TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 989
Previous part

Chapter: 2 
Verse: 1    ῾Ο λόγος γενόμενος παρὰ κυρίου πρὸς Ησαιαν υἱὸν Αμως περὶ τῆς Ιουδαίας καὶ περὶ Ιερουσαλημ.
Verse: 2    
῞Οτι ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμϕανὲς τὸ ὄρος κυρίου καὶ οἶκος τοῦ ϑεοῦ ἐπ' ἄκρων τῶν ὀρέων καὶ ὑψωϑήσεται ὑπεράνω τῶν βουνῶν· καὶ ἥξουσιν ἐπ' αὐτὸ πάντα τὰ ἔϑνη,
Verse: 3    
καὶ πορεύσονται ἔϑνη πολλὰ καὶ ἐροῦσιν Δεῦτε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος κυρίου καὶ εἰς τὸν οἶκον τοῦ ϑεοῦ Ιακωβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεϑα ἐν αὐτῇ· ἐκ γὰρ Σιων ἐξελεύσεται νόμος καὶ λόγος κυρίου ἐξ Ιερουσαλημ.
Verse: 4    
καὶ κρινεῖ ἀνὰ μέσον τῶν ἐϑνῶν καὶ ἐλέγξει λαὸν πολύν, καὶ συγκόψουσιν τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα, καὶ οὐ λήμψεται ἔτι ἔϑνος ἐπ' ἔϑνος μάχαιραν, καὶ οὐ μὴ μάϑωσιν ἔτι πολεμεῖν.
Verse: 5    
Καὶ νῦν, οἶκος τοῦ Ιακωβ, δεῦτε πορευϑῶμεν τῷ ϕωτὶ κυρίου.
Verse: 6    
ἀνῆκεν γὰρ τὸν λαὸν αὐτοῦ τὸν οἶκον τοῦ Ισραηλ, ὅτι ἐνεπλήσϑη ὡς τὸ ἀπ' ἀρχῆς χώρα αὐτῶν κληδονισμῶν ὡς τῶν ἀλλοϕύλων, καὶ τέκνα πολλὰ ἀλλόϕυλα ἐγενήϑη αὐτοῖς.
Verse: 7    
ἐνεπλήσϑη γὰρ χώρα αὐτῶν ἀργυρίου καὶ χρυσίου, καὶ οὐκ ἦν ἀριϑμὸς τῶν ϑησαυρῶν αὐτῶν· καὶ ἐνεπλήσϑη γῆ ἵππων, καὶ οὐκ ἦν ἀριϑμὸς τῶν ἁρμάτων αὐτῶν·
Verse: 8    
καὶ ἐνεπλήσϑη γῆ βδελυγμάτων τῶν ἔργων τῶν χειρῶν αὐτῶν, καὶ προσεκύνησαν οἷς ἐποίησαν οἱ δάκτυλοι αὐτῶν·
Verse: 9    
καὶ ἔκυψεν ἄνϑρωπος, καὶ ἐταπεινώϑη ἀνήρ, καὶ οὐ μὴ ἀνήσω αὐτούς.
Verse: 10    
καὶ νῦν εἰσέλϑετε εἰς τὰς πέτρας καὶ κρύπτεσϑε εἰς τὴν γῆν ἀπὸ προσώπου τοῦ ϕόβου κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ ϑραῦσαι τὴν γῆν.
Verse: 11    
οἱ γὰρ ὀϕϑαλμοὶ κυρίου ὑψηλοί, δὲ ἄνϑρωπος ταπεινός· καὶ ταπεινωϑήσεται τὸ ὕψος τῶν ἀνϑρώπων, καὶ ὑψωϑήσεται κύριος μόνος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.
Verse: 12    
ἡμέρα γὰρ κυρίου σαβαωϑ ἐπὶ πάντα ὑβριστὴν καὶ ὑπερήϕανον καὶ ἐπὶ πάντα ὑψηλὸν καὶ μετέωρον, καὶ ταπεινωϑήσονται,
Verse: 13    
καὶ ἐπὶ πᾶσαν κέδρον τοῦ Λιβάνου τῶν ὑψηλῶν καὶ μετεώρων καὶ ἐπὶ πᾶν δένδρον βαλάνου Βασαν
Verse: 14    
καὶ ἐπὶ πᾶν ὄρος καὶ ἐπὶ πάντα βουνὸν ὑψηλὸν
Verse: 15    
καὶ ἐπὶ πάντα πύργον ὑψηλὸν καὶ ἐπὶ πᾶν τεῖχος ὑψηλὸν
Verse: 16    
καὶ ἐπὶ πᾶν πλοῖον ϑαλάσσης καὶ ἐπὶ πᾶσαν ϑέαν πλοίων κάλλους·
Verse: 17    
καὶ ταπεινωϑήσεται πᾶς ἄνϑρωπος, καὶ πεσεῖται ὕψος ἀνϑρώπων, καὶ ὑψωϑήσεται κύριος μόνος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.
Verse: 18    
καὶ τὰ χειροποίητα πάντα κατακρύψουσιν
Verse: 19    
εἰσενέγκαντες εἰς τὰ σπήλαια καὶ εἰς τὰς σχισμὰς τῶν πετρῶν καὶ εἰς τὰς τρώγλας τῆς γῆς ἀπὸ προσώπου τοῦ ϕόβου κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ ϑραῦσαι τὴν γῆν.
Verse: 20    
τῇ γὰρ ἡμέρᾳ ἐκείνῃ ἐκβαλεῖ ἄνϑρωπος τὰ βδελύγματα αὐτοῦ τὰ ἀργυρᾶ καὶ τὰ χρυσᾶ, ἐποίησαν προσκυνεῖν, τοῖς ματαίοις καὶ ταῖς νυκτερίσιν
Verse: 21    
τοῦ εἰσελϑεῖν εἰς τὰς τρώγλας τῆς στερεᾶς πέτρας καὶ εἰς τὰς σχισμὰς τῶν πετρῶν ἀπὸ προσώπου τοῦ ϕόβου κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ ϑραῦσαι τὴν γῆν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.