τὸ παρὰ ϑάλασσαν, δὲ ποταμὸς ἐκλείψει καὶ ξηρανϑήσεται·
Verse: 6    
καὶ ἐκλείψουσιν οἱ ποταμοὶ καὶ αἱ διώρυγες τοῦ ποταμοῦ, καὶ ξηρανϑήσεται πᾶσα συναγωγὴ ὕδατος καὶ ἐν παντὶ ἕλει καλάμου καὶ παπύρου·
Verse: 7    
καὶ τὸ ἄχι τὸ χλωρὸν πᾶν τὸ κύκλῳ τοῦ ποταμοῦ καὶ πᾶν τὸ σπειρόμενον διὰ τοῦ ποταμοῦ ξηρανϑήσεται ἀνεμόϕϑορον.
Verse: 8    
καὶ στενάξουσιν οἱ ἁλεεῖς, καὶ στενάξουσιν πάντες οἱ βάλλοντες ἄγκιστρον εἰς τὸν ποταμόν, καὶ οἱ βάλλοντες σαγήνας καὶ οἱ ἀμϕιβολεῖς πενϑήσουσιν.
Verse: 9    
καὶ αἰσχύνη λήμψεται τοὺς ἐργαζομένους τὸ λίνον τὸ σχιστὸν καὶ τοὺς ἐργαζομένους τὴν βύσσον,
Verse: 10    
καὶ ἔσονται οἱ διαζόμενοι αὐτὰ ἐν ὀδύνῃ, καὶ πάντες οἱ τὸν ζῦϑον ποιοῦντες λυπηϑήσονται καὶ τὰς ψυχὰς πονέσουσιν.
Verse: 11    
καὶ μωροὶ ἔσονται οἱ ἄρχοντες Τάνεως· οἱ σοϕοὶ σύμβουλοι τοῦ βασιλέως, βουλὴ αὐτῶν μωρανϑήσεται. πῶς ἐρεῖτε τῷ βασιλεῖ Υἱοὶ συνετῶν ἡμεῖς, υἱοὶ βασιλέων τῶν ἐξ ἀρχῆς;
Verse: 12    
ποῦ εἰσιν νῦν οἱ σοϕοί σου; καὶ ἀναγγειλάτωσάν σοι καὶ εἰπάτωσαν τί βεβούλευται κύριος σαβαωϑ ἐπ' Αἴγυπτον.
Verse: 13    
ἐξέλιπον οἱ ἄρχοντες Τάνεως, καὶ ὑψώϑησαν οἱ ἄρχοντες Μέμϕεως, καὶ πλανήσουσιν Αἴγυπτον κατὰ ϕυλάς.
Verse: 14    
κύριος γὰρ ἐκέρασεν αὐτοῖς πνεῦμα πλανήσεως, καὶ ἐπλάνησαν Αἴγυπτον ἐν πᾶσι τοῖς ἔργοις αὐτῶν, ὡς πλανᾶται μεϑύων καὶ ἐμῶν ἅμα.
Verse: 15    
καὶ οὐκ ἔσται τοῖς Αἰγυπτίοις ἔργον, ποιήσει κεϕαλὴν καὶ οὐράν, ἀρχὴν καὶ τέλος.
Verse: 16    
Τῇ δὲ ἡμέρᾳ ἐκείνῃ ἔσονται οἱ Αἰγύπτιοι ὡς γυναῖκες ἐν ϕόβῳ καὶ ἐν τρόμῳ ἀπὸ προσώπου τῆς χειρὸς κυρίου σαβαωϑ, ἣν αὐτὸς ἐπιβαλεῖ αὐτοῖς.
Verse: 17    
καὶ ἔσται χώρα τῶν Ιουδαίων τοῖς Αἰγυπτίοις εἰς ϕόβητρον· πᾶς, ὃς ἐὰν ὀνομάσῃ αὐτὴν αὐτοῖς, ϕοβηϑήσονται διὰ τὴν βουλήν, ἣν βεβούλευται κύριος ἐπ' αὐτήν.
Verse: 18    
τῇ ἡμέρᾳ ἐκείνῃ ἔσονται πέντε πόλεις ἐν Αἰγύπτῳ λαλοῦσαι τῇ γλώσσῃ τῇ Χανανίτιδι καὶ ὀμνύουσαι τῷ ὀνόματι κυρίου· Πόλις ασεδεκ κληϑήσεται μία πόλις.
Verse: 19    
τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται ϑυσιαστήριον τῷ κυρίῳ ἐν χώρᾳ Αἰγυπτίων καὶ στήλη πρὸς τὸ ὅριον αὐτῆς τῷ κυρίῳ
Verse: 20    
καὶ ἔσται εἰς σημεῖον εἰς τὸν αἰῶνα κυρίῳ ἐν χώρᾳ Αἰγύπτου, ὅτι κεκράξονται πρὸς κύριον διὰ τοὺς ϑλίβοντας αὐτούς, καὶ ἀποστελεῖ αὐτοῖς κύριος ἄνϑρωπον, ὃς σώσει αὐτούς, κρίνων σώσει αὐτούς.
Verse: 21    
καὶ γνωστὸς ἔσται κύριος τοῖς Αἰγυπτίοις, καὶ γνώσονται οἱ Αἰγύπτιοι τὸν κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ποιήσουσιν ϑυσίας καὶ εὔξονται εὐχὰς τῷ κυρίῳ καὶ ἀποδώσουσιν.
Verse: 22    
καὶ πατάξει κύριος τοὺς Αἰγυπτίους πληγῇ μεγάλῃ καὶ ἰάσεται αὐτοὺς ἰάσει, καὶ ἐπιστραϕήσονται πρὸς κύριον, καὶ εἰσακούσεται αὐτῶν καὶ ἰάσεται αὐτούς.
Verse: 23    
τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται ὁδὸς Αἰγύπτου πρὸς ᾽Ασσυρίους, καὶ εἰσελεύσονται ᾽Ασσύριοι εἰς Αἴγυπτον, καὶ Αἰγύπτιοι πορεύσονται πρὸς ᾽Ασσυρίους, καὶ δουλεύσουσιν οἱ Αἰγύπτιοι τοῖς ᾽Ασσυρίοις.
Verse: 24    
τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται Ισραηλ τρίτος ἐν τοῖς ᾽Ασσυρίοις καὶ ἐν τοῖς Αἰγυπτίοις εὐλογημένος ἐν τῇ γῇ,
Verse: 25    
ἣν εὐλόγησεν κύριος σαβαωϑ λέγων Εὐλογημένος λαός μου ἐν Αἰγύπτῳ καὶ ἐν ᾽Ασσυρίοις καὶ κληρονομία μου Ισραηλ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.