TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1015
Previous part

Chapter: 28 
Verse: 1    Οὐαὶ τῷ στεϕάνῳ τῆς ὕβρεως, οἱ μισϑωτοὶ Εϕραιμ· τὸ ἄνϑος τὸ ἐκπεσὸν ἐκ τῆς δόξης ἐπὶ τῆς κορυϕῆς τοῦ ὄρους τοῦ παχέος, οἱ μεϑύοντες ἄνευ οἴνου.
Verse: 2    
ἰδοὺ ἰσχυρὸν καὶ σκληρὸν ϑυμὸς κυρίου ὡς χάλαζα καταϕερομένη οὐκ ἔχουσα σκέπην, βίᾳ καταϕερομένη· ὡς ὕδατος πολὺ πλῆϑος σῦρον χώραν τῇ γῇ ποιήσει ἀνάπαυσιν ταῖς χερσίν.
Verse: 3    
καὶ τοῖς ποσὶν καταπατηϑήσεται στέϕανος τῆς ὕβρεως, οἱ μισϑωτοὶ τοῦ Εϕραιμ.
Verse: 4    
καὶ ἔσται τὸ ἄνϑος τὸ ἐκπεσὸν τῆς ἐλπίδος τῆς δόξης ἐπ' ἄκρου τοῦ ὄρους τοῦ ὑψηλοῦ ὡς πρόδρομος σύκου, ἰδὼν αὐτὸ πρὶν εἰς τὴν χεῖρα αὐτοῦ λαβεῖν ϑελήσει αὐτὸ καταπιεῖν.
Verse: 5    
τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται κύριος σαβαωϑ στέϕανος τῆς ἐλπίδος πλακεὶς τῆς δόξης τῷ καταλειϕϑέντι μου λαῷ·
Verse: 6    
καταλειϕϑήσονται ἐπὶ πνεύματι κρίσεως ἐπὶ κρίσιν καὶ ἰσχὺν κωλύων ἀνελεῖν.
Verse: 7    
οὗτοι γὰρ οἴνῳ πεπλανημένοι εἰσίν, ἐπλανήϑησαν διὰ τὸ σικερα· ἱερεὺς καὶ προϕήτης ἐξέστησαν διὰ τὸν οἶνον, ἐσείσϑησαν ἀπὸ τῆς μέϑης τοῦ σικερα, ἐπλανήϑησαν· τοῦτ' ἔστι ϕάσμα.
Verse: 8    
ἀρὰ ἔδεται ταύτην τὴν βουλήν· αὕτη γὰρ βουλὴ ἕνεκεν πλεονεξίας.
Verse: 9    
τίνι ἀνηγγείλαμεν κακὰ καὶ τίνι ἀνηγγείλαμεν ἀγγελίαν, οἱ ἀπογεγαλακτισμένοι ἀπὸ γάλακτος, οἱ ἀπεσπασμένοι ἀπὸ μαστοῦ;
Verse: 10    
ϑλῖψιν ἐπὶ ϑλῖψιν προσδέχου, ἐλπίδα ἐπ' ἐλπίδι, ἔτι μικρὸν ἔτι μικρὸν
Verse: 11    
διὰ ϕαυλισμὸν χειλέων διὰ γλώσσης ἑτέρας, ὅτι λαλήσουσιν τῷ λαῷ τούτῳ
Verse: 12    
λέγοντες αὐτῷ Τοῦτο τὸ ἀνάπαυμα τῷ πεινῶντι καὶ τοῦτο τὸ σύντριμμα, καὶ οὐκ ἠϑέλησαν ἀκούειν.
Verse: 13    
καὶ ἔσται αὐτοῖς τὸ λόγιον κυρίου τοῦ ϑεοῦ ϑλῖψις ἐπὶ ϑλῖψιν, ἐλπὶς ἐπ' ἐλπίδι, ἔτι μικρὸν ἔτι μικρόν, ἵνα πορευϑῶσιν καὶ πέσωσιν εἰς τὰ ὀπίσω καὶ κινδυνεύσουσιν καὶ συντριβήσονται καὶ ἁλώσονται.
Verse: 14    
διὰ τοῦτο ἀκούσατε λόγον κυρίου, ἄνδρες τεϑλιμμένοι καὶ ἄρχοντες τοῦ λαοῦ τούτου τοῦ ἐν Ιερουσαλημ
Verse: 15    
῞Οτι εἴπατε ᾽Εποιήσαμεν διαϑήκην μετὰ τοῦ ᾅδου καὶ μετὰ τοῦ ϑανάτου συνϑήκας, καταιγὶς ϕερομένη ἐὰν παρέλϑῃ οὐ μὴ ἔλϑῃ ἐϕ' ἡμᾶς, ἐϑήκαμεν ψεῦδος τὴν ἐλπίδα ἡμῶν καὶ τῷ ψεύδει σκεπασϑησόμεϑα,
Verse: 16    
διὰ τοῦτο οὕτως λέγει κύριος ᾽Ιδοὺ ἐγὼ ἐμβαλῶ εἰς τὰ ϑεμέλια Σιων λίϑον πολυτελῆ ἐκλεκτὸν ἀκρογωνιαῖον ἔντιμον εἰς τὰ ϑεμέλια αὐτῆς, καὶ πιστεύων ἐπ' αὐτῷ οὐ μὴ καταισχυνϑῇ.
Verse: 17    
καὶ ϑήσω κρίσιν εἰς ἐλπίδα, δὲ ἐλεημοσύνη μου εἰς σταϑμούς, καὶ οἱ πεποιϑότες μάτην ψεύδει· ὅτι οὐ μὴ παρέλϑῃ ὑμᾶς καταιγίς,
Verse: 18    
μὴ καὶ ἀϕέλῃ ὑμῶν τὴν διαϑήκην τοῦ ϑανάτου, καὶ ἐλπὶς ὑμῶν πρὸς τὸν ᾅδην οὐ μὴ ἐμμείνῃ· καταιγὶς ϕερομένη ἐὰν ἐπέλϑῃ, ἔσεσϑε αὐτῇ εἰς καταπάτημα.
Verse: 19    
ὅταν παρέλϑῃ, λήμψεται ὑμᾶς· πρωὶ πρωὶ παρελεύσεται ἡμέρας, καὶ ἐν νυκτὶ ἔσται ἐλπὶς πονηρά· μάϑετε ἀκούειν.
Verse: 20    
στενοχωρούμενοι οὐ δυνάμεϑα μάχεσϑαι, αὐτοὶ δὲ ἀσϑενοῦμεν τοῦ ἡμᾶς συναχϑῆναι.
Verse: 21    
ὥσπερ ὄρος ἀσεβῶν ἀναστήσεται καὶ ἔσται ἐν τῇ ϕάραγγι Γαβαων· μετὰ ϑυμοῦ ποιήσει τὰ ἔργα αὐτοῦ, πικρίας ἔργον· δὲ ϑυμὸς αὐτοῦ ἀλλοτρίως χρήσεται, καὶ πικρία αὐτοῦ ἀλλοτρία.
Verse: 22    
καὶ ὑμεῖς μὴ εὐϕρανϑείητε, μηδὲ ἰσχυσάτωσαν ὑμῶν οἱ δεσμοί· διότι συντετελεσμένα καὶ συντετμημένα πράγματα ἤκουσα παρὰ κυρίου σαβαωϑ, ποιήσει ἐπὶ πᾶσαν τὴν γῆν.
Verse: 23    
᾽Ενωτίζεσϑε καὶ ἀκούετε τῆς ϕωνῆς μου, προσέχετε καὶ ἀκούετε τοὺς λόγους μου.
Verse: 24    
μὴ ὅλην τὴν ἡμέραν μέλλει ἀροτριῶν ἀροτριᾶν; σπόρον προετοιμάσει πρὶν ἐργάσασϑαι τὴν γῆν;
Verse: 25    
οὐχ ὅταν ὁμαλίσῃ αὐτῆς τὸ πρόσωπον, τότε σπείρει μικρὸν μελάνϑιον καὶ κύμινον καὶ πάλιν σπείρει πυρὸν καὶ κριϑὴν καὶ ζέαν ἐν τοῖς ὁρίοις σου;
Verse: 26    
καὶ παιδευϑήσῃ κρίματι ϑεοῦ σου καὶ εὐϕρανϑήσῃ.
Verse: 27    
οὐ γὰρ μετὰ σκληρότητος καϑαίρεται τὸ μελάνϑιον, οὐδὲ τροχὸς ἁμάξης περιάξει ἐπὶ τὸ κύμινον, ἀλλὰ ῥάβδῳ ἐκτινάσσεται τὸ μελάνϑιον, τὸ δὲ κύμινον
Verse: 28    
μετὰ ἄρτου βρωϑήσεται. οὐ γὰρ εἰς τὸν αἰῶνα ἐγὼ ὑμῖν ὀργισϑήσομαι, οὐδὲ ϕωνὴ τῆς πικρίας μου καταπατήσει ὑμᾶς.
Verse: 29    
καὶ ταῦτα παρὰ κυρίου σαβαωϑ ἐξῆλϑεν τὰ τέρατα· βουλεύσασϑε, ὑψώσατε ματαίαν παράκλησιν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.