TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1017
Chapter: 30
Verse: 1
Οὐαὶ
τέκνα
ἀποστάται
,
τάδε
λέγει
κύριος
,
ἐποιήσατε
βουλὴν
οὐ
δι
'
ἐμοῦ
καὶ
συνθήκας
οὐ
διὰ
τοῦ
πνεύματός
μου
προσθεῖναι
ἁμαρτίας
ἐϕ
'
ἁμαρτίαις
,
Verse: 2
οἱ
πορευόμενοι
καταβῆναι
εἰς
Αἴγυπτον
,
ἐμὲ
δὲ
οὐκ
ἐπηρώτησαν
,
τοῦ
βοηθηθῆναι
ὑπὸ
Φαραω
καὶ
σκεπασθῆναι
ὑπὸ
Αἰγυπτίων
.
Verse: 3
ἔσται
γὰρ
ὑμῖν
ἡ
σκέπη
Φαραω
εἰς
αἰσχύνην
καὶ
τοῖς
πεποιθόσιν
ἐπ
'
Αἴγυπτον
ὄνειδος
.
Verse: 4
ὅτι
εἰσὶν
ἐν
Τάνει
ἀρχηγοὶ
ἄγγελοι
πονηροί
·
μάτην
κοπιάσουσιν
Verse: 5
πρὸς
λαόν
,
ὃς
οὐκ
ὠϕελήσει
αὐτοὺς
οὔτε
εἰς
βοήθειαν
οὔτε
εἰς
ὠϕέλειαν
,
ἀλλὰ
εἰς
αἰσχύνην
καὶ
ὄνειδος
.
Verse: 6
῾Η
ὅρασις
τῶν
τετραπόδων
τῶν
ἐν
τῇ
ἐρήμῳ
.
᾽Εν
τῇ
θλίψει
καὶ
τῇ
στενοχωρίᾳ
,
λέων
καὶ
σκύμνος
λέοντος
ἐκεῖθεν
καὶ
ἀσπίδες
καὶ
ἔκγονα
ἀσπίδων
πετομένων
,
οἳ
ἔϕερον
ἐπ
'
ὄνων
καὶ
καμήλων
τὸν
πλοῦτον
αὐτῶν
πρὸς
ἔθνος
ὃ
οὐκ
ὠϕελήσει
αὐτοὺς
εἰς
βοήθειαν
,
ἀλλὰ
εἰς
αἰσχύνην
καὶ
ὄνειδος
.
Verse: 7
Αἰγύπτιοι
μάταια
καὶ
κενὰ
ὠϕελήσουσιν
ὑμᾶς
·
ἀπάγγειλον
αὐτοῖς
ὅτι
Ματαία
ἡ
παράκλησις
ὑμῶν
αὕτη
.
Verse: 8
Νῦν
οὖν
καθίσας
γράψον
ἐπὶ
πυξίου
ταῦτα
καὶ
εἰς
βιβλίον
,
ὅτι
ἔσται
εἰς
ἡμέρας
καιρῶν
ταῦτα
καὶ
ἕως
εἰς
τὸν
αἰῶνα
.
Verse: 9
ὅτι
λαὸς
ἀπειθής
ἐστιν
,
υἱοὶ
ψευδεῖς
,
οἳ
οὐκ
ἠβούλοντο
ἀκούειν
τὸν
νόμον
τοῦ
θεοῦ
,
Verse: 10
οἱ
λέγοντες
τοῖς
προϕήταις
Μὴ
ἀναγγέλλετε
ἡμῖν
,
καὶ
τοῖς
τὰ
ὁράματα
ὁρῶσιν
Μὴ
λαλεῖτε
ἡμῖν
,
ἀλλὰ
ἡμῖν
λαλεῖτε
καὶ
ἀναγγέλλετε
ἡμῖν
ἑτέραν
πλάνησιν
Verse: 11
καὶ
ἀποστρέψατε
ἡμᾶς
ἀπὸ
τῆς
ὁδοῦ
ταύτης
,
ἀϕέλετε
ἀϕ
'
ἡμῶν
τὸν
τρίβον
τοῦτον
καὶ
ἀϕέλετε
ἀϕ
'
ἡμῶν
τὸν
ἅγιον
τοῦ
Ισραηλ
.
Verse: 12
διὰ
τοῦτο
οὕτως
λέγει
κύριος
ὁ
ἅγιος
τοῦ
Ισραηλ
῞Οτι
ἠπειθήσατε
τοῖς
λόγοις
τούτοις
καὶ
ἠλπίσατε
ἐπὶ
ψεύδει
καὶ
ὅτι
ἐγόγγυσας
καὶ
πεποιθὼς
ἐγένου
ἐπὶ
τῷ
λόγῳ
τούτῳ
,
Verse: 13
διὰ
τοῦτο
ἔσται
ὑμῖν
ἡ
ἁμαρτία
αὕτη
ὡς
τεῖχος
πῖπτον
παραχρῆμα
πόλεως
ὀχυρᾶς
ἑαλωκυίας
,
ἧς
παραχρῆμα
πάρεστιν
τὸ
πτῶμα
,
Verse: 14
καὶ
τὸ
πτῶμα
αὐτῆς
ἔσται
ὡς
σύντριμμα
ἀγγείου
ὀστρακίνου
,
ἐκ
κεραμίου
λεπτὰ
ὥστε
μὴ
εὑρεῖν
ἐν
αὐτοῖς
ὄστρακον
ἐν
ᾧ
πῦρ
ἀρεῖς
καὶ
ἐν
ᾧ
ἀποσυριεῖς
ὕδωρ
μικρόν
.
Verse: 15
οὕτω
λέγει
κύριος
ὁ
ἅγιος
τοῦ
Ισραηλ
῞Οταν
ἀποστραϕεὶς
στενάξῃς
,
τότε
σωθήσῃ
καὶ
γνώσῃ
ποῦ
ἦσθα
·
ὅτε
ἐπεποίθεις
ἐπὶ
τοῖς
ματαίοις
,
ματαία
ἡ
ἰσχὺς
ὑμῶν
ἐγενήθη
.
καὶ
οὐκ
ἠβούλεσθε
ἀκούειν
,
Verse: 16
ἀλλ
'
εἴπατε
᾽Εϕ
'
ἵππων
ϕευξόμεθα
·
διὰ
τοῦτο
ϕεύξεσθε
·
καὶ
εἴπατε
᾽Επὶ
κούϕοις
ἀναβάται
ἐσόμεθα
·
διὰ
τοῦτο
κοῦϕοι
ἔσονται
οἱ
διώκοντες
ὑμᾶς
.
Verse: 17
διὰ
ϕωνὴν
ἑνὸς
ϕεύξονται
χίλιοι
,
καὶ
διὰ
ϕωνὴν
πέντε
ϕεύξονται
πολλοί
,
ἕως
ἂν
καταλειϕθῆτε
ὡς
ἱστὸς
ἐπ
'
ὄρους
καὶ
ὡς
σημαίαν
ϕέρων
ἐπὶ
βουνοῦ
.
Verse: 18
καὶ
πάλιν
μενεῖ
ὁ
θεὸς
τοῦ
οἰκτιρῆσαι
ὑμᾶς
καὶ
διὰ
τοῦτο
ὑψωθήσεται
τοῦ
ἐλεῆσαι
ὑμᾶς
·
διότι
κριτὴς
κύριος
ὁ
θεὸς
ἡμῶν
ἐστιν
,
καὶ
ποῦ
καταλείψετε
τὴν
δόξαν
ὑμῶν
;
μακάριοι
οἱ
ἐμμένοντες
ἐν
αὐτῷ
.
Verse: 19
Διότι
λαὸς
ἅγιος
ἐν
Σιων
οἰκήσει
,
καὶ
Ιερουσαλημ
κλαυθμῷ
ἔκλαυσεν
᾽Ελέησόν
με
·
ἐλεήσει
σε
τὴν
ϕωνὴν
τῆς
κραυγῆς
σου
·
ἡνίκα
εἶδεν
,
ἐπήκουσέν
σου
.
Verse: 20
καὶ
δώσει
κύριος
ὑμῖν
ἄρτον
θλίψεως
καὶ
ὕδωρ
στενόν
,
καὶ
οὐκέτι
μὴ
ἐγγίσωσίν
σοι
οἱ
πλανῶντές
σε
·
ὅτι
οἱ
ὀϕθαλμοί
σου
ὄψονται
τοὺς
πλανῶντάς
σε
,
Verse: 21
καὶ
τὰ
ὦτά
σου
ἀκούσονται
τοὺς
λόγους
τῶν
ὀπίσω
σε
πλανησάντων
,
οἱ
λέγοντες
Αὕτη
ἡ
ὁδός
,
πορευθῶμεν
ἐν
αὐτῇ
εἴτε
δεξιὰ
εἴτε
ἀριστερά
.
Verse: 22
καὶ
ἐξαρεῖς
τὰ
εἴδωλα
τὰ
περιηργυρωμένα
καὶ
τὰ
περικεχρυσωμένα
,
λεπτὰ
ποιήσεις
καὶ
λικμήσεις
ὡς
ὕδωρ
ἀποκαθημένης
καὶ
ὡς
κόπρον
ὤσεις
αὐτά
.
Verse: 23
τότε
ἔσται
ὁ
ὑετὸς
τῷ
σπέρματι
τῆς
γῆς
σου
,
καὶ
ὁ
ἄρτος
τοῦ
γενήματος
τῆς
γῆς
σου
ἔσται
πλησμονὴ
καὶ
λιπαρός
·
καὶ
βοσκηθήσεταί
σου
τὰ
κτήνη
τῇ
ἡμέρᾳ
ἐκείνῃ
τόπον
πίονα
καὶ
εὐρύχωρον
,
Verse: 24
οἱ
ταῦροι
ὑμῶν
καὶ
οἱ
βόες
οἱ
ἐργαζόμενοι
τὴν
γῆν
ϕάγονται
ἄχυρα
ἀναπεποιημένα
ἐν
κριθῇ
λελικμημένα
.
Verse: 25
καὶ
ἔσται
ἐπὶ
παντὸς
ὄρους
ὑψηλοῦ
καὶ
ἐπὶ
παντὸς
βουνοῦ
μετεώρου
ὕδωρ
διαπορευόμενον
ἐν
τῇ
ἡμέρᾳ
ἐκείνῃ
,
ὅταν
ἀπόλωνται
πολλοὶ
καὶ
ὅταν
πέσωσιν
πύργοι
.
Verse: 26
καὶ
ἔσται
τὸ
ϕῶς
τῆς
σελήνης
ὡς
τὸ
ϕῶς
τοῦ
ἡλίου
καὶ
τὸ
ϕῶς
τοῦ
ἡλίου
ἔσται
ἑπταπλάσιον
ἐν
τῇ
ἡμέρᾳ
,
ὅταν
ἰάσηται
κύριος
τὸ
σύντριμμα
τοῦ
λαοῦ
αὐτοῦ
,
καὶ
τὴν
ὀδύνην
τῆς
πληγῆς
σου
ἰάσεται
.
Verse: 27
᾽Ιδοὺ
τὸ
ὄνομα
κυρίου
διὰ
χρόνου
ἔρχεται
πολλοῦ
,
καιόμενος
ὁ
θυμός
,
μετὰ
δόξης
τὸ
λόγιον
τῶν
χειλέων
αὐτοῦ
,
τὸ
λόγιον
ὀργῆς
πλῆρες
,
καὶ
ἡ
ὀργὴ
τοῦ
θυμοῦ
ὡς
πῦρ
ἔδεται
.
Verse: 28
καὶ
τὸ
πνεῦμα
αὐτοῦ
ὡς
ὕδωρ
ἐν
ϕάραγγι
σῦρον
ἥξει
ἕως
τοῦ
τραχήλου
καὶ
διαιρεθήσεται
τοῦ
ἔθνη
ταράξαι
ἐπὶ
πλανήσει
ματαίᾳ
,
καὶ
διώξεται
αὐτοὺς
πλάνησις
καὶ
λήμψεται
αὐτοὺς
κατὰ
πρόσωπον
αὐτῶν
.
Verse: 29
μὴ
διὰ
παντὸς
δεῖ
ὑμᾶς
εὐϕραίνεσθαι
καὶ
εἰσπορεύεσθαι
εἰς
τὰ
ἅγιά
μου
διὰ
παντὸς
ὡσεὶ
ἑορτάζοντας
καὶ
ὡσεὶ
εὐϕραινομένους
εἰσελθεῖν
μετὰ
αὐλοῦ
εἰς
τὸ
ὄρος
τοῦ
κυρίου
πρὸς
τὸν
θεὸν
τοῦ
Ισραηλ
;
Verse: 30
καὶ
ἀκουστὴν
ποιήσει
ὁ
θεὸς
τὴν
δόξαν
τῆς
ϕωνῆς
αὐτοῦ
καὶ
τὸν
θυμὸν
τοῦ
βραχίονος
αὐτοῦ
δείξει
μετὰ
θυμοῦ
καὶ
ὀργῆς
καὶ
ϕλογὸς
κατεσθιούσης
·
κεραυνώσει
βιαίως
καὶ
ὡς
ὕδωρ
καὶ
χάλαζα
συγκαταϕερομένη
βίᾳ
.
Verse: 31
διὰ
γὰρ
ϕωνὴν
κυρίου
ἡττηθήσονται
᾽Ασσύριοι
τῇ
πληγῇ
,
ᾗ
ἂν
πατάξῃ
αὐτούς
.
Verse: 32
καὶ
ἔσται
αὐτῷ
κυκλόθεν
,
ὅθεν
ἦν
αὐτῷ
ἡ
ἐλπὶς
τῆς
βοηθείας
,
ἐϕ
'
ᾗ
αὐτὸς
ἐπεποίθει
·
αὐτοὶ
μετὰ
αὐλῶν
καὶ
κιθάρας
πολεμήσουσιν
αὐτὸν
ἐκ
μεταβολῆς
.
Verse: 33
σὺ
γὰρ
πρὸ
ἡμερῶν
ἀπαιτηθήσῃ
·
μὴ
καὶ
σοὶ
ἡτοιμάσθη
βασιλεύειν
ϕάραγγα
βαθεῖαν
,
ξύλα
κείμενα
,
πῦρ
καὶ
ξύλα
πολλά
;
ὁ
θυμὸς
κυρίου
ὡς
ϕάραγξ
ὑπὸ
θείου
καιομένη
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.