TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1016
Previous part

Chapter: 29 
Verse: 1    Οὐαὶ πόλις Αριηλ, ἣν Δαυιδ ἐπολέμησεν· συναγάγετε γενήματα ἐνιαυτὸν ἐπ' ἐνιαυτόν, ϕάγεσθε γὰρ σὺν Μωαβ.
Verse: 2    
ἐκθλίψω γὰρ Αριηλ, καὶ ἔσται αὐτῆς ἰσχὺς καὶ τὸ πλοῦτος ἐμοί.
Verse: 3    
καὶ κυκλώσω ὡς Δαυιδ ἐπὶ σὲ καὶ βαλῶ περὶ σὲ χάρακα καὶ θήσω περὶ σὲ πύργους,
Verse: 4    
καὶ ταπεινωθήσονται οἱ λόγοι σου εἰς τὴν γῆν, καὶ εἰς τὴν γῆν οἱ λόγοι σου δύσονται· καὶ ἔσται ὡς οἱ ϕωνοῦντες ἐκ τῆς γῆς ϕωνή σου, καὶ πρὸς τὸ ἔδαϕος ϕωνή σου ἀσθενήσει.
Verse: 5    
καὶ ἔσται ὡς κονιορτὸς ἀπὸ τροχοῦ πλοῦτος τῶν ἀσεβῶν καὶ ὡς χνοῦς ϕερόμενος, καὶ ἔσται ὡς στιγμὴ παραχρῆμα
Verse: 6    
παρὰ κυρίου σαβαωθ· ἐπισκοπὴ γὰρ ἔσται μετὰ βροντῆς καὶ σεισμοῦ καὶ ϕωνῆς μεγάλης, καταιγὶς ϕερομένη καὶ ϕλὸξ πυρὸς κατεσθίουσα.
Verse: 7    
καὶ ἔσται ὡς ἐνυπνιαζόμενος ἐν ὕπνῳ πλοῦτος τῶν ἐθνῶν πάντων, ὅσοι ἐπεστράτευσαν ἐπὶ Αριηλ, καὶ πάντες οἱ στρατευσάμενοι ἐπὶ Ιερουσαλημ καὶ πάντες οἱ συνηγμένοι ἐπ' αὐτὴν καὶ θλίβοντες αὐτήν.
Verse: 8    
καὶ ἔσονται ὡς οἱ ἐν ὕπνῳ πίνοντες καὶ ἔσθοντες, καὶ ἐξαναστάντων μάταιον αὐτῶν τὸ ἐνύπνιον, καὶ ὃν τρόπον ἐνυπνιάζεται διψῶν ὡς πίνων καὶ ἐξαναστὰς ἔτι διψᾷ, δὲ ψυχὴ αὐτοῦ εἰς κενὸν ἤλπισεν, οὕτως ἔσται πλοῦτος πάντων τῶν ἐθνῶν, ὅσοι ἐπεστράτευσαν ἐπὶ τὸ ὄρος Σιων.
Verse: 9    
ἐκλύθητε καὶ ἔκστητε καὶ κραιπαλήσατε οὐκ ἀπὸ σικερα οὐδὲ ἀπὸ οἴνου·
Verse: 10    
ὅτι πεπότικεν ὑμᾶς κύριος πνεύματι κατανύξεως καὶ καμμύσει τοὺς ὀϕθαλμοὺς αὐτῶν καὶ τῶν προϕητῶν αὐτῶν καὶ τῶν ἀρχόντων αὐτῶν, οἱ ὁρῶντες τὰ κρυπτά.
Verse: 11    
καὶ ἔσονται ὑμῖν πάντα τὰ ῥήματα ταῦτα ὡς οἱ λόγοι τοῦ βιβλίου τοῦ ἐσϕραγισμένου τούτου, ἐὰν δῶσιν αὐτὸ ἀνθρώπῳ ἐπισταμένῳ γράμματα λέγοντες ᾽Ανάγνωθι ταῦτα· καὶ ἐρεῖ Οὐ δύναμαι ἀναγνῶναι, ἐσϕράγισται γάρ.
Verse: 12    
καὶ δοθήσεται τὸ βιβλίον τοῦτο εἰς χεῖρας ἀνθρώπου μὴ ἐπισταμένου γράμματα, καὶ ἐρεῖ αὐτῷ ᾽Ανάγνωθι τοῦτο· καὶ ἐρεῖ Οὐκ ἐπίσταμαι γράμματα.
Verse: 13    
Καὶ εἶπεν κύριος ᾽Εγγίζει μοι λαὸς οὗτος τοῖς χείλεσιν αὐτῶν τιμῶσίν με, δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ' ἐμοῦ, μάτην δὲ σέβονταί με διδάσκοντες ἐντάλματα ἀνθρώπων καὶ διδασκαλίας.
Verse: 14    
διὰ τοῦτο ἰδοὺ ἐγὼ προσθήσω τοῦ μεταθεῖναι τὸν λαὸν τοῦτον καὶ μεταθήσω αὐτοὺς καὶ ἀπολῶ τὴν σοϕίαν τῶν σοϕῶν καὶ τὴν σύνεσιν τῶν συνετῶν κρύψω.
Verse: 15    
οὐαὶ οἱ βαθέως βουλὴν ποιοῦντες καὶ οὐ διὰ κυρίου· οὐαὶ οἱ ἐν κρυϕῇ βουλὴν ποιοῦντες καὶ ἔσται ἐν σκότει τὰ ἔργα αὐτῶν καὶ ἐροῦσιν Τίς ἡμᾶς ἑώρακεν καὶ τίς ἡμᾶς γνώσεται ἡμεῖς ποιοῦμεν;
Verse: 16    
οὐχ ὡς πηλὸς τοῦ κεραμέως λογισθήσεσθε; μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι Οὐ σύ με ἔπλασας; τὸ ποίημα τῷ ποιήσαντι Οὐ συνετῶς με ἐποίησας;
Verse: 17    
οὐκέτι μικρὸν καὶ μετατεθήσεται Λίβανος ὡς τὸ ὄρος τὸ Χερμελ καὶ τὸ ὄρος τὸ Χερμελ εἰς δρυμὸν λογισθήσεται;
Verse: 18    
καὶ ἀκούσονται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κωϕοὶ λόγους βιβλίου, καὶ οἱ ἐν τῷ σκότει καὶ οἱ ἐν τῇ ὁμίχλῃ ὀϕθαλμοὶ τυϕλῶν βλέψονται·
Verse: 19    
καὶ ἀγαλλιάσονται πτωχοὶ διὰ κύριον ἐν εὐϕροσύνῃ, καὶ οἱ ἀπηλπισμένοι τῶν ἀνθρώπων ἐμπλησθήσονται εὐϕροσύνης.
Verse: 20    
ἐξέλιπεν ἄνομος, καὶ ἀπώλετο ὑπερήϕανος, καὶ ἐξωλεθρεύθησαν οἱ ἀνομοῦντες ἐπὶ κακίᾳ
Verse: 21    
καὶ οἱ ποιοῦντες ἁμαρτεῖν ἀνθρώπους ἐν λόγῳ· πάντας δὲ τοὺς ἐλέγχοντας ἐν πύλαις πρόσκομμα θήσουσιν καὶ ἐπλαγίασαν ἐν ἀδίκοις δίκαιον.
Verse: 22    
διὰ τοῦτο τάδε λέγει κύριος ἐπὶ τὸν οἶκον Ιακωβ, ὃν ἀϕώρισεν ἐξ Αβρααμ Οὐ νῦν αἰσχυνθήσεται Ιακωβ οὐδὲ νῦν τὸ πρόσωπον μεταβαλεῖ Ισραηλ·
Verse: 23    
ἀλλ' ὅταν ἴδωσιν τὰ τέκνα αὐτῶν τὰ ἔργα μου, δι' ἐμὲ ἁγιάσουσιν τὸ ὄνομά μου καὶ ἁγιάσουσιν τὸν ἅγιον Ιακωβ καὶ τὸν θεὸν τοῦ Ισραηλ ϕοβηθήσονται.
Verse: 24    
καὶ γνώσονται οἱ τῷ πνεύματι πλανώμενοι σύνεσιν, οἱ δὲ γογγύζοντες μαθήσονται ὑπακούειν, καὶ αἱ γλώσσαι αἱ ψελλίζουσαι μαθήσονται λαλεῖν εἰρήνην.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.